- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:6.12.99-6.12.101
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者确立了认识作为自足的最高善,阐述知解者如何将欲望节制在必需之内并超越尘世羁绊。他进而论证神乃知人心者,无需祷告言辞即可照知解者心中的纯然意念施予恩典。
τελειότατον ἄρα ἀγαθὸν ἡ γνῶσις, δἰ αὑτὴν οὖσα αἱρετή, κατ’ ἐπακολούθημα δὲ καὶ τὰ διὰ ταύτης ἀκολουθοῦντα καλά. καὶ ἡ κόλασις τῷ μὲν κολαζομένῳ διορθώσεως αἰτία, τοῖς δὲ διορᾶν πόρρωθεν δυναμένοις παράδειγμα γίνεται, δἰ οὗ τὸ συνεμπίπτειν τοῖς ὁμοίοις ἀνακόπτουσιν. δεξώμεθα οὖν τὴν γνῶσιν οὐ τῶν ἀποβαινόντων ἐφιέμενοι, ἀλλ’ αὐτοῦ ἕνεκα τοῦ γινώσκειν ἀσπαζόμενοι. πρώτη γὰρ ὠφέλεια ἡ ἕξις ἡ γνωστική, ἡδονὰς ἀβλαβεῖς παρεχομένη καὶ ἀγαλλίασιν καὶ νῦν καὶ εἰς ὕστερον. τὴν δὲ ἀγαλλίασιν εὐφροσύνην εἶναί φασιν, ἐπιλογισμὸν οὖσαν τῆς κατὰ τὴν ἀλήθειαν ἀρετῆς διά τινος ἑστιάσεως καὶ διαχύσεως ψυχικῆς. τὰ δὲ μετέχοντα τῆς γνώσεως ἔργα αἱ ἀγαθαὶ καὶ καλαὶ πράξεις εἰσίν. πλοῦτος μὲν γὰρ ἀληθὴς ὁ ἐν ταῖς κατὰ τὴν ἀρετὴν πράξεσι πλεονασμός, πενία δὲ ἡ κατὰ τὰς κοσμικὰς ἐπιθυμίας ἀπορία. αἱ κτήσεις γὰρ καὶ χρήσεις τῶν ἀναγκαίων οὐ τὴν ποιότητα ἔχουσι βλαβεράν, ἀλλὰ τὴν παρὰ τὸ μέτρον ποσότητα.
因此,认识乃是最完全的善,因其自身而被选择;相应地,借由认识而产生的善美之物亦是善。刑罚对于受罚者而言是纠正的原因,对于能够远见卓识的人而言则成了榜样,借此他们遏制自己陷于同等的境地。因此,让我们领受认识,不是贪求其所产生的结果,而是因知晓本身而欢迎它。因为第一益处乃是知解者的品性状态,在当下与未来皆提供无害的快乐与欣喜。人们说欣喜乃是欢愉,是通过灵魂的盛宴与开朗对真理之德行的省察。而分享认识的作为,便是美好而善的行动。因为真正的财富乃是依循德行的行动中的丰盛,而贫困则是依循尘世欲望的匮乏;因为必需品的获得与使用,其性质并非有害,有害的乃是逾越规度的数量。
