- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:6.15.115-6.15.118
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
知解者效法导师的心意以克制内在情念,并懂得在合宜的时机向配称之人阐明圣经隐秘之义。哲学研究被比作野橄榄,借着信心嫁接于真理之道,方能消化养分而成全为结实累累的良木。
Ὁ γνωστικὸς ἄρα τὴν προσεχεστέραν ἀναμάσσεται ὁμοιότητα, τὴν διάνοιαν τὴν τοῦ διδασκάλου, ἥντινα ἐκεῖνος νοῶν ἐνετείλατό τε καὶ συνεβούλευσε τοῖς φρονίμοις καὶ σώφροσι, ταύτην συνιείς,1 ὡς ὁ διδάξας ἐβούλετο, καὶ ἰδίᾳ τὴν νόησιν ἀναλαβὼν τὴν μεγαλοπρεπῆ, διδάξας μὲν ἀξιολόγως ἐπὶ τῶν δωμάτων τοὺς ὑψηλῶς οἰκοδομεῖσθαι δυναμένους, προκατάρξας δὲ τῆς τῶν λεγομένων ἐνεργείας κατὰ τὸ ὑπόδειγμα τῆς πολιτείας· δυνατὰ γὰρ ἐνετείλατο, καὶ δεῖ τῷ ὄντι ἀρχικὸν εἶναι καὶ ἡγεμονικὸν τὸν βασιλικόν τε καὶ Χριστιανόν, ἐπεὶ μὴ τῶν ἔξω μόνον θηρίων κατακυριεύειν ἐτάγημεν, ἀλλὰ καὶ τῶν ἐν ἡμῖν αὐτοῖς ἀγρίων παθῶν. κατ’ ἐπίστασιν οὖν, ὡς ἔοικεν, τοῦ κακοῦ καὶ ἀγαθοῦ βίου σῴζεται ὁ γνωστικός, πλέον τῶν γραμματέων καὶ Φαρισαίων συνιείς τε καὶ ἐνεργῶν. ἔντεινον καὶ κατευοδοῦ καὶ βασίλευε, ὁ Δαβὶδ γράφει, ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης, καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου, τουτέστιν ὁ κύριος. τίς οὖν σοφὸς καὶ συνήσει ταῦτα; συνετὸς καὶ γνώσεται αὐτά; διότι εὐθεῖαι αἱ ὁδοὶ τοῦ κυρίου, φησὶν ὁ προφήτης, δηλῶν μόνον δύνασθαι τὸν γνωστικὸν τὰ ἐπικεκρυμμένως πρὸς τοῦ πνεύματος εἰρημένα νοήσειν τε καὶ διασαφήσειν· καὶ ὁ συνίων ἐν τῷ καιρῷ ἐκείνῳ σιωπήσεται, λέγει ἡ γραφή, δηλονότι πρὸς τοὺς ἀναξίους ἐξειπεῖν,2 ὅτι φησὶν ὁ κύριος· ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω, οὐ πάντων εἶναι τὸ ἀκούειν καὶ συνιέναι λέγων.
