← 亚历山太的革利免

杂记

§6.14.108-6.14.111

升至至高安息与神对外邦人的经纶

革利免论述了如何借由信仰以及与之相随的善行与知解升至至高的安息与荣耀,阐明了信徒悔改的苦痛,以及神藉由哲学与星辰对万民的经纶与公义审判,并结合斯多亚伦理学对行为进行了层级划分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.14.108

οἱ τοιοῦτοι κατὰ τὸν Δαβὶδ καταπαύσουσιν ἐν ὄρει ἁγίῳ θεοῦ, τῇ ἀνωτάτω ἐκκλησίᾳ, καθ’ ἣν οἱ φιλόσοφοι συνάγονται τοῦ θεοῦ, οἱ τῷ ὄντι Ἰσραηλῖται οἱ καθαροὶ τὴν καρδίαν, ἐν οἷς δόλος οὐδείς, οἱ μὴ καταμείναντες ἐν ἑβδομάδι ἀναπαύσεως, ἀγαθοεργίᾳ δὲ θείας ἐξομοιώσεως εἰς ὀγδοαδικῆς εὐεργεσίας κληρονομίαν1 ὑπερκύψαντες, ἀκορέστου θεωρίας εἰλικρινεῖ ἐποπτείᾳ προσανέχοντες. ἔστιν δὲ καὶ ἄλλα, φησὶν ὁ κύριος, πρόβατα, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, ἄλλης αὐλῆς καὶ μονῆς ἀναλόγως τῆς πίστεως κατηξιωμένα. τὰ δὲ ἐμὰ πρόβατα τῆς ἐμῆς ἀκούει φωνῆς συνιέντα γνωστικῶς τὰς ἐντολάς· τὸ δ’ ἔστιν μεγαλοφρόνως καὶ ἀξιολόγως ἐκδέχεσθαι σὺν καὶ τῇ τῶν ἔργων ἀνταποδόσει τε καὶ ἀντακολουθίᾳ. ὥστε ὅταν ἀκούσωμεν ἡ πίστις σου σέσωκέν σε, οὐχ ἁπλῶς τοὺς ὁπωσοῦν πιστεύσαντας σωθήσεσθαι λέγειν αὐτὸν ἐκδεχόμεθα, ἐὰν μὴ καὶ τὰ ἔργα ἐπακολουθήσῃ. αὐτίκα Ἰουδαίοις μόνοις ταύτην ἔλεγε τὴν φωνὴν τοῖς νομικῶς καὶ ἀνεπιλήπτως βεβιωκόσιν, οἷς μόνον ἡ εἰς τὸν κύριον ὑπελείπετο πίστις.

依大卫所言,这等人将“安息在神圣山上”,即至高的教会中;神的哲学家们、真以色列人、清心之人、心中毫无诡诈之人皆聚于其中,他们没有停留在安息之第七日,而是借着同化于神的善行跃入了第八日善行的基业中,委身于不知厌足之观照的纯全洞见。 主说:“另外还有羊,不是这圈里的”,它们按着信心的比例配得承受另一羊圈与住处。“我的羊听我的声音”,这是以知解的方式领会诫命;这即是高尚而合宜地领受诫命,并伴随善行的回报与跟从。因此,当我们听到“你的信救了你”时,我们绝不理解为主是在说,凡以任何方式信了的人,即使没有善行随行,也都将得救。实际上,主当时唯独是对那些依照律法无可指摘地生活的犹太人说这句话的,他们所缺的唯独是对主的信心。

§6.14.109

οὐκ ἂν οὖν μετὰ ἀκρασίας πιστὸς εἴη, ἀλλὰ κἂν μὴ ἐξέλθῃ τὴν σάρκα, ἀποθέσθαι τὰ πάθη ἀνάγκη τοῦτον, ὡς εἰς τὴν μονὴν τὴν οἰκείαν χωρῆσαι δυνηθῆναι. πλέον δέ ἐστι τοῦ πιστεῦσαι τὸ γνῶναι, καθάπερ ἀμέλει τοῦ σωθῆναι τὸ καὶ μετὰ τὸ σωθῆναι τιμῆς τῆς ἀνωτάτω ἀξιωθῆναι. διὰ πολλῆς τοίνυν τῆς παιδείας ἀπεκδυσάμενος τὰ πάθη ὁ πιστὸς ἡμῖν μέτεισιν ἐπὶ τὴν βελτίονα τῆς προτέρας μονήν, μεγίστην κόλασιν ἐπιφερόμενος τὸ ἰδίωμα τῆς μετανοίας ὧν ἐξήμαρτεν μετὰ τὸ βάπτισμα. ἀνιᾶται γοῦν ἔτι μᾶλλον ἤτοι μηδέπω ἢ καὶ μηδ’ ὅλως τυγχάνων ὧν ἄλλους ὁρᾷ μετειληφότας.2 πρὸς δὲ καὶ ἐπαισχύνεται τοῖς πλημμεληθεῖσιν αὐτῷ, αἳ δὴ μέγισται κολάσεις εἰσὶ τῷ πιστῷ. ἀγαθὴ γὰρ ἡ τοῦ θεοῦ δικαιοσύνη καὶ δικαία ἐστὶν ἡ ἀγαθότης αὐτοῦ. κἂν παύσωνται ἄρα που αἱ τιμωρίαι κατὰ τὴν ἀποπλήρωσιν τῆς ἐκτίσεως καὶ τῆς ἑκάστου ἀποκαθάρσεως, μεγίστην ἔχουσι παραμένουσαν λύπην οἱ τῆς ἄλλης ἄξιοι εὑρεθέντες αὐλῆς τὴν ἐπὶ τῷ μὴ συνεῖναι τοῖς διὰ δικαιοσύνην δοξασθεῖσιν.

