- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:6.15.122-6.15.123
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者指出对天主的寻求最终在圣子的教导中得以寻得,并以预言、见证和神能作为征兆,通过对比哲学与异端的不足,确立了基督信仰真理的优越性。
Τῆς τοίνυν περὶ θεοῦ ζητήσεως εὕρεσις μὲν ἡ διὰ τοῦ υἱοῦ διδασκαλία, σημεῖον δὲ τοῦ εἶναι τὸν σωτῆρα ἡμῶν αὐτὸν ἐκεῖνον τὸν υἱὸν τοῦ θεοῦ1 αἵ τε προηγούμεναι τῆς παρουσίας αὐτοῦ προφητεῖαι, τοῦτον κηρύσσουσαι, αἵ τε συνυπάρξασαι τῇ γενέσει αὐτοῦ τῇ αἰσθητῇ περὶ αὐτοῦ μαρτυρίαι, πρὸς δὲ καὶ αἱ μετὰ τὴν ἀνάληψιν κηρυσσόμεναί τε καὶ ἐμφανῶς δεικνύμεναι δυνάμεις αὐτοῦ. τεκμήριον ἄρα τοῦ παρ’ ἡμῖν εἶναι τὴν ἀλήθειαν τὸ αὐτὸν διδάξαι τὸν υἱὸν τοῦ θεοῦ· εἰ γὰρ περὶ πᾶν ζήτημα καθολικὰ ταῦτα εὑρίσκεται πρόσωπόν τε καὶ πρᾶγμα, ἡ ὄντως ἀλήθεια παρ’ ἡμῖν δείκνυται μόνοις, ἐπεὶ πρόσωπον μὲν τῆς δεικνυμένης ἀληθείας ὁ υἱὸς τοῦ θεοῦ, τὸ πρᾶγμα δὲ ἡ δύναμις τῆς πίστεως ἡ καὶ παντὸς οὑτινοσοῦν ἐναντιουμένου καὶ αὐτοῦ ὅλου ἐνισταμένου τοῦ κόσμου πλεονάζουσα. ἀλλ’ ἐπεὶ τοῦτο ἀνωμολόγηται βεβαιωθῆναι ἐν αἰωνίοις ἔργοις καὶ λόγοις καὶ πέφηνεν ἤδη κολάσεως, οὐκ ἀντιρρήσεως ἄξιος ἅπας ὁ μὴ νομίζων εἶναι πρόνοιαν καὶ τῷ ὄντι ἄθεος, πρόκειται δ’ ἡμῖν, τί ποιοῦντες καὶ τίνα τρόπον βιοῦντες εἰς τὴν ἐπίγνωσιν τοῦ παντοκράτορος θεοῦ ἀφικοίμεθα καὶ πῶς τιμῶντες τὸ θεῖον σφίσιν σωτηρίας αἴτιοι γινοίμεθα, οὐ παρὰ τῶν σοφιστῶν, ἀλλὰ παρ’ αὐτοῦ τοῦ θεοῦ γνόντες καὶ μαθόντες τὸ εὐάρεστον αὐτῷ, τὸ δίκαιον καὶ ὅσιον δρᾶν ἐγχειροῦμεν. τὸ σῴζεσθαι δ’ ἡμᾶς εὐάρεστον αὐτῷ, καὶ ἡ σωτηρία διά τε εὐπραγίας διά τε γνώσεως παραγίνεται, ὧν ἀμφοῖν ὁ κύριος διδάσκαλος.
因此,关于天主的寻求,其寻得乃是通过圣子的教导;而证明我们的救主正是那位天主之子的征兆,则是先于祂降临并宣告祂的预言、与祂可感知的诞生共存的关于祂的见证,以及祂升天之后被传扬并公开彰显的大能。因此,真理存在于我们这里的确据,在于天主之子亲自施教;因为若在一切寻求中都能找到位格与事物这两项普遍要素,那么真实的真理就只显于我们之中,因为所显明之真理的位格是天主之子,而其事物则是信心的力量,这力量胜过任何反对者,乃至抵挡的整个世界本身。然而,既然这一点已在永恒的作为与言语中公认确立,且凡不认为有摄理存在、实为无神论者的人,都已显出是应受惩罚而非反驳的,而且摆在我们面前的课题是:我们行何事、以何种方式生活才能达到对全能天主的完满认识,以及怎样崇敬神圣事物才能为自己带来救恩,我们既不是从诡辩家、而是从天主自己那里知道并学会了使祂喜悦的事,便着手实行正义与圣洁之事。我们得救乃是使祂喜悦的,救恩是通过善行与知识两者而达成的,而主正是这两者的导师。
Εἴπερ οὖν καὶ κατὰ Πλάτωνα ἢ παρὰ τοῦ θεοῦ ἢ παρὰ τῶν ἐκγόνων τοῦ θεοῦ τὸ ἀληθὲς ἐκμανθάνειν μόνως οἷόν τε, εἰκότως παρὰ τῶν θείων λογίων τὰ μαρτύρια ἐκλεγόμενοι τὴν ἀλήθειαν αὐχοῦμεν ἐκδιδάσκεσθαι διὰ τοῦ υἱοῦ τοῦ θεοῦ, προφητευθέντων μὲν τὸ πρῶτον, ἔπειτα δὲ καὶ σαφηνισθέντων·2 τὰ συνεργοῦντα δὲ πρὸς τὴν εὕρεσιν τῆς ἀληθείας οὐδὲ αὐτὰ ἀδόκιμα. ἡ γοῦν φιλοσοφία, πρόνοιαν