- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:6.14.112-6.14.114
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者论述了无知者妄行之害,描述了依凭良知与正理操练成神的灵魂,并阐释了神殿中住处的阶位以及同化于神的真正本质。
καθάπερ οὖν τοῖς ἀπείροις τοῦ λυρίζειν λύρας οὐχ ἁπτέον1 οὐδὲ μὴν τοῖς ἀπείροις τοῦ αὐλεῖν αὐλῶν, οὕτως οὐδὲ πραγμάτων ἁπτέον τοῖς μὴ τὴν γνῶσιν εἰληφόσι καὶ εἰδόσιν ὅπως αὐτοῖς παρ’ ὅλον τὸν βίον χρηστέον. τὸν γοῦν τῆς ἐλευθερίας ἀγῶνα οὐ μόνον ἐν πολέμοις ἀγωνίζονται οἱ πολέμων ἀθληταί, ἀλλὰ καὶ ἐν συμποσίοις καὶ ἐπὶ κοίτης κἀν τοῖς δικαστηρίοις οἱ ἀλειψάμενοι τῷ λόγῳ, αἰχμάλωτοι γενέσθαι ἡδονῆς αἰσχυνόμενοι· "οὐ μήποτε τὰν ἀρετὰν ἀλλάξομαι ἀντ’ ἀδίκου κέρδους." ἄδικον δὲ ἄντικρυς κέρδος ἡδονὴ καὶ λύπη πόθος τε καὶ φόβος καὶ συνελόντι εἰπεῖν2 τὰ πάθη τῆς ψυχῆς, ὧν τὸ παραυτίκα τερπνὸν ἀνιαρὸν εἰς τοὐπιόν. τί γὰρ ὄφελος, ἐὰν τὸν κόσμον κερδήσῃς, φησί, τὴν δὲ ψυχὴν ἀπολέσῃς; δῆλον οὖν τοὺς μὴ ἐπιτελοῦντας τὰς καλὰς πράξεις οὐδὲ γιγνώσκειν τὰ ὠφέλιμα ἑαυτοῖς. εἰ δὲ τοῦτο, οὐδὲ εὔξασθαι ὀρθῶς οἷοί τε οὗτοι παρὰ τοῦ θεοῦ λαβεῖν τὰ ἀγαθά, ἀγνοοῦντες τὰ ὄντως ἀγαθά, οὐδ’ ἂν λαβόντες αἴσθοιντο τῆς δωρεᾶς οὐδ’ ἄν τι ἀπολαύσειαν κατ’ ἀξίαν οὗ μὴ ἔγνωσαν, ὑπό τε τῆς ἀπειρίας τοῦ χρήσασθαι τοῖς δοθεῖσι καλῶς ὑπό τε τῆς ἄγαν ἀμαθίας, μηδέπω πῶς χρηστέον ταῖς θείαις δωρεαῖς ἐγνωκότες. ἀμαθία δὲ ἀγνοίας αἰτία.
因此,正如不通晓弹竖琴的人不当触碰竖琴,不通晓吹笛的人亦不当触碰笛子一样,那些尚未领受知解、亦不知终生当如何使用事务的人,也不当触碰事务。无论如何,为自由而战不仅是在战场上由战争的勇士所进行,那些以道敷油自备的人,因以沦为享乐的俘虏为耻,亦在宴席上、床榻上和法庭上奋战: “我决不以德性去换取不义之利。” 而显然是不义之利的,正是享乐与悲伤、欲望与恐惧,简而言之即是灵魂的各种情念,它们即时的欢愉在日后都会化为痛苦。 因为经上说:“你若赚得世界,却赔上灵魂,有什么益处呢?” 由此可见,那些不行善美之举的人,甚至不知晓何为于己有益。若是如此,他们也不可能合宜地祈求从神那里领受善物,因他们不知晓何为真正的善,即便领受了也无法察觉这恩赐,更无法按其应有的价值享用他们所不知之物,这既是由于缺乏妥善使用所赋之物的经验,也是由于极度的蒙昧,因他们尚未知晓当如何使用神圣的恩赐。而蒙昧乃是无知的根源。
Καί μοι δοκεῖ κομπώδους μὲν εἶναι ψυχῆς καύχημα, πλὴν εὐσυνειδήτου, ἐπιφθέγγεσθαι τοῖς κατὰ περίστασιν συμβαίνουσι· "πρὸς ταῦθ’ ὅ τι χρὴ καὶ παλαμάσθων·3 τὸ γὰρ εὖ μετ’ ἐμοῦ καὶ τὸ δίκαιον σύμμαχον ἔσται, καὶ οὐ μή ποτε ἁλῶ, καλὰ πράσσων." αὕτη δὲ ἡ εὐσυνειδησία τὸ ὅσιον τὸ πρὸς τὸν θεὸν καὶ τὸ πρὸς τοὺς ἀνθρώπους δίκαιον διασῴζει, καθαρὰν