← 亚历山太的革利免

杂记

§6.12.96-6.12.98

亚当的受造与获取德行的资质及自由意志

针对异端关于亚当被造成完全还是不完全的论难,论证人被造并非天生全德,而是具备获取德行的资质,并阐述了自由意志、双重悔改以及认识作为自身即目的之善。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.12.96

Ὧι λόγῳ λύεται τὸ πρὸς τῶν αἱρετικῶν ἀπορούμενον ἡμῖν, πότερον τέλειος ἐπλάσθη ὁ Ἀδὰμ ἢ ἀτελής· ἀλλ’ εἰ μὲν ἀτελής, πῶς τελείου θεοῦ ἀτελὲς τὸ ἔργον καὶ μάλιστα ἄνθρωπος; εἰ δὲ τέλειος, πῶς παραβαίνει τὰς ἐντολάς; ἀκούσονται γὰρ καὶ παρ’ ἡμῶν ὅτι τέλειος κατὰ τὴν κατασκευὴν οὐκ ἐγένετο, πρὸς δὲ τὸ ἀναδέξασθαι τὴν ἀρετὴν ἐπιτήδειος· διαφέρει γὰρ δή που ἐπὶ τὴν ἀρετὴν γεγονέναι ἐπιτήδειον πρὸς τὴν κτῆσιν αὐτῆς·1 ἡμᾶς δὲ ἐξ ἡμῶν αὐτῶν βούλεται σῴζεσθαι. αὕτη οὖν φύσις ψυχῆς ἐξ ἑαυτῆς ὁρμᾶν· εἶτα λογικοὶ ὄντες λογικῆς οὔσης τῆς φιλοσοφίας συγγενές τι ἔχομεν πρὸς αὐτήν· ἡ δὲ ἐπιτηδειότης φορὰ μέν ἐστι πρὸς ἀρετήν, ἀρετὴ δ’ οὔ. Πάντες μὲν οὖν, ὡς ἔφην, πρὸς ἀρετῆς κτῆσιν πεφύκασιν, ἀλλ’ ὃ μὲν μᾶλλον, ὃ δ’ ἧττον πρόεισι τῇ τε μαθήσει τῇ τε ἀσκήσει, διὸ καὶ οἳ μὲν ἐξήρκεσαν μέχρι τῆς τελείας ἀρετῆς, οἳ δὲ μέχρι τινὸς ἔφθασαν, ἀμεληθέντες δ’ αὖ τινες, καὶ εἰ ἄλλως ἦσαν εὐφυεῖς, εἰς τοὐναντίον ἀπετράπησαν. πολὺ δὲ μᾶλλον ἡ μεγέθει πασῶν μαθήσεων καὶ ἀληθείᾳ διαφέρουσα γνῶσις χαλεπωτάτη κτήσασθαι καὶ ἐν πολλῷ καμάτῳ περιγίνεται.

通过这一论证,异端向我们提出的难题便迎刃而解:亚当究竟是被造成完全的,还是不完全的?因为若是不完全的,完全之神的造物——尤其是人——怎会是不完全的呢?但若是完全的,他又怎会违背诫命呢?因为他们也将从我们这里听见:他并非在构造上生来完全,而是被造得适于领受德行;因为生来具备向善的资质与真正拥有德行之间,确实有所不同;而且神愿意我们借着我们自身得救。因此,由自身发起动机正是灵魂的本性;进而,我们既是有理性的,而哲学亦是有理性的,我们与它便有某种亲缘性;而资质固然是迈向德行的倾向,却并非德行本身。 因此,正如我所言,所有人本性上都适于获取德行,但有人借着受教与操练前进得多,有人前进得少;因此,有人达至完全的德行,有人则到达某一程度,还有一些人虽另具天赋,却因荒废而转向了对立面。何况那在崇高与真理上超越一切学问的认识,更是极难获取,且需在巨大的辛劳中方能获得。

