← 亚历山太的革利免

杂记

§6.11.90-6.11.92

通往可知事物升华中的诸学艺辅助作用

本段论述了音乐、天文学和几何学等学科如何修养灵魂并使其从感性事物升华至可知事物,指明这些学科作为哲学的协作者,有助于观照真理并通过圣经论证来教导邻人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.11.90

ἀμέλει καὶ παρὰ πότον τὸ ψάλλειν ἀλλήλοις προπίνομεν,1 κατεπᾴδοντες ἡμῶν τὸ ἐπιθυμητικὸν καὶ τὸν θεὸν δοξάζοντες ἐπὶ τῇ ἀφθόνῳ τῶν ἀνθρωπείων ἀπολαύσεων δωρεᾷ τῶν τε εἰς τὴν τοῦ σώματος τῶν τε εἰς τὴν τῆς ψυχῆς αὔξησιν τροφῶν ἀιδίως ἐπιχορηγηθεισῶν. περιττὴ δὲ μουσικὴ ἀποπτυστέα ἡ κατακλῶσα τὰς ψυχὰς καὶ εἰς ποικιλίαν ἐμβάλλουσα τοτὲ μὲν θρηνώδη, τοτὲ δὲ ἀκόλαστον καὶ ἡδυπαθῆ, τοτὲ δὲ ἐκβακχευομένην καὶ μανικήν. ὁ αὐτὸς λόγος καὶ περὶ ἀστρονομίας· αὕτη γάρ, μετὰ τὴν τῶν μεταρσίων ἱστορίαν περί τε σχήματος τοῦ παντὸς καὶ φορᾶς οὐρανοῦ τῆς τε τῶν ἄστρων κινήσεως πλησιαίτερον τῇ κτιζούσῃ δυνάμει προσάγουσα τὴν ψυχήν, εὐαισθήτως ἔχειν διδάσκει ὡρῶν ἐτείων,2 ἀέρων μεταβολῆς, ἐπιτολῶν ἄστρων· ἐπεὶ καὶ ναυτιλία καὶ γεωργία τῆς ἀπὸ ταύτης χρείας πεπλήρωται, καθάπερ τῆς γεωμετρίας ἀρχιτεκτονική τε καὶ οἰκοδομική. παρακολουθητικὴν δ’ ὡς ἔνι μάλιστα τὴν ψυχὴν καὶ τοῦτο παρασκευάζει τὸ μάθημα τοῦ τε ἀληθοῦς διορατικὴν καὶ τοῦ ψεύδους διελεγκτικήν, ὁμολογιῶν τε καὶ ἀναλογιῶν εὑρετικήν, ὥστε ἐν τοῖς ἀνομοίοις τὸ ὅμοιον θηρᾶν, ἐνάγει τε ἡμᾶς ἐπὶ τὸ εὑρεῖν ἀπλατὲς μῆκος καὶ ἐπιφάνειαν ἀβαθῆ καὶ σημεῖον ἀμερὲς καὶ ἐπὶ τὰ νοητὰ μετατίθησιν ἀπὸ τῶν αἰσθητῶν.

事实上,即使在宴饮之际,我们也彼此互敬赞美诗的歌唱,以此平息我们的欲念部分,并为人类享乐的丰盛恩赐——即为身体和灵魂的长进所恒常供给的养分——而赞美神。然而多余的音乐理当摒弃,因为它使灵魂软弱,并将其抛入多样的情绪之中,时而哀怨,时而放纵骄奢,时而癫狂迷醉。关于天文学也可以作同样的论述;因为天文学在研究了关于宇宙的形状、天的旋转以及星辰运行的高空现象之后,使灵魂更加接近创造的能力,并教会它敏锐地察知岁时、气候的变化以及星辰的升起;因为航海与农业也充满了由此而来的效用,正如建筑学与营造技术充满了来自几何学的效用一样。而且这门学科〔几何学〕也使灵魂极具洞察力,既能敏于明察真相,又能有力驳斥谬误,善于发现一致性与比例,从而在相异之物中探求相同之物,引导我们发现无宽之长、无厚之面以及无分之点,并使我们从感性事物升华至可知事物。

