← 亚历山太的革利免

杂记

§6.15.119-6.15.121

四种嫁接方式与达致真知的连锁推论

作者以植物的四种嫁接方式为喻,阐释了外邦人、哲学家及异端者对信仰的接受过程,并借助所罗门将智慧、爱、守诫与不朽及亲近天主相联系的连锁推论,阐述了对真知识的探求与把握的本质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.15.119

Φασὶ δ’ οὖν γίνεσθαι τὸν ἐγκεντρισμὸν κατὰ τρόπους τέσσαρας· ἕνα μὲν καθ’ ὃν μεταξὺ τοῦ ξύλου καὶ τοῦ φλοιοῦ ἐναρμόζειν δεῖ τὸ ἐγκεντριζόμενον, ὡς κατηχοῦνται οἱ ἐξ ἐθνῶν ἰδιῶται ἐξ ἐπιπολῆς δεχόμενοι τὸν λόγον· θάτερον δὲ ὅταν τὸ ξύλον σχίσαντες εἰς αὐτὸ ἐμβάλωσι τὸ εὐγενὲς φυτόν, ὃ συμβαίνει ἐπὶ τῶν φιλοσοφησάντων· διατμηθέντων γὰρ αὐτοῖς τῶν δογμάτων ἡ ἐπίγνωσις τῆς ἀληθείας ἐγγίνεται· ὣς δὲ καὶ Ἰουδαίοις διοιχθείσης τῆς παλαιᾶς γραφῆς τὸ νέον καὶ εὐγενὲς ἐγκεντρίζεται τῆς ἐλαίας φυτόν. ὁ τρίτος δὲ ἐγκεντρισμὸς τῶν ἀγριάδων καὶ τῶν αἱρετικῶν ἅπτεται τῶν μετὰ βίας εἰς τὴν ἀλήθειαν μεταγομένων· ἀποξύσαντες γὰρ ἑκάτερον ἐπίσφηνον ὀξεῖ δρεπάνῳ μέχρι τοῦ τὴν ἐντεριώνην γυμνῶσαι μέν, μὴ ἑλκῶσαι δέ, δεσμεύουσι πρὸς ἄλληλα. τέταρτος δέ ἐστιν ἐγκεντρισμοῦ τρόπος ὁ λεγόμενος ἐνοφθαλμισμός· περιαιρεῖται γὰρ ἀπὸ εὐγενοῦς στελέχους ὀφθαλμός, συμπεριγραφομένου αὐτῷ καὶ τοῦ φλοιοῦ κύκλῳ ὅσον παλαιστιαῖον μῆκος, εἶτα ἐναποξύεται τὸ στέλεχος κατ’ ὀφθαλμὸν ἴσον τῇ περιγραφῇ, καὶ οὕτως ἐντίθεται περισχοινιζόμενον καὶ περιχριόμενον πηλῷ, τηρουμένου τοῦ ὀφθαλμοῦ ἀπαθοῦς καὶ ἀμολύντου. εἶδος τοῦτο γνωστικῆς διδασκαλίας, διαθρεῖν τὰ πράγματα δυναμένης, ἀμέλει καὶ ἐπὶ ἡμέρων δένδρων τοῦτο μάλιστα χρησιμεύει τὸ εἶδος.

无论如何,人们说嫁接有四种方式:其一,必须将接穗嵌合在木质与树皮之间,正如外邦平民从表面接受话语而受教导那样;其二,劈开木质并将优良的幼苗插入其中,这发生在研习哲学的人身上;因为当他们的信条被劈开切除时,对真理的完满认识便得以产生;正如犹太人的旧约经书被开启时,橄榄树那新鲜而优良的幼苗被嫁接进去一样。第三种嫁接涉及那些被迫归向真理的野枝与异端分子;人们用锋利的镰刀将两边削成楔形,直到露出木髓却不伤及其组织,然后将它们彼此绑缚在一起。第四种嫁接方式被称为“芽接”;人们从优良的枝干上取下一个芽眼,连同其周围约有一掌宽长度的树皮一同环切下来,然后在砧木的芽眼处削去与环切形状相同的部分,随后这样将其放入,用绳索缠绕并涂上泥土,保持芽眼不受损伤且不被污染。这是一种能够洞察事理的知解性教导,诚然,这种方式在栽培树木上也最为适用。