διόπερ τὰς ἐπιθυμίας ὁ γνωστικὸς περιγράφει κατά τε τὴν κτῆσιν κατά τε τὴν χρῆσιν, οὐχ ὑπερβαίνων τὸν τῶν ἀναγκαίων ὅρον. τὸ ζῆν ἄρα τὸ ἐνταῦθα ἀναγκαῖον ἡγούμενος εἰς ἐπιστήμης συναύξησιν καὶ τὴν περιποίησιν τῆς γνώσεως, οὐ τὸ ζῆν, ἀλλὰ τὸ εὖ ζῆν περὶ πλείστου ποιήσεται, μήτ’ οὖν παῖδας μήτ’ αὖ γάμον ἢ τοὺς γονεῖς τῆς πρὸς τὸν θεὸν ἀγάπης καὶ τῆς ἐν βίῳ δικαιοσύνης προτιμῶν. ἀδελφὴ δὲ τούτῳ ἡ γυνὴ μετὰ τὴν παιδοποιίαν, ὡς καὶ ὁμοπατρία, κρίνεται, τότε μόνον τοῦ ἀνδρὸς ἀναμιμνῃσκομένη, ὁπηνίκα ἂν τοῖς τέκνοις προσβλέπῃ, ὡς ἂν ἀδελφὴ τῷ ὄντι ἐσομένη καὶ μετὰ τὴν ἀπόθεσιν τῆς σαρκὸς τῆς διαχωριζούσης καὶ διοριζούσης τὴν γνῶσιν τῶν πνευματικῶν τῇ ἰδιότητι τῶν σχημάτων. αὐταὶ γὰρ καθ’ αὑτὰς ἐπ’ ἴσης εἰσὶ ψυχαὶ αἱ ψυχαὶ οὐθέτεραι, οὔτε ἄρρενες οὔτε θήλειαι, ἐπὰν μήτε γαμῶσι μήτε γαμίσκωνται· καὶ μή τι οὕτως μετατίθεται εἰς τὸν ἄνδρα ἡ γυνή,1 ἀθήλυντος ἐπ’ ἴσης καὶ ἀνδρικὴ καὶ τελεία γενομένη.
因此,知解者在获取与使用两方面皆规范其欲望,不逾越必需之物的界限。他既然认为今世的生活对于学问的增长与认识的获得乃是必需的,他便会将不是活着、而是活得美好置于首位,绝不将儿女、婚姻或父母置于对神的爱与生命中的公义之上。生子之后,妻子在他看来便被视如姐妹,同受一父,唯有在瞻望儿女之时方想起丈夫,宛如在脱去那以形态特征将认识与属灵者划分隔绝的肉体之后,亦真真正正将成为姐妹一般。因为灵魂就其自身而言同样是灵魂,两者皆非,既非男亦非女,只要它们既不娶也不嫁;而女人不正是借此方式转变为男人,同样变得褪除雌柔、英武刚强且达至完全吗?
τοῦτ’ ἦν ἄρα ὁ τῆς Σάρρας γένεσιν παιδὸς εὐαγγελισθείσης γέλως, οὐκ ἀπιστησάσης, οἶμαι, τῷ ἀγγέλῳ, καταιδεσθείσης δὲ ἐκείνην αὖθις τὴν ὁμιλίαν, δἰ ἧς ἔμελλεν παιδὸς γενήσεσθαι μήτηρ. καὶ μή τι ἔκτοτε ὁ Ἀβραάμ, ὁπηνίκα παρὰ τῷ βασιλεῖ τῆς Αἰγύπτου διὰ τὸ τῆς Σάρρας ἐκινδύνευεν κάλλος, οἰκείως αὐτὴν ἀδελφὴν προσεῖπεν καὶ ὁμοπατρίαν, ἀλλ’ ὁμομητρίαν οὐδέπω. Τοῖς μὲν οὖν ἐξ ἁμαρτιῶν μετανενοηκόσι καὶ μὴ στερεῶς πεπιστευκόσι διὰ τῶν δεήσεων παρέχει ὁ θεὸς τὰ αἰτήματα, τοῖς δ’ ἀναμαρτήτως καὶ γνωστικῶς βιοῦσιν ἐννοησαμένοις μόνον δίδωσιν. αὐτίκα τῇ Ἄννῃ ἐννοηθείσῃ μόνον τοῦ παιδὸς ἐδόθη σύλληψις τοῦ Σαμουήλ. αἴτησαι, φησὶν ἡ γραφή, καὶ ποιήσω· ἐννοήθητι καὶ δώσω. καρδιογνώστην γὰρ τὸν θεὸν παρειλήφαμεν, οὐκ ἐκ κινήματος ψυχῆς τεκμαιρόμενον καθάπερ ἡμεῖς οἱ ἄνθρωποι, ἀλλ’ οὐδὲ ἐκ τοῦ ἀποβαίνοντος (γελοῖον γὰρ οὕτως νοεῖν), οὐδέ, ὡς ὁ ἀρχιτέκτων γενόμενον τὸ ἔργον ἐπῄνεσε, καὶ ὁ θεὸς οὕτως ποιήσας τὸ φῶς, ἔπειτα ἰδών, καλὸν εἶπεν· ὃ δέ, καὶ πρὶν ἢ ποιῆσαι, οἷον ἔσται, εἰδώς, τοῦτο ἐπῄνεσεν· τὸ δ’ ἐγένετο δυνάμει ποιοῦντος καλὸν ἄνωθεν διὰ τῆς ἀνάρχου προθέσεως τὸ ἐσόμενον ἐνεργείᾳ καλόν.2 αὐτίκα τὸ ἐσόμενον ἤδη προεῖπεν εἶναι καλόν, τῆς φράσεως ὑπερβατῷ κρυψάσης τὴν ἀλήθειαν.3
因此,这便是撒拉在听闻生子喜讯时的微笑,我想她并非不信使者,而是对将使她再度成为母亲的那种同房感到羞赧。而这不正是自那时起,亚伯拉罕因撒拉的美貌而在埃及其王面前遇险时,恰如其分地称她为姐妹和同父者、却尚未称为同母者的缘由吗? 因此,对于从罪中悔改却尚未笃信之人,神通过祈求赐予他们所求之事;但对于无罪且依循认识而生活的人,神仅凭他们心念一动便赐予。例如哈拿仅一动念,便蒙赐受孕怀了撒母耳。经上说:“你求,我便成就;你心念之,我便赐予。”因为我们蒙受教导,神乃是知人心者,并非如我们世人那样从灵魂的活动推知,更非从事情的结果推知(如此设想乃是荒谬的);亦非如建筑师对已成的作品加以赞赏那般,神在造光之后看见了方说“好”;相反,祂在造光之前便知其当如何,因而予以赞许。由于神借着无始的旨意,从至高之处使那在实际行动中将成为美善的、在潜能上已是美善,光便得以生成。事实上,〔神〕已预先宣告将要生成的即已是美善的,只是句式以倒装手法遮蔽了这一真理。
- 6.12.100καὶ μή τι οὕτως μετατίθεται εἰς τὸν ἄνδρα ἡ γυνή
虚词 μή τι 用于疑问句中,表示委婉的推测或反诘性暗示(“难道不是……吗?”或“或许正是……”)。作者借此审慎地提出,超越性别的灵魂在认识中褪去阴柔、进至属灵之完满(男性之完全)。
- 6.12.101τὸ δ’ ἐγένετο δυνάμει ποιοῦντος καλὸν ἄνωθεν διὰ τῆς ἀνάρχου προθέσεως τὸ ἐσόμενον ἐνεργείᾳ καλόν
结构由主句 τὸ δ’ ἐγένετο(“它便生成了”)及其后的属格独立结构(δυνάμει ποιοῦντος…)组成。神作为分词 ποιοῦντος(阳性单数属格)的逻辑主语,以 τὸ ἐσόμενον ἐνεργείᾳ καλόν(“在实际活动中将成为善的”)为宾语,并以 καλὸν 配合 δυνάμει(“在潜能上”)作宾语补足语。
- 6.12.101τῆς φράσεως ὑπερβατῷ κρυψάσης τὴν ἀλήθειαν
属格独立结构,其中名词 ὑπερβατόν(“倒装”、“语序颠倒”)的与格形式 ὑπερβατῷ 作方式/手段与格(“借由倒置”)。作者以此解释创世记第一章的经文叙述次序(造光后见为好)如何通过倒装修辞掩盖了神在造物之先已知其为善的实情。
