- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:6.12.102-6.12.104
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本文阐述知解者如何通过恒常祈祷、全备戒恶以及实行善举而达至完全的公义并同化于神。进而说明神的良善能力如摩西面上的荣光般印记在灵魂上,彰显了效法神不断行善的实质。
Εὔχεται τοίνυν ὁ γνωστικὸς καὶ κατὰ τὴν ἔννοιαν πᾶσαν ὥραν, δἰ ἀγάπης οἰκειούμενος τῷ θεῷ. καὶ τὰ μὲν πρῶτα ἄφεσιν ἁμαρτιῶν αἰτήσεται, μετὰ δὲ τὸ μηκέτι ἁμαρτάνειν ἔτι τὸ εὖ ποιεῖν δύνασθαι1 καὶ πᾶσαν τὴν κατὰ τὸν κύριον δημιουργίαν τε καὶ οἰκονομίαν συνιέναι, ἵνα δή, καθαρὸς τὴν καρδίαν γενόμενος, δἰ ἐπιγνώσεως τῆς διὰ τοῦ υἱοῦ τοῦ θεοῦ πρόσωπον πρὸς πρόσωπον τὴν μακαρίαν θέαν μυηθῇ, ἐπακούσας τῆς λεγούσης γραφῆς ἀγαθὸν νηστεία μετὰ προσευχῆς· νηστεῖαι δὲ ἀποχὰς κακῶν μηνύουσιν πάντων ἁπαξαπλῶς, τῶν τε κατ’ ἐνέργειαν καὶ κατὰ λόγον καὶ κατὰ τὴν διάνοιαν αὐτήν. ὡς ἔοικεν οὖν ἡ δικαιοσύνη τετράγωνός ἐστι, πάντοθεν ἴση καὶ ὁμοία ἐν λόγῳ, ἐν ἔργῳ, ἐν ἀποχῇ κακῶν, ἐν εὐποιίᾳ, ἐν τελειότητι γνωστικῇ, οὐδαμῇ οὐδαμῶς χωλεύουσα, ἵνα μὴ ἄδικός τε καὶ ἄνισος φανῇ. ᾗ μὲν οὖν τίς ἐστι δίκαιος, πάντως οὗτος καὶ πιστός, ᾗ δὲ πιστός, οὐδέπω καὶ δίκαιος, τὴν κατὰ προκοπὴν καὶ τελείωσιν δικαιοσύνην λέγω, καθ’ ἣν ὁ γνωστικὸς δίκαιος λέγεται.
因此,知解者每时每刻即便在心念中也在祈祷,借由爱与神亲密契合。他起初将祈求罪得赦免,而在不再犯罪之后,他将进一步祈求能够行善,并理解依循主的一切创造与经纶,以期在清心之后,借着由神的儿子而来的确切认识,得以面对面领受福乐的观照之奥秘,因他听从了经上所言:‘禁食伴随祈祷是好的。’而禁食指明了对一切恶的绝对戒绝,无论是在行为中、在言语中,抑或在心思本身之中。由此看来,公义犹如正方之体,在言语上、在行为上、在戒绝恶事上、在行善上、在知解的完全上,各方面皆均等同质,绝无跛足欠缺,免得显得不公与不均。因此,就某人是义人而言,他无论如何也是有信仰的;但就其是有信仰的而言,他尚未必定是义人——我指的是依循进深与完全的公义,知解者正是依此被称为义人。
αὐτίκα τῷ Ἀβραὰμ πιστῷ γενομένῳ ἐλογίσθη εἰς δικαιοσύνην, εἰς τὸ μεῖζον καὶ τελειότερον τῆς πίστεως προβεβηκότι. οὐ γὰρ ὁ ἀπεχόμενος μόνον τῆς κακῆς πράξεως δίκαιος, ἐὰν μὴ προσεξεργάσηται καὶ τὸ εὖ ποιεῖν καὶ τὸ γινώσκειν, δἰ ἣν αἰτίαν τῶν μὲν ἀφεκτέον, τὰ δ’ ἐνεργητέον. διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν φησὶν ὁ ἀπόστολος παραπέμπεσθαι τὸν δίκαιον εἰς κληρονομίαν τὴν ἄκραν, ὑπὸ τῶν μὲν πεφραγμένον, τοῖς δὲ καὶ ἐνεργοῦντα.2 οὐ γὰρ ἡ σκέπη μόνη τῆς παντευχίας καὶ ἡ τῶν ἁμαρτημάτων ἀποχὴ ἱκανὴ πρὸς τελείωσιν, εἰ μὴ προσλάβοι τὸ ἔργον τῆς δικαιοσύνης, τὴν εἰς εὐποιίαν ἐνέργειαν. τότε ὁ περιδέξιος ἡμῖν καὶ γνωστικὸς ἐν δικαιοσύνῃ ἀποκαλύπτεται, δεδοξασμένος ἤδη κἀνθένδε καθάπερ ὁ Μωυσῆς τὸ πρόσωπον, ὅπερ ἐν τοῖς πρόσθεν ἰδίωμα χαρακτηριστικὸν τῆς δικαίας εἰρήκαμεν ψυχῆς. καθάπερ γὰρ τοῖς ἐρίοις ἡ στῦψις τῆς βαφῆς ἐμμείνασα τὴν ἰδιότητα καὶ παραλλαγὴν πρὸς τὰ λοιπὰ παρέχει ἔρια, οὕτως κἀπὶ τῆς ψυχῆς ὁ μὲν πόνος παρῆλθεν, μένει δὲ τὸ καλόν, καὶ τὸ μὲν ἡδὺ καταλείπεται, ἀναμάσσεται δὲ τὸ αἰσχρόν.3 αὗται γὰρ ἑκατέρας ψυχῆς χαρακτηριστικαὶ ποιότητες, ἀφ’ ὧν γνωρίζεται ἡ μὲν δεδοξασμένη, ἡ δὲ κατεγνωσμένη.