τὴν ψυχὴν φυλάττουσα διανοήμασι σεμνοῖς καὶ λόγοις ἁγνοῖς καὶ τοῖς δικαίοις ἔργοις. οὕτως δύναμιν λαβοῦσα κυριακὴν ἡ ψυχὴ μελετᾷ εἶναι θεός, κακὸν μὲν οὐδὲν ἄλλο πλὴν ἀγνοίας εἶναι νομίζουσα καὶ τῆς μὴ κατὰ τὸν ὀρθὸν λόγον ἐνεργείας, ἀεὶ δὲ εὐχαριστοῦσα ἐπὶ πᾶσι τῷ θεῷ δι’ ἀκοῆς δικαίας καὶ ἀναγνώσεως θείας, διὰ ζητήσεως ἀληθοῦς, διὰ προσφορᾶς ἁγίας, δι’ εὐχῆς μακαρίας, αἰνοῦσα, ὑμνοῦσα, εὐλογοῦσα, ψάλλουσα· οὐ διορίζεταί ποτε τοῦ θεοῦ κατ’ οὐδένα καιρὸν ἡ τοιάδε ψυχή. εἰκότως οὖν εἴρηται· καὶ οἱ πεποιθότες ἐπ’ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ. ὁρᾷς οἷα περὶ τῶν γνωστικῶν διαλέγεται ἡ σοφία.
并且在我看来,面对依境遇而发生之事发出如此呼喊,乃是一个自豪却心存良知之灵魂的夸耀: “任凭他们为此施展应有的伎俩吧;因为良善与我同在,正义将成为我的盟友,只要行美善之事,我决不会被捕获。” 正是这种良知守护了对神之虔敬与对人之正义,以崇高的思想、纯洁的言语与公义的行为保守灵魂的纯洁。灵魂如此领受了属主的能力,便操练成为神,认为除无知以及不依顺正理的行为之外别无他恶,借着正义的聆听与神圣的诵读,借着真实的探寻,借着圣洁的献祭,借着有福的祈祷,称颂、赞美、颂扬、咏唱,在一切事上时常向神感恩;这等灵魂在任何时刻都决不与神分离。因此,经上所言极是: “投靠祂的必明白真理,在爱中信实的人必与祂常在。” 你可见智慧书关于知解者是如何论说的。
ἀναλόγως ἄρα καὶ αἱ μοναὶ ποικίλαι κατ’ ἀξίαν τῶν πιστευσάντων. αὐτίκα ὁ Σολομών· δοθήσεται γὰρ αὐτῷ τῆς πίστεως ἡ χάρις ἐκλεκτὴ καὶ κλῆρος ἐν ναῷ κυρίου θυμηρέστερος. τὸ συγκριτικὸν γὰρ δείκνυσι μὲν τὰ ὑποβεβηκότα ἐν τῷ ναῷ τοῦ θεοῦ, ὅς ἐστιν ἡ πᾶσα ἐκκλησία, ἀπολείπει δὲ ἐννοεῖν καὶ τὸ ὑπερθετικόν,4 ἔνθα ὁ κύριός ἐστιν. ταύτας ἐκλεκτὰς οὔσας τὰς τρεῖς μονὰς οἱ ἐν τῷ εὐαγγελίῳ ἀριθμοὶ αἰνίσσονται, ὁ τριάκοντα καὶ ὁ ἑξήκοντα καὶ ὁ ἑκατόν. καὶ ἡ μὲν τελεία κληρονομία τῶν εἰς ἄνδρα τέλειον ἀφικνουμένων κατ’ εἰκόνα τοῦ κυρίου, ἡ δὲ ὁμοίωσις οὐχ, ὥς τινες, ἡ κατὰ τὸ σχῆμα τὸ ἀνθρώπειον5 ἄθεος γὰρ ἥδε ἡ ἐπιφορἄ οὐδὲ μὴν ἡ κατ’ ἀρετήν, ἡ πρὸς τὸ πρῶτον αἴτιον· ἀσεβὴς γὰρ καὶ ἥδε ἡ ἔκδοσις, τὴν αὐτὴν ἀρετὴν εἶναι ἀνθρώπου καὶ τοῦ παντοκράτορος θεοῦ προσδοκησάντων· ὑπέλαβες, φησίν ἀνομίαν, ὅτι ἔσομαί σοι ὅμοιος· ἀλλ’ ἀρκετὸν γὰρ τῷ μαθητῇ γενέσθαι ὡς ὁ διδάσκαλος, λέγει ὁ διδάσκαλος. καθ’ ὁμοίωσιν οὖν τοῦ θεοῦ ὁ εἰς υἱοθεσίαν καὶ φιλίαν τοῦ θεοῦ καταταγεὶς κατὰ τὴν συγκληρονομίαν τῶν κυρίων καὶ θεῶν γίνεται, ἐάν, καθὼς αὐτὸς ἐδίδαξεν ὁ κύριος, κατὰ τὸ εὐαγγέλιον τελειωθῇ.