§6.11.91

Συνεργὰ τοίνυν φιλοσοφίας τὰ μαθήματα καὶ αὐτὴ ἡ φιλοσοφία εἰς τὸ περὶ ἀληθείας διαλαβεῖν. αὐτίκα ἡ χλαμὺς πόκος ἦν τὸ πρῶτον, εἶτα ἐξάνθη κρόκη τε ἐγένετο καὶ στήμων, καὶ τότε ὑφάνθη. προπαρασκευασθῆναι τοίνυν τὴν ψυχὴν καὶ ποικίλως ἐργασθῆναι χρή, εἰ μέλλοι ἀρίστη κατασκευάζεσθαι, ἐπεὶ τῆς ἀληθείας τὸ μέν ἐστι γνωστικόν, τὸ δὲ ποιητικόν, ἐρρύηκεν δὲ ἀπὸ τοῦ θεωρητικοῦ, δεῖται δὲ ἀσκήσεως καὶ συγγυμνασίας πολλῆς καὶ ἐμπειρίας. ἀλλὰ καὶ τοῦ θεωρητικοῦ τὸ μέν τί ἐστι πρὸς τοὺς πέλας, τὸ δὲ ὡς πρὸς αὐτόν. διόπερ καὶ τὴν παιδείαν οὕτως χρὴ συνεσκευάσθαι, ὥστε ἀμφοτέροις ἐνηρμόσθαι. ἔνεστι μὲν οὖν αὐτάρκως τὰ συνεκτικὰ τῶν πρὸς γνῶσιν φερόντων ἐκμαθόντα ἐφ’ ἡσυχίας τοῦ λοιποῦ μένειν ἀναπεπαυμένον,3 κατευθύνοντα τὰς πράξεις πρὸς τὴν θεωρίαν· διὰ δὲ τὴν τῶν πέλας ὠφέλειαν τῶν μὲν ἐπὶ τὸ γράφειν ἱεμένων, τῶν δὲ ἐπὶ τὸ παραδιδόναι στελλομένων τὸν λόγον ἥ τε ἄλλη παιδεία χρήσιμος ἥ τε τῶν γραφῶν τῶν κυριακῶν ἀνάγνωσις εἰς ἀπόδειξιν τῶν λεγομένων ἀναγκαία, καὶ μάλιστα, ἐὰν ἀπὸ τῆς Ἑλληνικῆς ἀνάγωνται παιδείας οἱ ἐπαΐοντες.

因此,各门学科是哲学的协作者,而哲学本身也是把握真理的协作者。例如,外氅最初只是一团羊毛,接着被梳理成为纬线和经线,然后才被织造出来。因此,灵魂若要被塑造成最完善的状态,就必须预先准备并经过精细的劳作;因为真理的一部分属于认知,另一部分属于实践,但它源于观照,且需要操练、长期的共同训练和经验。然而观照的一部分也关乎邻人,另一部分则关乎自身。因此,教养也必须如此筹备,以便能适应于两者。固然,在充分掌握了导向知识的骨干要领之后,人可以安享宁静,将自己的行为专注于观照之中;但为了邻人的益处,对于那些热心著述的人以及那些致力于传道授业的人而言,其他世俗学问也是有用的,而宣读主的圣经对于证明所论之理则是必不可少的,尤其是当听众是出身于希腊教养时更是如此。

§6.11.92

τοιαύτην τινὰ ἐκκλησίαν ὁ Δαβὶδ διαγράφει· παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ, περιβεβλημένη πεποικιλμένοις, καὶ τοῖς Ἑλληνικοῖς καὶ περιττοῖς· ἐν κροσσωτοῖς χρυσοῖς, περιβεβλημένη πεποικιλμένοις. ἡ ἀλήθεια δὲ διὰ τοῦ κυρίου. βουλὴν γάρ σου, φησί, τίς ἔγνω, εἰ μὴ σὺ δέδωκας σοφίαν καὶ ἔπεμψας τὸ ἅγιόν σου πνεῦμα ἀπὸ ὑψίστων; καὶ οὕτως διωρθώθησαν αἱ τρίβοι τῶν ἐπὶ τῆς γῆς, καὶ τὰ ἀρεστά σου ἐδιδάχθησαν οἱ ἄνθρωποι καὶ τῇ σοφίᾳ ἐσώθησαν. ὁ γνωστικὸς γὰρ οἶδεν κατὰ τὴν γραφὴν τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζει, ἐπίσταται στροφὰς λόγων καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, ὡς προειρήκαμεν.

大卫描绘了这样一个教会:“王后侍立在你的右手边,身着镶金衣裳,披戴着锦绣彩衣”——这甚至包括了希腊的与多余的学问——“佩戴金色的穗边,披戴着锦绣彩衣”。但真理是借着主而来的。经上说:“除非你赐下智慧,并从至高之处差遣你的圣灵,谁能明白你的心意呢?这样,地上之人的道路得以修直,人们学会了你所喜悦的事,并借着智慧得救。”因为正如经上所言,真正的诺斯替信徒“知晓往事,能推测未来;通晓词锋的转折和谜语的解答;预知征兆与奇事,以及时节与岁月的结局”,正如我们此前所说的那样。

语法注3 条
  1. 6.11.90τὸ ψάλλειν ἀλλήλοις προπίνομεν

    动词 προπίνω 通常意为“向……祝酒”或“以酒器互敬”,此处接充当名词的定冠词不定式 τὸ ψάλλειν 作直接宾语,构成比喻用法,意为“以唱咏赞美诗作为祝酒互敬”。

  2. 6.11.90εὐαισθήτως ἔχειν διδάσκει ὡρῶν ἐτείων

    此处由 ἔχω 搭配副词(εὐαισθήτως ἔχειν,意为“处于敏锐感知的状态”)构成,其后支配表示感知对象的属格(ὡρῶν ἐτείων 等),其用法类同于感知类动词(如 αἰσθάνομαι)支配属格。

  3. 6.11.91ἔνεστι μὲν οὖν αὐτάρκως τὰ συνεκτικὰ τῶν πρὸς γνῶσιν φερόντων ἐκμαθόντα ἐφ’ ἡσυχίας τοῦ λοιποῦ μένειν ἀναπεπαυμένον

    非人称动词 ἔνεστι(“可以、能够”)统领带宾格的不定式结构:宾格分词 ἐκμαθόντα 与 ἀναπεπαυμένον 作不定式 μένειν 的泛指逻辑主语,意为“对于充分掌握了……的人而言,得以安歇留驻”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:6.11.90-6.11.92