← 亚历山太的革利免

杂记

§6.11.93-6.11.95

反驳哲学无用论与预备学科之必要

作者回应了那些贬抑世俗学问与希腊哲学无用论的批评者,借助圣经引文、五饼二鱼神迹的寓意解释以及四达德的起源,论证了各门学科皆源于智慧,并作为通向真理必不可少的预备教育。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.11.93

ὁρᾷς τὴν τῶν μαθημάτων πηγὴν ἐκ τῆς σοφίας ὁρμωμένην; τοῖς δὲ ὑποκρούουσι, τί γὰρ ὄφελος εἰδέναι τὰς αἰτίας τοῦ πῶς κινεῖται ὁ ἥλιος, φέρε εἰπεῖν, καὶ τὰ λοιπὰ ἄστρα ἢ τὰ γεωμετρικὰ θεωρήματα ἐπεσκέφθαι ἢ τὰ διαλεκτικὰ καὶ τῶν ἄλλων ἕκαστον μαθημάτων, πρὸς γὰρ καθηκόντων ἀπόδοσιν ταῦτα μηδὲν ὠφελεῖν, εἶναί τε ἀνθρωπίνην σύνεσιν τὴν Ἑλληνικὴν φιλοσοφίαν. μὴ γὰρ εἶναι διδακτὴν τῆς ἀληθείας, ἐκεῖνα λεκτέον,1 πρῶτον μέν. ὅτι καὶ περὶ τὰ μέγιστα τῶν ὄντων πταίουσιν οὗτοι, τουτέστι τὴν προαίρεσιν τοῦ νοῦ. οἱ γὰρ φυλάσσοντες, φησίν, ὁσίως τὰ ὅσια ὁσιωθήσονται, καὶ οἱ διδαχθέντες αὐτὰ εὑρήσουσιν ἀπολογίαν. ὁ γνωστικὸς γὰρ μόνος εὐλόγως πάντα ὁσίως πράξει τὰ πρακτέα, ὡς μεμάθηκεν κατὰ τὴν τοῦ κυρίου διδασκαλίαν δἰ ἀνθρώπων παραλαβών. πάλιν τε αὖ ἀκούειν ἔξεστιν· ἐν γὰρ χειρὶ αὐτοῦ, τουτέστι τῇ δυνάμει καὶ σοφίᾳ, καὶ ἡμεῖς καὶ οἱ λόγοι ἡμῶν πᾶσά τε φρόνησις καὶ ἐργατειῶν ἐπιστήμη. οὐθὲν γὰρ ἀγαπᾷ ὁ θεὸς εἰ μὴ τὸν σοφίᾳ συνοικοῦντα. ἔπειτα δὲ οὐκ ἀνέγνωσαν τὸ πρὸς τοῦ Σολομῶντος εἰρημένον. περὶ γὰρ νεὼς κατασκευῆς διαλαβὼν ἄντικρύς φησιν· τεχνῖτις δὲ σοφία κατεσκεύασεν· ἡ δὲ σή, πάτερ, διακυβερνᾷ πρόνοια.

你看见各门学科的源泉乃是发自智慧了吗?然而对于那些提出反驳的人——他们说:“譬如说,知晓太阳以及其他星辰如何运行的原因,或者考究几何学定理、辩证法以及其他各门学科,究竟有什么益处呢?因为这些对于履行本分毫无裨益,而希腊哲学只是人的聪明,绝非真理的传授者”——对他们必须这样说:首先,他们在诸存在中最重大的事情上绊跌了,即心灵的自由抉择。“因为那些以圣洁之道持守圣事的人,”经上说,“必被定为圣洁;受教于这些事的人,必寻得辩护。”因为唯有真正的知解者,才能依主的教导照其所学,把一切当行之事合乎理性且圣洁地行出来,正如他是借着人而领受的一样。此外,我们又可以听见:“因为都在他的手中”——即在他的大能与智慧中——“无论是我们,还是我们的言语,以及一切聪明和技艺的知识。因为神除了与智慧同住的人之外,不爱任何人。” 其次,难道他们没有读过所罗门所说的话吗?因为他在谈及船舶的建造时明确说道:“巧匠智慧建造了它,而你的护理,父啊,掌管着舵轮。”

§6.11.94

καὶ πῶς οὐκ ἄλογον τεκτονικῆς καὶ ναυπηγικῆς χεῖρον νομίζειν φιλοσοφίαν; τάχα που καὶ ὁ κύριος τὸ πλῆθος ἐκεῖνο τῶν ἐπὶ τῆς πόας κατακλιθέντων καταντικρὺ τῆς Τιβεριάδος τοῖς ἰχθύσι τοῖς δυσὶ καὶ τοῖς έ τοῖς κριθίνοις διέθρεψεν ἄρτοις, αἰνισσόμενος τὴν προπαιδείαν Ἑλλήνων τε καὶ Ἰουδαίων πρὸ τοῦ θείου πυροῦ τῆς κατὰ τὸν νόμον γεωργουμένης τροφῆς· προπετεστέρα γὰρ εἰς ὥραν θέρους τοῦ πυροῦ μᾶλλον ἡ κριθή. τὴν δὲ ἀνὰ τὸν κλύδωνα τὸν ἐθνικὸν γεννωμένην τε καὶ φερομένην φιλοσοφίαν Ἑλληνικὴν οἱ ἰχθύες ἐμήνυον, εἰς διατροφὴν ἐκτενῆ τοῖς ἔτι χαμαὶ κειμένοις δεδομένοι· αὐξήσαντες μὲν οὐκέτι καθάπερ τῶν ἄρτων τὰ κλάσματα,2 τῆς δὲ τοῦ κυρίου μεταλαβόντες εὐλογίας τὴν ἀνάστασιν τῆς θειότητος διὰ τῆς τοῦ λόγου δυνάμεως ἐνεπνεύσθησαν. ἀλλ’ εἰ καὶ περίεργος εἶ, ἔκλαβε θάτερον τῶν ἰχθύων τὴν ἐγκύκλιον, τὸν λοιπὸν δὲ αὐτὴν ἐκείνην τὴν ἐπαναβεβηκυῖαν μηνύειν φιλοσοφίαν,3 αἳ δῆτα † συνάλογοι λόγου τοῦ κυριακοῦ· "χορὸς δὲ ἀναύδων ἰχθύων ἐπερρόθει, "ἡ μοῦσα ἡ τραγικὴ εἴρηκέν που. κἀμὲ δεῖ ἐλαττοῦσθαι, αὔξειν δὲ μόνον ἤδη λοιπὸν τὸν κυριακὸν λόγον, εἰς ὃν περαιοῦται ὁ νόμος, ὁ προφήτης εἴρηκεν Ἰωάννης.

将哲学视为不如木工术和造船术,这岂非荒谬?或许,主当年在提比利亚对面用两条鱼和五个大麦饼喂饱了斜卧在草地上的那群人,也是在暗示希腊人与犹太人在神圣麦子之前的预备教养,而那麦子则是依照律法耕作出来的养分;因为大麦成熟的时节比小麦更早迎接夏季。而鱼则预表着在那外邦狂澜中孕育和漂浮的希腊哲学,被赐予那些仍旧伏在地表的人,作为充裕的滋养;它们虽然未曾像饼的碎屑那样倍增,但在分享了主的祝福之后,借着道的大能被注入了神性的飞升。然而,如果你富有探究之心,也可以把两条鱼中的一条理解为通识诸科,另一条则理解为凌驾其上的哲学本身,它们确实与主的道相应。“一群无声的鱼喧嚣涌动,”悲剧诗人的缪斯在某处曾这样吟诵。“我必衰微,”而此后唯有主的道必须兴旺,律法也正是终结于他,先知约翰如此说道。