因此,照着信从者的配称程度,住处亦有相应的不同。诚如所罗门所言: “因为必赐给他精选的信心之恩典,并在主的殿中得蒙更称心的福分。” 因为这比较级一方面指明了在作为全体教会的神殿中较为低下的位分,另一方面亦留有余地令人联想到至高级,即主所在之处。福音书中三十倍、六十倍、一百倍的数字,隐喻着这三个精选的住处。完全的基业属于那些照着主的形象达到“成熟之人”者;然而这种同化绝非如某些人所言,是按照人类的形态(因为这种引申是亵神的),亦不是依从德性而同化于第一因;因为那些设想人与全能之神的德性是同一的见解,亦是悖逆不敬的: 经上说:“你心怀不义,以为我必与你相似”;但导师说:“学生能与老师一样,也就够了”。因此,被列入神的养子之位与神之友谊的人,若照主亲自教导的那样依循福音得以成全,便在与诸主、诸神的共同承受基业中,成为同化于神的人。
- 6.14.112τοῖς ἀπείροις τοῦ λυρίζειν λύρας οὐχ ἁπτέον
非人称动形词 ἁπτέον 支配表示施事者的与格(τοῖς ἀπείροις)以及由动词 ἅπτομαι 所支配的属格宾语(λύρας),意为“……不当触碰……”。后文的 πραγμάτων ἁπτέον 亦重复了这一相同的句式结构。
- 6.14.112συνελόντι εἰπεῖν
分词 συνελόντι(表示参考/视角的与格)与不定式 εἰπεῖν 结合的习语,意为“简而言之”或“扼要地说”。
- 6.14.113πρὸς ταῦθ’ ὅ τι χρὴ καὶ παλαμάσθων
引自戏剧诗篇。动词形式 παλαμάσθων 为第三人称复数现在时中被动态命令式(-σθων 词尾)。关系从句 ὅ τι χρὴ(“凡所当行的/凡所必需的”)与介词短语 πρὸς ταῦτα(“对此”)结合,表达挑衅性、宣战式的意志:“对此,任凭他们施展应有的伎俩吧”。
- 6.14.114ἀπολείπει δὲ ἐννοεῖν καὶ τὸ ὑπερθετικόν
主语为前文的 τὸ συγκριτικόν(比较级)。动词 ἀπολείπει 意为“留有余地”,支配不定式 ἐννοεῖν,指“留有余地令人联想到最高级(即主所在之处)”。
- 6.14.114ἡ δὲ ὁμοίωσις οὐχ, ὥς τινες, ἡ κατὰ τὸ σχῆμα τὸ ἀνθρώπειον
省略系词 ἐστί 的对比句。主语 ἡ ὁμοίωσις(“同化/相似”)被否定词 οὐχ 连带排除了两种对立解见(按人类肉体形状的相似,以及直达第一因之相同德性的相似),从而引出后文 καθ’ ὁμοίωσιν οὖν τοῦ θεοῦ... 所阐述的依从福音、借嗣子与共受基业而达成的真正同化。