§6.12.97

ἀλλ’, ὡς ἔοικεν, οὐκ ἔγνωσαν μυστήρια θεοῦ, ὅτι ὁ θεὸς ἔκτισεν τὸν ἄνθρωπον ἐπὶ ἀφθαρσίᾳ καὶ εἰκόνα τῆς ἰδίας ἰδιότητος ἐποίησεν αὐτόν, καθ’ ἣν ἰδιότητα τοῦ πάντα εἰδότος ὁ γνωστικὸς καὶ δίκαιος καὶ ὅσιος μετὰ φρονήσεως εἰς μέτρον ἡλικίας τελείας ἀφικνεῖσθαι σπεύδει. ὅτι δ’ οὐ μόνον αἱ πράξεις καὶ αἱ ἔννοιαι, ἀλλὰ καὶ οἱ λόγοι καθαρεύουσι τῷ γνωστικῷ.2 ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυκτὸς φησίν· ἐπύρωσάς με καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία, ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων. καὶ τί λέγει τὰ ἔργα τῶν ἀνθρώπων; αὐτὴν τὴν ἁμαρτίαν γνωρίζει, οὐ παραχθεῖσαν ἐπὶ μετάνοιαν (κοινὸν γὰρ τοῦτο καὶ τῶν ἄλλων πιστῶν), ἀλλ’ ὅ ἐστιν ἁμαρτία· οὐδὲ γὰρ τῆσδέ τινος καταγινώσκει, ἀλλ’ ἁπλῶς πάσης τῆς ἁμαρτίας· οὐδ’ ὃ ἐποίησέν τις κακῶς, ἀλλὰ τὸ μὴ ποιητέον συνίστησιν. ὅθεν καὶ ἡ μετάνοια δισσή· ἣ μὲν κοινὴ ἐπὶ τῷ πεπλημμεληκέναι, ἣ δέ, τὴν φύσιν τῆς ἁμαρτίας καταμαθοῦσα, ἀφίστασθαι τοῦ ἁμαρτάνειν αὐτοῦ κατὰ προηγούμενον λόγον πείθει, ᾧ ἕπεται τὸ μὴ ἁμαρτάνειν.

然而,看来他们并不晓得神的奥秘,即“神造人原为不朽,并照自己特性的形象造他”;依据全知者的这一特性,那在明达中行义且圣洁的知解者,正竭力达到成熟身量的尺度。至于知解者不仅行为和心念是纯洁的,连言语也是纯洁的,经上说道: “你试验了我的心,你在夜间鉴察了我;你熬炼我,却见我毫无不义,免得我的口述说人的行径。” 他所谓的“人的行径”是指什么呢?他指的是罪本身,而非已被带入悔改中的罪(因为这对其他信徒亦是共通的),乃是指何为罪;因为他并非只谴责某一种罪,而是断然谴责一切罪;他论证的也不是某人行了恶事,而是论证那不可行之事本身。由此可见,悔改也是双重的:一种是因过犯而发的普遍悔改;另一种则是透彻领会了罪的本性后,基于根本的理性劝人戒除犯罪本身,而紧随其后的便是不去犯罪。

