← 亚历山太的革利免

杂记

§6.13.105-6.13.107

列入使徒的知解者与属天品阶的模仿

阐述了知解者如何通过克服情欲与行善的完全达到与天使同等,并被列入使徒之中成为真正的长老以坐于天上的审判宝座。同时指明,打破犹太人与希腊人隔墙的唯一救赎之约,以及地上的教会圣职乃是对通向完全之人的属天品阶的模仿。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.13.105

Ὁ τοίνυν μετριοπαθήσας τὰ πρῶτα καὶ εἰς ἀπάθειαν μελετήσας αὐξήσας τε εἰς εὐποιίαν γνωστικῆς τελειότητος ἰσάγγελος μὲν ἐνταῦθα· φωτεινὸς δὲ ἤδη καὶ ὡς ὁ ἥλιος λάμπων κατὰ τὴν εὐεργεσίαν σπεύδει τῇ γνώσει τῇ δικαίᾳ δἰ ἀγάπης θεοῦ ἐπὶ τὴν ἁγίαν μονὴν καθάπερ οἱ ἀπόστολοι, οὐχ, ὅτι ἦσαν ἐκλεκτοί, γενόμενοι ἀπόστολοι κατά τι φύσεως ἐξαίρετον ἰδίωμα, ἐπεὶ καὶ ὁ Ἰούδας ἐξελέγη σὺν αὐτοῖς, ἀλλ’ οἷοί τε ἦσαν ἀπόστολοι γενέσθαι ἐκλεγέντες πρὸς τοῦ καὶ τὰ τέλη προορωμένου. ὁ γοῦν μὴ σὺν αὐτοῖς ἐκλεγεὶς Ματθίας, ἄξιον ἑαυτὸν παρασχόμενος τοῦ γενέσθαι ἀπόστολον, ἀντικατατάσσεται Ἰούδα.

因此,起初节制情欲、操练达至无情欲之境,并在知解之完全的善行中渐进成长的人,在此世便已与天使同等;他如今已然充满光明,在施惠上如同太阳般照耀,借着由神的爱而来的公义知解,正像使徒们一样奔向那神圣的居所——使徒们之所以成为使徒,并非因为他们依循某种先天的卓越属性便是被选拔的,因为犹大也是与他们一同蒙选的,而是因为当他们被那预见终局者选拔时,他们能够成为使徒。无论如何,那未曾与他们一同蒙选的马提亚,因显明自己配得成为使徒,便被替补入列代替了犹大。

§6.13.106

ἔξεστιν οὖν καὶ νῦν ταῖς κυριακαῖς ἐνασκήσαντας ἐντολαῖς,1 κατὰ τὸ εὐαγγέλιον τελείως βιώσαντας καὶ γνωστικῶς, εἰς τὴν ἐκλογὴν τῶν ἀποστόλων ἐγγραφῆναι. οὗτος πρεσβύτερός ἐστι τῷ ὄντι τῆς ἐκκλησίας καὶ διάκονος ἀληθὴς τῆς τοῦ θεοῦ βουλήσεως, ἐὰν ποιῇ καὶ διδάσκῃ τὰ τοῦ κυρίου, οὐχ ὑπ’ ἀνθρώπων χειροτονούμενος οὐδ’, ὅτι πρεσβύτερος, δίκαιος νομιζόμενος, ἀλλ’, ὅτι δίκαιος, ἐν πρεσβυτερίῳ καταλεγόμενος· κἂν ἐνταῦθα ἐπὶ γῆς πρωτοκαθεδρίᾳ μὴ τιμηθῇ, ἐν τοῖς εἴκοσι καὶ τέσσαρσι καθεδεῖται θρόνοις τὸν λαὸν κρίνων, ὥς φησιν ἐν τῇ ἀποκαλύψει Ἰωάννης. μία μὲν γὰρ τῷ ὄντι διαθήκη ἡ σωτήριος ἀπὸ καταβολῆς κόσμου εἰς ἡμᾶς διήκουσα, κατὰ διαφόρους γενεάς τε καὶ χρόνους διάφορος εἶναι τὴν δόσιν ὑποληφθεῖσα. ἀκόλουθον γὰρ εἶναι2 μίαν ἀμετάθετον σωτηρίας δόσιν παρ’ ἑνὸς θεοῦ δἰ ἑνὸς κυρίου πολυτρόπως ὠφελοῦσαν, δἰ ἣν αἰτίαν τὸ μεσότοιχον αἴρεται τὸ διορίζον τοῦ Ἰουδαίου τὸν Ἕλληνα εἰς περιούσιον λαόν.