因此,知解者印刻下那更为接近的肖像,即导师的心意;导师心怀此意,向明智且自制之人吩咐并劝勉了它;知解者按照施教者的意愿领会了这一心意,并亲自领受了这崇高的知见,既在“房顶上”相称地教导了那些能够被建造成高处之人,又按照其生活模范率先躬行所言之事;因为导师吩咐的是可行之事,而属王道的基督徒确实应当成为统治者与领导者,因为我们受命不仅要辖制外在的野兽,也要辖制我们自身内在的狂野情念。由此看来,知解者借着对善恶生活的详察而得救,在领会与践行上皆“胜于文士和法利赛人”。 大卫写道:“为了真理、谦卑与公义,你要引弓、亨通并作王;你的右手”,即主,“必奇妙地引导你。” 先知说:“那么,谁是智慧人可以明白这些事?谁是通达人可以知晓这些事?因为主的道是正直的”,这表明唯独知解者能够理解并阐明圣灵隐秘所说的事;经上又说:“通达人在那时必静默”,显然是指对不配之人不可言明,因为主说:“凡有耳可听的,就应当听”,以此声明听见与领悟并非人人皆能。
αὐτίκα ὁ Δαβὶδ σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων γράφει· ἀπὸ τῆς τηλαυγήσεως ἐνώπιον αὐτοῦ αἱ νεφέλαι διῆλθον, χάλαζα καὶ ἄνθρακες πυρός, ἐπικεκρυμμένους τοὺς ἁγίους λόγους εἶναι διδάσκων. καὶ δὴ τοῖς μὲν γνωστικοῖς διειδεῖς καὶ τηλαυγεῖς καθάπερ χάλαζαν ἀβλαβῆ καταπέμπεσθαι θεόθεν μηνύει, σκοτεινοὺς δὲ τοῖς πολλοῖς καθάπερ τοὺς ἐκ πυρὸς ἀπεσβεσμένους ἄνθρακας, οὓς εἰ μή τις ἀνάψαι καὶ ἀναζωπυρήσαι, οὐκ ἐκφλεγήσονται οὐδ’ ἐμφωτισθήσονται. κύριος, οὖν φησι, δίδωσί μοι γλῶσσαν παιδείας τοῦ γνῶναι ἐν καιρῷ, ἡνίκα δεῖ εἰπεῖν λόγον, οὐ κατὰ τὸ μαρτύριον μόνον, ἀλλὰ γὰρ καὶ τὸν κατ’ ἐρώτησιν καὶ ἀπόκρισιν· καὶ ἡ παιδεία κυρίου ἀνοίγει μου τὸ στόμα. γνωστικοῦ ἄρα καὶ τὸ εἰδέναι χρῆσθαι τῷ λόγῳ καὶ ὁπότε καὶ ὅπως καὶ πρὸς οὕστινας.
大卫随即写道:“天空云中的暗水;因祂面前的光辉,云层消散,降下冰雹和火炭”,以此教导圣言是隐藏的。他确实指示出,对知解者而言,圣言如同无害的冰雹,自天主那里透亮而显耀地降下;而对大众而言,则如从火中熄灭的炭一样昏暗,若无人将其点燃并重新吹旺,它们既不会燃烧,也不会发出光芒。 因此他说:“主赐我受教者的舌头,使我知晓何时应当合时地发言”,这不仅指殉道时的见证,也指问答中的言辞;“主的管教开启了我的口”。由此可见,懂得如何使用言论,何时、如何以及向何人使用,亦属于知解者的特质。
ἤδη δὲ καὶ ὁ ἀπόστολος, λέγων κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν, τὴν μὲν διδασκαλίαν τὴν Ἑλληνικὴν στοιχειώδη παραδίδωσιν εἶναι, τελείαν δὲ τὴν κατὰ Χριστόν, καθάπερ ἤδη πρότερον ἐμηνύσαμεν. Αὐτίκα ἡ ἀγριέλαιος ἐγκεντρίζεται εἰς τὴν πιότητα τῆς ἐλαίας καὶ δὴ καὶ φύεται ὁμοειδῶς ταῖς ἡμέροις ἐλαίαις· χρῆται γὰρ τὸ ἐμφυτευόμενον ἀντὶ γῆς τῷ δένδρῳ τῷ ἐν ᾧ φυτεύεται· πάντα δὲ ὁμοῦ τὰ φυτὰ ἐκ κελεύσματος θείου βεβλάστηκεν. διὸ κἂν ἀγριέλαιος ὁ κότινος τυγχάνῃ, ἀλλὰ τοὺς ὀλυμπιονίκας στέφει καὶ τὴν ἄμπελον ἡ πτελέα εἰς ὕψος ἀνάγουσα εὐκαρπεῖν διδάσκει. ὁρῶμεν δὲ ἤδη πλείονα τὴν τροφὴν ἐπισπώμενα τὰ ἄγρια τῶν δένδρων διὰ τὸ μὴ δύνασθαι πέττειν. τὰ οὖν ἄγρια τῶν ἡμέρων ἀπεπτότερα ὑπάρχει, καὶ τὸ αἴτιον τοῦ ἄγρια εἶναι αὐτὰ στέρησις δυνάμεως πεπτικῆς.