因此,人不可能在放纵的同时成为信者;即便他不脱离肉体,也必须放下情欲,以便能够进入合宜的住处。正如得救之后蒙尊于至高荣耀确实大于仅仅得救一样,知晓亦大于相信。因此,藉着长久的管教脱去情欲后,我们的信者便迁入比先前更美好的住处,但承受着最大的惩罚,即对他受洗之后所犯过错之悔改的特有性质。他尤为悲痛,或是因为尚未得到、或是因为根本未能得到他看见别人已然分享的分。此外,他也为自己所犯的过错感到羞愧,这对信者而言确是最大的惩罚。因为神的公义是良善的,祂的良善也是公义的。即便在各自偿清与洁净完全之后惩戒在某处止息,那些被发现配得另一个圈的人,因不能与那些因公义得荣耀者同在,仍怀有最大的长存哀伤。

§6.14.110

Αὐτίκα ὁ Σολομὼν σοφὸν καλῶν τὸν γνωστικὸν περὶ τῶν θαυμαζόντων αὐτοῦ τὸ ἀξίωμα τῆς μονῆς τάδε φησίν· ὄψονται γὰρ τελευτὴν σοφοῦ καὶ οὐ νοήσουσι, τί ἐβουλεύσατο περὶ αὐτοῦ καὶ εἰς τί ἠσφαλίσατο αὐτὸν ὁ κύριος· ἐπί τε τῆς δόξης ἐροῦσιν αὐτοῦ· οὗτος ἦν ὃν ἔσχομέν ποτε εἰς γέλωτα καὶ εἰς παραβολὴν ὀνειδισμοῦ, οἱ ἄφρονες· τὸν βίον αὐτοῦ ἐλογισάμεθα μανίαν καὶ τὴν τελευτὴν αὐτοῦ ἄτιμον· πῶς κατελογίσθη ἐν υἱοῖς θεοῦ καὶ ἐν ἁγίοις ὁ κλῆρος αὐτοῦ ἐστιν; οὐ μόνον τοίνυν ὁ πιστός, ἀλλὰ καὶ ὁ ἐθνικὸς δικαιότατα κρίνεται. ἐπειδὴ γὰρ ᾔδει ὁ θεός, ἅτε προγνώστης ὤν, μὴ πιστεύσοντα τοῦτον, οὐδὲν ἧττον, ὅπως τήν γε καθ’ ἑαυτὸν ἀναδέξηται τελείωσιν, ἔδωκεν μὲν φιλοσοφίαν αὐτῷ, ἀλλὰ πρὸ τῆς πίστεως, ἔδωκεν δὲ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τὰ ἄστρα εἰς θρῃσκείαν, ἃ ἐποίησεν ὁ θεὸς τοῖς ἔθνεσιν, φησὶν ὁ νόμος, ἵνα μὴ τέλεον ἄθεοι γενόμενοι τελέως καὶ διαφθαρῶσιν. οἱ δὲ κἀν ταύτῃ γενόμενοι τῇ ἐντολῇ ἀγνώμονες, γλυπτοῖς προσεσχηκότες ἀγάλμασι, ἂν μὴ μετανοήσωσι, κρίνονται, οἳ μέν, ὅτι δυνηθέντες οὐκ ἠθέλησαν πιστεῦσαι τῷ θεῷ, οἳ δέ, ὅτι καὶ θελήσαντες οὐκ ἐξεπόνησαν3 περιγενέσθαι πιστοί· ναὶ μὴν κἀκεῖνοι οἱ ἀπὸ τῆς τῶν ἄστρων σεβήσεως μὴ ἐπαναδραμόντες ἐπὶ τὸν τούτων ποιητήν. ὁδὸς γὰρ ἦν αὕτη δοθεῖσα τοῖς ἔθνεσιν ἀνακῦψαι πρὸς θεὸν διὰ τῆς τῶν ἄστρων θρῃσκείας. οἱ δὲ μὴ ἐπὶ τούτοις θελήσαντες ἐπιμεῖναι τοῖς δοθεῖσιν αὐτοῖς ἀστράσιν, ἀλλὰ καὶ τούτων ἀποπεσόντες εἰς λίθους καὶ ξύλα, ὡς χνοῦς, φησίν, ἐλογίσθησαν καὶ ὡς σταγὼν ἀπὸ κάδου, περισσοὶ εἰς σωτηρίαν,4 οἱ ἀπορριπτόμενοι τοῦ σώματος. ὥσπερ οὖν τὸ μὲν ἁπλῶς σῴζειν τῶν μέσων ἐστίν, τὸ δ’ ὀρθῶς καὶ δεόντως κατόρθωμα, οὕτως καὶ πᾶσα πρᾶξις γνωστικοῦ μὲν κατόρθωμα, τοῦ δὲ ἁπλῶς πιστοῦ μέση πρᾶξις λέγοιτ’ ἄν, μηδέπω κατὰ λόγον ἐπιτελουμένη μηδὲ μὴν κατ’ ἐπίστασιν κατορθουμένη, πᾶσα δὲ ἔμπαλιν τοῦ ἐθνικοῦ ἁμαρτητική· οὐ γὰρ τὸ ἁπλῶς εὖ πράττειν, ἀλλὰ τὸ πρός τινα σκοπὸν τὰς πράξεις ποιεῖσθαι καὶ κατὰ λόγον ἐνεργεῖν καθῆκον5 αἱ γραφαὶ παριστᾶσιν.