§6.11.95

σύνες ἤδη μοι τὸ μυστήριον τῆς ἀληθείας, συγγνώμην ἀπονέμων, εἰ περαιτέρω προβαίνειν τῆς ἐξεργασίας ὀκνῶ, τουτὶ μόνον ἀνακηρύσσων· πάντα δἰ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. ἀμέλει λίθος ἀκρογωνιαῖος εἴρηται, ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον θεοῦ κατὰ τὸν θεῖον ἀπόστολον. σιωπῶ τὰ νῦν τὴν ἐν τῷ εὐαγγελίῳ παραβολὴν λέγουσαν· ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σαγήνην εἰς θάλασσαν βεβληκότι κἀκ τοῦ πλήθους τῶν ἑαλωκότων ἰχθύων τὴν ἐκλογὴν τῶν ἀμεινόνων ποιουμένῳ. ἤδη δὲ καὶ τὰς τέσσαρας ἀρετὰς ἄντικρυς ἡ παρ’ ἡ παρ’ ἡμῖν σοφία4 ὧδέ πως ἀνακηρύσσει, ὥστε καὶ τούτων τὰς πηγὰς τοῖς Ἕλλησιν παρὰ Ἑβραίων δεδόσθαι. μαθεῖν δ’ ἐκ τῶνδ’ ἔξεστιν· καὶ εἰ δικαιοσύνην ἀγαπᾷ τις, οἱ πόνοι ταύτης εἰσὶν ἀρεταί· σωφροσύνην γὰρ καὶ φρόνησιν ἐκδιδάσκει. δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. ἐπὶ πᾶσιν εἰδέναι αὐτοὺς κἀκεῖνο ἐχρῆν, ὅτι φύσει μὲν γεγόναμεν πρὸς ἀρετήν, οὐ μὴν ὥστε ἔχειν αὐτὴν ἐκ γενετῆς, ἀλλὰ πρὸς τὸ κτήσασθαι ἐπιτήδειοι.

如今请从我这里领会真理的奥秘吧,即使我不愿在详尽阐发上走得更远,也请宽恕,我仅此宣告:“万物是借着他造的,没有一样不是借着他造的。”确实,他被称为“房角石,全房靠他联络得合式,渐渐成为神的圣殿”,正如那位神圣的使徒所言。对于福音书中那段譬喻,我此刻且保持缄默,那譬喻说:“天国好比一个人把网撒在海里,从捕获的众多鱼中拣选出较好的。” 而且,我们这边的智慧早已大致如此明确宣告了四达德,以致这些德行的源泉也是从希伯来人传给希腊人的。从以下经文便可得知:“人若喜爱公义,她的劳苦便是德行;因为她教导节制与明达,公义与勇敢,在人的生命中没有比这些更有益的了。”在这一切之上,他们本该明白这一点:我们在本性上是为德行而造的,但这绝非意味着生来就拥有德行,而是指具备了获得德行的适宜资质。

语法注4 条
  1. 6.11.93τοῖς δὲ ὑποκρούουσι ... ἐκεῖνα λεκτέον

    动词性形容词 λεκτέον 构成非人称被动句,与格分词 τοῖς ὑποκρούουσι(“对于提出反驳的人”)充当其间接宾语。中间夹杂的间接疑问句与不定式结构(τί γὰρ ὄφελος... εἶναί τε... μὴ γὰρ εἶναι...)阐述了反驳的具体内容,而指示代词 ἐκεῖνα 则预先指引了其后由 πρῶτον μέν 领起的 ὅτι 从句。

  2. 6.11.94αὐξήσαντες μὲν οὐκέτι καθάπερ τῶν ἄρτων τὰ κλάσματα

    阳性复数第一不定过去时主动分词 αὐξήσαντες 与前文的阳性名词 οἱ ἰχθύες(鱼)在性、数、格上保持一致。它与饼的碎屑(τῶν ἄρτων τὰ κλάσματα)形成对比,构成了鱼虽未倍增却分享了主之祝福这一寓意解经的句法核心。

  3. 6.11.94ἔκλαβε θάτερον τῶν ἰχθύων τὴν ἐγκύκλιον, τὸν λοιπὸν δὲ αὐτὴν ἐκείνην τὴν ἐπαναβεβηκυῖαν μηνύειν φιλοσοφίαν

    在命令式动词 ἔκλαβε 支配下,前半句以 θάτερον τῶν ἰχθύων 为对象,搭配补足语 τὴν ἐγκύκλιον [παιδείαν] 构成双宾格(或省略了不定式 μηνύειν);后半句则通过显式的“宾格加不定式”结构(宾格主语 τὸν λοιπόν,不定式 μηνύειν,宾语 αὐτὴν ἐκείνην... τὴν φιλοσοφίαν)构成平行对应。

  4. 6.11.95ἡ παρ’ ἡ παρ’ ἡμῖν σοφία

    这是写本流传过程中出现的叠记抄误(dittography)。在句法与文意上,应视作单一一组介词短语 ἡ παρ’ ἡμῖν σοφία(“我们这边的智慧”,即指希伯来与基督教的启示或圣经)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:6.11.93-6.11.95