如今使徒说“照着世上的小学,而不照着基督”,正如我们此前已经指明的那样,传下希腊的教训是初阶的,而照着基督的教训则是完全的。 正如野橄榄接枝在橄榄树的肥汁上,便与园中栽培的橄榄树同类生长;因为被嫁接之物以所植入的树木代替土壤;而所有的植物都是因着神圣的命令一同萌发的。因此,即便野橄榄树是野生的,它却为奥林匹克的得胜者加冕;榆树引葡萄树攀缘向上,教导它结出丰硕的果实。我们已经看到,野生的树木之所以吸取更多的养分,是因为无法将其消化。因此,野生树木比栽培树木更难消化,它们之所以为野生,原因就在于缺乏消化能力。
λαμβάνει τοίνυν τροφὴν μὲν πλείονα ἡ ἐγκεντρισθεῖσα ἐλαία διὰ τὸ ἀγρίαν ἐμφύεσθαι· οἷον δὲ ἥδε πέττειν ἐθίζεται τὴν τροφήν, συνεξομοιουμένη τῇ πιότητι τῆς ἡμέρου, ὣς δὲ καὶ ὁ φιλόσοφος,3 ἀγρίᾳ εἰκαζόμενος ἐλαίᾳ, πολὺ τὸ ἄπεπτον ἔχων, διὰ τὸ εἶναι ζητητικὸς καὶ εὐπαρακολούθητος καὶ ὀρεκτικὸς τῆς πιότητος τῆς ἀληθείας, ἐὰν προσλάβῃ τὴν θείαν διὰ πίστεως δύναμιν, τῇ χρηστῇ καὶ ἡμέρῳ ἐγκαταφυτευθεὶς γνώσει, καθάπερ ἡ ἀγριέλαιος ἐγκεντρισθεῖσα τῷ ὄντως καλῷ καὶ ἐλεήμονι λόγῳ πέττει τε τὴν παραδιδομένην τροφὴν καὶ καλλιέλαιος γίνεται. ὁ γάρ τοι ἐγκεντρισμὸς τὰς ἀχρείους εὐγενεῖς ποιεῖ καὶ τὰς ἀφόρους φορίμους γίνεσθαι βιάζεται τέχνῃ τῇ γεωργικῇ καὶ ἐπιστήμῃ τῇ γνωστικῇ.
所以,被嫁接的橄榄树因其带着野生特质被植入而吸取更多的养分;但正如这棵树逐渐习惯消化养分,同化于栽培树木的肥汁一样,哲学家比同于野橄榄,由于敏于探求、善于领悟、渴慕真理的肥汁,虽有许多未消化的杂质,但若通过信心领受属神的能力,被植入于良善而驯化的知解之中,就如同嫁接在真正善美且仁慈的道之上的野橄榄一样,既消化了所传授的养分,又成为了优质的橄榄树。因为嫁接借着农作之技与知解之学,确实使无用之木变为良木,并促使不结果子之木结出丰硕果实。
- 6.15.115ἥντινα ἐκεῖνος νοῶν ἐνετείλατό τε καὶ συνεβούλευσε τοῖς φρονίμοις καὶ σώφροσι, ταύτην συνιείς
复指结构(resumptive pronoun):由关系代名词 ἥντινα 引导的定语从句被随后的指示代名词 ταύτην 承接,作为分词 συνιείς 的直接宾语,修饰主语 ὁ γνωστικός。
- 6.15.115δηλονότι πρὸς τοὺς ἀναξίους ἐξειπεῖν
不定词 ἐξειπεῖν 作说明性(附加性)不定词,用以补充限定引文中 σιωπήσεται(必静默)的具体所指,即在“向不配之人言说”这一方面保持沉默,由 δηλονότι(显然)引出。
- 6.15.118οἷον δὲ ἥδε πέττειν ἐθίζεται τὴν τροφήν ... ὣς δὲ καὶ ὁ φιλόσοφος
由 οἷον 与 ὣς ... καί 构成的相关比较句式(“正如……同样哲学家也……”),将嫁接的野橄榄树的比喻与哲学家本体相对应,其主干最终落实于条件句结构(ἐὰν προσλάβῃ ... πέττει τε ... καὶ καλλιέλαιος γίνεται)。