所以,如今那些操练主的诫命、依循福音完全且知解地生活的人,亦可被登入使徒的选拔之列。这等人实乃教会真正的长老,亦是神旨意真实的执事,若他践行并教导主的事,他并非由人所按立,亦非因身为长老而被视为义人,而是因是义人才被列入长老阶层;纵然在此世地上未受首席之尊,他也将如约翰在启示录中所言,坐在二十四座宝座上审判百姓。因为那拯救的约自创世延伸至我们,确实是唯一的,尽管在不同的世代与时期中,其恩赐被设想为是有所差异的。因为出自独一的神、借着独一的主、以多种方式施益的一项不可改变的救恩赐予自当存在,为了这个缘故,那把希腊人与犹太人隔开的中间隔断的墙便被拆毁,使〔两者〕成为选民。

§6.13.107

καὶ οὕτως ἄμφω εἰς τὴν ἑνότητα τῆς πίστεως καταντῶσιν, καὶ ἡ ἐξ ἀμφοῖν ἐκλογὴ μία. καὶ τῶν ἐκλεκτῶν, φησίν, ἐκλεκτότεροι οἱ κατὰ τὴν τελείαν γνῶσιν καὶ τῆς ἐκκλησίας αὐτῆς ἀπηνθισμένοι καὶ τῇ μεγαλοπρεπεστάτῃ δόξῃ τετιμημένοι, κριταί τε καὶ διοικηταί, ἐπ’ ἴσης ἔκ τε Ἰουδαίων ἔκ τε Ἑλλήνων, οἱ τέσσαρες καὶ εἴκοσι, διπλασιασθείσης τῆς χάριτος· ἐπεὶ καὶ αἱ ἐνταῦθα κατὰ τὴν ἐκκλησίαν προκοπαὶ ἐπισκόπων, πρεσβυτέρων, διακόνων μιμήματα, οἶμαι, ἀγγελικῆς δόξης κἀκείνης τῆς οἰκονομίας τυγχάνουσιν, ἣν ἀναμένειν φασὶν αἱ γραφαὶ τοὺς κατ’ ἴχνος τῶν ἀποστόλων ἐν τελειώσει δικαιοσύνης κατὰ τὸ εὐαγγέλιον βεβιωκότας. ἐν νεφέλαις τούτους ἀρθέντας γράφει ὁ ἀπόστολος διακονήσειν μὲν τὰ πρῶτα, ἔπειτα ἐγκαταταγῆναι3 τῷ πρεσβυτερίῳ κατὰ προκοπὴν δόξης (δόξα γὰρ δόξης διαφέρει), ἄχρις ἂν εἰς τέλειον ἄνδρα αὐξήσωσιν.

这样,两者便都达到了信仰的合一,由两者而出的选拔乃是同一的。并且经上说,在选民之中更蒙拣选的,乃是那些依照完全的认识从教会本身中被遴选出来、并蒙受至为宏伟的荣耀之人,即裁判者与治理者,犹太人与希腊人各占相等人数,共二十四位,恩典得以加倍;因为我认为,在此世教会中主教、长老、执事的阶位递升,正是对天使荣耀及那项经纶的模仿,经上说这经纶正等待着那些依循福音在公义的完全中追随使徒脚踪生活的人。 使徒写道,这些被提到云里的人,起初将行使服事,随后按照荣耀的进深(因为荣耀与荣耀不同)被编入长老之列,直等他们长大成人,达到完全之人。

语法注3 条
  1. 6.13.106ἔξεστιν οὖν καὶ νῦν ταῖς κυριακαῖς ἐνασκήσαντας ἐντολαῖς

    在由无人称动词 ἔξεστιν(“可以/可能”)所引导的不定式结构中,动词不定式 ἐγγραφῆναι 的逻辑主语并未采用与格,而是由宾格分词(ἐνασκήσαντας, βιώσαντας)表示。尽管 ἔξεστι 常接与格,但当其与后随的不定式紧密结合时,常构成这种以宾格作主语的标准结构。

  2. 6.13.106ἀκόλουθον γὰρ εἶναι

    无人称表语形容词 ἀκόλουθον(“……是理所当然的/合乎逻辑的”)省略了系动词 ἐστίν,存在动词不定式 εἶναι(“存在”)以宾格短语 μίαν ἀμετάθετον σωτηρίας δόσιν ... 为逻辑主语构成宾格加不定式结构,充当 ἀκόλουθον [ἐστιν] 的主语从句。

  3. 6.13.107διακονήσειν μὲν τὰ πρῶτα, ἔπειτα ἐγκαταταγῆναι

    由动词 γράφει(“写道”)所支配的宾格加动词不定式结构,以前述的 τούτους ἀρθέντας 为其主语。将来时不定式 διακονήσειν 与不定过去时不定式 ἐγκαταταγῆναι 借由相关连词 μὲν ... ἔπειτα 相连,通过时态与体貌的结合,表明了“先服事,随后被列入长老阶层”这一属灵进深的先后阶段与次序。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:6.13.105-6.13.107