καταγγέλλουσα καὶ τοῦ μὲν εὐδαίμονος βίου τὴν ἀμοιβήν, τοῦ δ’ αὖ κακοδαίμονος τὴν κόλασιν, περιληπτικῶς θεολογεῖ, τὰ πρὸς ἀκρίβειαν δὲ καὶ τὰ ἐπὶ μέρους οὐκέτι σῴζει. οὔτε γὰρ περὶ τοῦ υἱοῦ τοῦ θεοῦ οὔτε περὶ τῆς κατὰ τὴν πρόνοιαν οἰκονομίας ὁμοίως ἡμῖν διαλαμβάνει· οὐ γὰρ τὴν κατὰ τὸν θεὸν ἔγνω θρῃσκείαν. διόπερ αἱ κατὰ τὴν βάρβαρον φιλοσοφίαν αἱρέσεις, κἂν θεὸν λέγωσιν ἕνα κἂν Χριστὸν ὑμνῶσι, κατὰ περίληψιν λέγουσιν, οὐ πρὸς ἀλήθειαν· ἄλλον τε γὰρ θεὸν παρευρίσκουσι καὶ τὸν Χριστὸν οὐχ ὡς αἱ προφητεῖαι παραδιδόασιν, ἐκδέχονται. ἀλλ’ οὔτι γε τὰ ψευδῆ τῶν δογμάτων αὐτοῖς, ἔστ’ ἂν ἐναντιῶνται τῇ κατὰ τὴν ἀλήθειαν ἀγωγῇ, καθ’ ἡμῶν ἐστιν.3
因此,即使按照柏拉图的说法,真理也只能从天主或天主的后裔那里学得,那么我们从神圣神谕中选取见证,夸耀自己是通过天主之子领受真理的教导,就是理所当然的了;这些事起初被预言,随后也被阐明;而那些有助于寻得真理的事物本身也不是不可取的。无论如何,哲学宣扬摄理,宣扬幸福生活的报偿与悲惨生活的惩罚,虽在概括层面上谈论天主,却不再保全精确之事与个别细节。因为关于天主之子以及按照摄理的经世安排,它所理解的并不与我们相同;因为它未曾认识合乎天主的宗教崇拜。因此,依据蛮族哲学的各异端,纵使口言独一之天主,纵使颂赞基督,也只是在概括层面上而言,并非按着真理;因为他们另捏造了一位天主,且未按预言所传授的那样接纳基督。然而,只要他们信条中的虚假部分违背合乎真理的行为规程,就绝不能对我们产生任何不利。
- 6.15.122σημεῖον δὲ τοῦ εἶναι τὸν σωτῆρα ἡμῶν αὐτὸν ἐκεῖνον τὸν υἱὸν τοῦ θεοῦ
带有定冠词属格的不定式 τοῦ εἶναι 用作 σημεῖον 的同位语/说明语。不定式 εἶναι 带宾格主语 τὸν σωτῆρα ἡμῶν,并以 αὐτὸν ἐκεῖνον τὸν υἱὸν τοῦ θεοῦ 作为其宾格表语。该分句的语法主语是后接的三个名词短语(αἵ τε προηγούμεναι... προφητεῖαι、αἵ τε συνυπάρξασαι... μαρτυρίαι 和 αἱ... δυνάμεις)。
- 6.15.123προφητευθέντων μὲν τὸ πρῶτον, ἔπειτα δὲ καὶ σαφηνισθέντων
不带显式名词主语的中性复数属格独立结构(独立属格),在语境中指代前文提到的关于真理的那些事理与神谕见证。
- 6.15.123καθ’ ἡμῶν ἐστιν
κατά 支配属格表示“敌对”、“对……不利或有害”。前文的与格 αὐτοῖς 为关涉或领有与格(“在他们那里的教条虚妄之处”),整句意为“他们信条中的虚假部分绝不会对我们不利/构成威胁”。
- 6.15.122ἀλλ’ ἐπεὶ τοῦτο ἀνωμολόγηται βεβαιωθῆναι ἐν αἰωνίοις ἔργοις καὶ λόγοις καὶ πέφηνεν ἤδη κολάσεως, οὐκ ἀντιρρήσεως ἄξιος ἅπας ὁ μὴ νομίζων εἶναι πρόνοιαν καὶ τῷ ὄντι ἄθεος, πρόκειται δ’ ἡμῖν, τί ποιοῦντες καὶ τίνα τρόπον βιοῦντες εἰς τὴν ἐπίγνωσιν τοῦ παντοκράτορος θεοῦ ἀφικοίμεθα καὶ πῶς τιμῶντες τὸ θεῖον σφίσιν σωτηρίας αἴτιοι γινοίμεθα, οὐ παρὰ τῶν σοφιστῶν, ἀλλὰ παρ’ αὐτοῦ τοῦ θεοῦ γνόντες καὶ μαθόντες τὸ εὐάρεστον αὐτῷ, τὸ δίκαιον καὶ ὅσιον δρᾶν ἐγχειροῦμεν.
长难复合句结构:(1) 由 ἐπεί 引导的从属从句前半部分延伸至 καὶ τῷ ὄντι ἄθεος,统辖两个并列谓语(ἀνωμολόγηται 与 πέφηνεν),交代前提。(2) 仍属 ἐπεί 从句并以 δέ 转折承接的是 πρόκειται δ’ ἡμῖν(“摆在我们面前的是……”),其后由两个间接疑问从句(τί ποιοῦντες... ἀφικοίμεθα 与 πῶς τιμῶντες... γινοίμεθα)充当说明。(3) 伴随分词短语 γνόντες καὶ μαθόντες 修饰最终的主要限定动词 ἐγχειροῦμεν(“我们着手/尝试”),带不定式宾语 τὸ δίκαιον καὶ ὅσιον δρᾶν。
未在正文中定位