§6.12.98

Μὴ τοίνυν λεγόντων ὡς ὁ ἀδικῶν καὶ ἁμαρτάνων κατ’ ἐνέργειαν δαιμόνων πλημμελεῖ, ἐπεὶ κἂν ἀθῷος γένοιτο,3 τὰ δὲ αὐτὰ τοῖς δαιμονίοις κατὰ τὸ ἁμαρτάνειν αἱρούμενος, ἀνέδραστος καὶ κοῦφος καὶ εὐμετάβολος ἐν ἐπιθυμίαις, ὡς δαίμων, γίνεται ἄνθρωπος δαιμονικός. αὐτίκα ὁ μὲν κακὸς φύσι, ἁμαρτητικὸς διὰ κακίαν γενόμενος, φαῦλος καθέστηκεν, ἔχων ἣν ἑκὼν εἵλετο· ἁμαρτητικὸς δὲ ὢν καὶ κατὰ τὰς πράξεις διαμαρτάνει· ἔμπαλιν δὲ ὁ σπουδαῖος κατορθοῖ. διὸ οὐ μόνον τὰς ἀρετάς, ἀλλὰ καὶ τὰς πράξεις τὰς καλὰς ἀγαθὰ καλοῦμεν· τῶν δὲ ἀγαθῶν ἴσμεν τὰ μὲν αὐτὰ δἰ αὑτὰ αἱρετά, ὡς τὴν γνῶσιν (οὐ γὰρ ἄλλο τι ἐξ αὐτῆς θηρῶμεν, ἐπειδὰν παρῇ, ἢ μόνον τὸ παρεῖναι αὐτὴν καὶ ἐν ἀδιαλείπτῳ θεωρίᾳ ἡμᾶς εἶναι καὶ εἰς αὐτὴν καὶ δἰ αὐτὴν ἀγωνίζεσθαι), τὰ δὲ δἰ ἕτερα, ὡς τὴν πίστιν διὰ τὴν ἐξ αὐτῆς περιγενομένην φυγήν τε τῆς κολάσεως καὶ ὠφέλειαν τὴν ἐκ τῆς ἀνταποδόσεως. φόβος μὲν γὰρ αἴτιος τοῦ μὴ ἁμαρτάνειν τοῖς πολλοῖς, ἐπαγγελία δὲ ἀφορμὴ τοῦ διώκειν ὑπακοήν, δἰ ἧς ἡ σωτηρία.

因此,切勿让他们说行不义和犯罪之人是因魔鬼的作用而犯错,因为若是那样,他甚至就成了无辜之人;然而,人借着在犯罪上选择与魔鬼相同之事,在欲望中飘忽无定、轻浮善变,宛如魔鬼一般,便成了具有魔鬼性情的人。举例而言,恶人因恶行而变为易于犯罪者,便沦为卑劣,承受着自己自愿抉择的状态;既然易于犯罪,他在行事上也屡屡犯错;相反,贤德之人则恪行正道。因此,我们不仅将诸德行称为善,亦将一切美善的行为称为善;而在诸善之中,我们深知有些善因其自身而被选择,例如认识(因为一旦拥有它,我们从中别无所求,唯求其同在,求我们处于不间断的观照之中,并向着它、为了它而奋发);有些善则是因他物而被选择,例如信仰是因从它所获得的免受刑罚以及因报偿而得的益处。因为对大众而言,恐惧是不犯罪的原因,而应许则是追求顺服的契机,得救正是借这顺服而成就的。

语法注3 条
  1. 6.12.96διαφέρει γὰρ δή που ἐπὶ τὴν ἀρετὴν γεγονέναι ἐπιτήδειον πρὸς τὴν κτῆσιν αὐτῆς

    非人称动词 διαφέρει(“……之间有差别”)以不定式短语 ἐπὶ τὴν ἀρετὴν γεγονέναι ἐπιτήδειον(“被造成具备迈向德行的资质”)作主语,后接介词短语 πρὸς τὴν κτῆσιν αὐτῆς(“相比于对德行的获取本身”)表示对比的参照项。

  2. 6.12.97ὅτι δ’ οὐ μόνον αἱ πράξεις καὶ αἱ ἔννοιαι, ἀλλὰ καὶ οἱ λόγοι καθαρεύουσι τῷ γνωστικῷ

    此处的 ὅτι 名词从句缺乏显式的主句动词,构成破格句(anacoluthon)。它直接提出论点(“至于知解者不仅行为和心念,连言语也是纯洁的……”),并直接由紧随其后的经文引用(ἐδοκίμασας... φησίν)来充当其论证支持。

  3. 6.12.98ἐπεὶ κἂν ἀθῷος γένοιτο

    连词 ἐπεί 在此作省略性用法,意为“否则 / 若是如此的话”,引出反讽与归谬推理;搭配 κἂν(即 καὶ ἄν)加愿望语气(γένοιτο),表达“(如果罪责全在魔鬼)此人岂不反倒成为无辜之人”的荒谬推论。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:6.12.96-6.12.98