§6.15.120

Δύναται δὲ ὁ ὑπὸ τοῦ ἀποστόλου λεγόμενος ἐγκεντρισμὸς εἰς τὴν καλλιέλαιον γίγνεσθαι, τὸν Χριστὸν αὐτόν, τῆς ἀνημέρου καὶ ἀπίστου φύσεως καταφυτευομένης εἰς Χριστόν, τουτέστι τῶν εἰς Χριστὸν πιστευόντων· ἄμεινον δὲ τὴν ἑκάστου πίστιν ἐν αὐτῇ ἐγκεντρίζεσθαι τῇ ψυχῇ. καὶ γὰρ τὸ ἅγιον πνεῦμα ταύτῃ πως μεταφυτεύεται διανενεμημένον κατὰ τὴν ἑκάστου περιγραφὴν ἀπεριγράφως.1 περὶ δὲ τῆς γνώσεως ὁ Σολομὼν διαλεγόμενος τάδε φησί· λαμπρὰ καὶ ἀμάραντός ἐστιν ἡ σοφία καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν· φθάνει τοὺς ἐπιθυμοῦντας προγνωσθῆναι.2 ὁ ὀρθρίσας ἐπ’ αὐτὴν οὐ κοπιάσει· τὸ γὰρ ἐνθυμηθῆναι περὶ αὐτῆς φρονήσεως τελειότης, καὶ ὁ ἀγρυπνήσας δἰ αὐτὴν ταχέως ἀμέριμνος ἔσται· ὅτι τοὺς ἀξίους αὐτῆς αὕτη περιέρχεται ζητοῦσα (οὐ γὰρ πάντων ἡ γνῶσις) καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς· τρίβοι δὲ ἡ τοῦ βίου διεξαγωγὴ καὶ ἡ κατὰ τὰς διαθήκας πολυειδία. αὐτίκα ἐπιφέρει·

使徒所说的嫁接,可以发生在那株良善的橄榄树——基督自己身上,即粗野而不信的本性被植入基督之中,也就是那些信靠基督之人的本性;但更好的解释是,各人的信心被嫁接在灵魂自身之中。因为圣灵确实也是以这种方式被移植的,祂按照各人的界限得以分赐,自身却不受界限所限。所罗门在论及知识时如此说道:“智慧是光辉灿烂、永不凋残的,容易被爱她的人看见;她先于渴求她的人,预先使自己被认识。清晨起来寻找她的人必不至劳苦;因为思念她就是明智的完全,为她警醒不寐的人必迅速免去忧虑;因为她四处寻觅配得上她的人”(因为知识并非人人皆有),“并在道路上仁慈地向他们显现。”道路是指生活的操持以及按照诸约而显出的多样性。他随即补充道:

§6.15.121

καὶ ἐν πάσῃ ἐπινοίᾳ ὑπαντᾷ αὐτοῖς, ποικίλως θεωρουμένη, διὰ πάσης δηλονότι παιδείας. εἶτα ἐπιλέγει, τὴν τελειωτικὴν ἀγάπην παρατιθέμενος, διὰ λόγου συλλογιστικοῦ καὶ λημμάτων ἀληθῶν ἀποδεικτικωτάτην καὶ ἀληθῆ ὧδέ πως ἐπάγων ἐπιφοράν· ἀρχὴ γὰρ αὐτῆς ἀληθεστάτη παιδείας ἐπιθυμία (τουτέστι τῆς γνώσεως), φροντὶς δὲ παιδείας ἀγάπη, ἀγάπη δὲ τήρησις νόμων αὐτῆς, προσοχὴ δὲ νόμων βεβαίωσις ἀφθαρσίας, ἀφθαρσία δὲ ἐγγὺς εἶναι ποιεῖ θεοῦ. ἐπιθυμία ἄρα σοφίας ἀνάγει ἐπὶ βασιλείαν. διδάσκει γάρ, οἶμαι, ὡς ἀληθινὴ παιδεία ἐπιθυμία τίς ἐστι γνώσεως, ἄσκησις δὲ παιδείας συνίσταται δἰ ἀγάπην γνώσεως. καὶ ἡ μὲν ἀγάπη τήρησις τῶν εἰς γνῶσιν ἀναγουσῶν ἐντολῶν, ἡ τήρησις δὲ αὐτῶν βεβαίωσις τῶν ἐντολῶν, δἰ ἣν ἡ ἀφθαρσία ἐπισυμβαίνει, ἀφθαρσία δὲ ἐγγὺς εἶναι ποιεῖ θεοῦ. εἰ ἄρα ἀγάπη τῆς γνώσεως ἄφθαρτον ποιεῖ καὶ ἐγγὺς θεοῦ βασιλέως τὸν βασιλικὸν ἀνάγει, ζητεῖν ἄρα δεῖ τὴν γνῶσιν εἰς εὕρεσιν. ἔστιν δὲ ἡ μὲν ζήτησις ὁρμὴ ἐπὶ τὸ καταλαβεῖν, διά τινων σημείων ἀνευρίσκουσα τὸ ὑποκείμενον, ἡ εὕρεσις δὲ πέρας καὶ ἀνάπαυσις ζητήσεως ἐν καταλήψει γενομένης,3 ὅπερ ἐστὶν ἡ γνῶσις. καὶ αὕτη κυρίως εὕρεσίς ἐστιν, κατάληψις ζητήσεως ὑπάρχουσα. σημεῖον δ’ εἶναί φασι τὸ προηγούμενον ἢ συνυπάρχον ἢ ἑπόμενον.

“并且在每一种心意中迎接他们”,这是以多样的方式被观察到的,显然是通过一切的受教过程。接着他阐述那使人臻于至善的爱,通过三段论推理与真实的前提,得出极其确定而真实的结论,大意如下:“因为智慧最真实的开端是对受教的渴求”(即对知识的渴求),“而关怀受教便是爱,爱便是遵守她的律法,注重律法则是不朽的保证,而不朽使人亲近天主。因此,渴求智慧引导人登上帝位。”我认为,他是在教导说:真正的受教是对知识的某种渴求,而受教的操练因着对知识的爱而得以立足。爱就是遵守那些引向知识的诫命,遵守诫命则是对诫命的确认,不朽由此相伴而生,而不朽使人亲近天主。因此,如果对知识的爱使人获得不朽,并将属王道之人引至君王天主的身旁,那么人就必须寻求知识以求寻得。寻求是朝向把握的冲动,借着某些征兆寻获基底;而寻得则是达到把握时寻求的终点与安歇,这也就是知识。这才是严格意义上的寻得,作为对寻求的把握而存在。人们说,征兆乃是先行的、共存的或后随的标志。

语法注3 条
  1. 6.15.120κατὰ τὴν ἑκάστου περιγραφὴν ἀπεριγράφως

    对比性修饰成分的并列结构。介词短语 κατὰ τὴν ἑκάστου περιγραφήν(“按照各人的界限/定限”)表明接受者一侧的有限性,与副词 ἀπεριγράφως(“无限地/无界限地”)形成反差,后者指示圣灵神圣本性的不受限与不可限定。

  2. 6.15.120φθάνει τοὺς ἐπιθυμοῦντας προγνωσθῆναι

    动词 φθάνω 带宾格宾语(τοὺς ἐπιθυμοῦντας),意为“先于……”或“走在……之前”,其后被动不定式 προγνωσθῆναι 表示结果或目的(“以至预先被认知”)。主语“智慧”(ἡ σοφία)在渴慕她的人发求之前,主动将自身预先显明出来。

  3. 6.15.121ἐν καταλήψει γενομένης

    属格分词短语,作定语修饰紧邻的名词 ζητήσεως(“寻求的”)。短语 γίγνομαι ἐν + 与格表示“进入……状态”或“达到……”,整体意为“达到了把握的寻求”。全句以 εὕρεσις(寻得)为主语,以 πέρας καὶ ἀνάπαυσις(终点与安歇)为表语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:6.15.119-6.15.121