例如,亚伯拉罕在成为信者时,‘这便算为他的义’,因为他已进至比信仰更伟大、更完全的境地。因为单单戒除恶行之人并非义人,除非他进而实践行善,并知晓为何有些事当戒绝、有些事当践行的缘由。使徒说,义人是借着在右在左仁义的兵器被护送到至高的基业,他蒙一方护卫,同时以另一方从事行动。因为单靠全副军装的庇护和戒除罪恶并不足以达到完全,除非它吸纳公义的作为,即导向行善的行动。那时,我们兼备左右的知解者便在公义中显现出来,宛如摩西的面容一般,已在今世蒙受荣耀,这便是我们此前所说的义人灵魂的特征性属性。正如羊毛经受染料的沉着而留存独特的质地并与其他羊毛显出差异,在灵魂中亦是如此:辛劳消逝了,而善美留存;逸乐离去了,而丑恶留下印记。因为这些乃是各自灵魂的特征属性,借此一者被认作是蒙荣耀的,另一者被认作是被定罪的。
ναὶ μὴν καθάπερ τῷ Μωυσεῖ ἐκ τῆς δικαιοπραγίας καὶ τῆς κατὰ τὸ συνεχὲς πρὸς τὸν θεὸν τὸν λαλοῦντα αὐτῷ ὁμιλίας ἐπίχροιά τις ἐπεκάθιζε τῷ προσώπῳ δεδοξασμένη, οὕτως καὶ τῇ δικαίᾳ ψυχῇ θεία τις ἀγαθωσύνης δύναμις κατά τε ἐπισκοπὴν κατά τε τὴν προφητείαν κατά τε τὴν διοικητικὴν ἐνέργειαν ἐγχριπτομένη οἷον ἀπαυγάσματος νοεροῦ καθάπερ ἡλιακῆς ἀλέας ἐναποσημαίνεταί τι, δικαιοσύνης σφραγῖδα ἐπιφανῆ, φῶς ἡνωμένον ψυχῇ δἰ ἀγάπης ἀδιαστάτου, θεοφορουμένης. ἐνταῦθα ἡ ἐξομοίωσις ἡ πρὸς τὸν σωτῆρα θεὸν ἀνακύπτει τῷ γνωστικῷ, εἰς ὅσον ἀνθρωπίνῃ θεμιτὸν φύσει, γινομένῳ τελείῳ ὡς ὁ πατήρ, φησίν, ὁ ἐν τοῖς οὐρανοῖς. αὐτός ἐστιν ὁ εἰπών· τεκνία, ἔτι μικρὸν μεθ’ ὑμῶν εἰμι, ἐπεὶ καὶ ὁ θεός, οὐχ ᾗ φύσει ἀγαθός ἐστι, ταύτῃ μένει μακάριος καὶ ἄφθαρτος, οὔτε πράγματ’ ἔχων οὔτε ἄλλῳ παρέχων ποιῶν δὲ ἰδίως ἀγαθά, θεὸς ὄντως καὶ πατὴρ ἀγαθὸς ὤν τε καὶ γινόμενος ἐν ἀδιαλείπτοις εὐποιίαις, ἐν ταὐτότητι τῆς ἀγαθωσύνης ἀπαραβάτως μένει. τί γὰρ ὄφελος ἀγαθοῦ μὴ ἐνεργοῦντος μηδὲ ἀγαθύνοντος;
诚然,正如摩西因其实践公义并与向他说话的神恒常交通,脸上便笼罩着一层得荣耀的光彩,对义人的灵魂亦是如此:神圣的良善能力在护佑、预言及治理行动中贴近灵魂,如同太阳的温暖一般印刻出理智的光华,这乃是公义昭彰的印记,是通过不可分离的爱与神所眷顾的灵魂融为一体的光芒。在此,知解者在人性所容许的限度内,达成了向救主神的同化,成为完全,正如祂所言:‘像在天上的父一样。’正是祂自己说过:‘小子们,我还有不多的时候与你们同在’;因为神亦非仅因在本性上是善的,便以‘既不自寻烦恼亦不加烦恼于人’的方式保持其福乐与不朽,而是通过独特地施行善事,在不息的恩惠中既是且成为真正的神与良善的父,不偏不倚地持守在良善的一贯性中。因为不施作为、亦不行善的善,又能有什么益处呢?
- 6.12.102μετὰ δὲ τὸ μηκέτι ἁμαρτάνειν ἔτι τὸ εὖ ποιεῖν δύνασθαι
主句动词 αἰτήσεται 在此省略,带冠词的不定式短语 τὸ εὖ ποιεῖν δύνασθαι 与 [τὸ] συνιέναι 均作为其宾语发挥语法功能。
- 6.12.103ὑπὸ τῶν μὲν πεφραγμένον, τοῖς δὲ καὶ ἐνεργοῦντα
此句承接上文‘左右的兵器’构成了严格的对仗。ὑπὸ τῶν μέν(指左手持有的防御性盾牌)与被动分词 πεφραγμένον 搭配充当施事/手段,而工具与格 τοῖς δέ(指右手持有的攻击性武器)则与主动分词 ἐνεργοῦντα 搭配表示手段。
- 6.12.103τὸ μὲν ἡδὺ καταλείπεται, ἀναμάσσεται δὲ τὸ αἰσχρόν
此处引用了古代道德格言,与前句‘辛劳消逝了,而善美留存’相对照。 καταλείπεται 取‘离去/消退’之意,中间态动词 ἀναμάσσεται 则取‘涂抹其上/留下难以抹灭之污痕’之意,以此对比短暂的逸乐与长存的耻辱。