因此,所罗门称知解者为智者,关于那些惊叹于其住处尊荣的人如此说道:“因为他们必见智慧人的结局,却不明白神为他作了什么筹划,主为何将他置于安稳之处”;并在他得荣耀之时,他们必说:“愚妄的我们,曾视此人为戏笑与羞辱的借喻;我们曾以为他的生乃是狂乱,其死亦是不名誉的;如今他何以被列在神的众子之中,且他的福分是在圣徒中间呢?” 因此,不仅是信者,连外邦人也是被极公义地审判的。因为神既然预见,知道此人不会相信,然而为了使他也能领受他力所能及的完全,便在信仰之前赐予了他哲学,且将太阳、月亮和星辰赐予其敬拜——律法说,这是神为万民所造的,免得他们全然成为无神者而全然灭亡。但那些甚至在这条命令上也忘恩负义、倾心于雕刻偶像的人,若不悔改,便受审判:一些人是因为有能力却不愿信靠神;另一些人则是因为即便愿意,也没有努力到底以成为信者;确实,还有那些没有从敬拜星辰回转归向这些星辰的造物主的人。因为这是借着敬拜星辰而仰望神所赐予外邦人的道路。然而那些不愿固守赐予他们的星辰,反而从星辰堕落至石头和木头的人,经上说,“算如尘埃,又如水桶中的一滴”,对于救恩而言乃是多余的,是从身体上被弃绝的。因此,正如单单保全生命属于中间之事,而正确且合宜地行则是正德行为,同样,知解者的一切作为皆是正德行为,而单纯信者的作为则可被称为中间行为,因其尚未依从理性来成全,亦未依凭坚定认识而正行,但外邦人的行为反之则全都是有罪的;因为圣经所指明的责任,并不是单单行事良好,而是要向着特定目标行事,并依据理性行动。

语法注5 条
  1. 6.14.108ἐν ἑβδομάδι ἀναπαύσεως ... εἰς ὀγδοαδικῆς εὐεργεσίας κληρονομίαν

    从“安息的第七数/日”到“第八数善行的基业”的对比。ἑβδομάς代表传统的安息(第七日),而ὀγδοάς象征基督复活与知解者善行所达至的终末圆满境地(第八日)。

  2. 6.14.109ὧν ἐξήμαρτεν ... ὧν ἄλλους ὁρᾷ μετειληφότας

    两处ὧν皆体现了关系代词的吸引(attractio relativi)。前者省略先行词τούτων,原为内宾格的关系代词被吸引为属格;后者因分词τυγχάνων支配属格,先行词τούτων被吸收进关系代词ὧν中。

  3. 6.14.110οἳ μέν, ὅτι δυνηθέντες οὐκ ἠθέλησαν ... οἳ δέ, ὅτι καὶ θελήσαντες οὐκ ἐξεπόνησαν

    对此前主语οἱ δὲ ... κρίνονται(不悔改之人受审判)的部分同位语(schema kath' holon kai meros)。全体主语被细分为οἳ μέν ... οἳ δέ(一些人因为……另一些人因为……),各自带有引导原因的ὅτι从句。

  4. 6.14.111περισσοὶ εἰς σωτηρίαν

    形容词περισσοί接介词短语εἰς σωτηρίαν,意为“对于救恩而言是多余的/无益的”,即沦落于得救范围之外。它与随后的οἱ ἀπορριπτόμενοι τοῦ σώματος(从身体上被抛弃者)构成同位关系。

  5. 6.14.111τῶν μέσων ἐστίν ... κατόρθωμα ... μέση πρᾶξις ... ἁμαρτητική ... καθῆκον

    直接借用了斯多亚学派伦理学的专门术语:中间事物(τὰ μέσα)、正德/完全合宜的行为(κατόρθωμα)、中间行为(μέση πρᾶξις)、有罪/偏失的行为(ἁμαρτητική)以及本分/当为之事(καθῆκον)。革利免借此将知解者的行为归为最高阶的κατόρθωμα,将普通信徒的行为归为中间的μέση πρᾶξις,将外邦人的行为归为ἁμαρτητική。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:6.14.108-6.14.111