- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:6.11.87-6.11.89
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者阐释了方舟与圣殿桌子的几何尺寸,结合希腊调式讨论了大卫的音乐,并主张信徒应当为品德修养而善用希腊学问与音乐,同时终当回归真正的哲学。
οἱ δὲ ἐμφερόμενοι λόγοι εἰσὶν ἑξαπλάσιοι ὡς τὰ τριακόσια τῶν ν΄, καὶ δεκαπλάσιοι ὡς τῶν λ΄ δεκαπλάσια τὰ τριακόσια, καὶ ἐπιδίμοιροι·1 τὰ γὰρ ν΄ τῶν λ΄ ἐπιδίμοιρα. εἰσὶ δ’ οἳ τοὺς τριακοσίους πήχεις σύμβολον τοῦ κυριακοῦ σημείου λέγουσι, τοὺς ν΄ δὲ τῆς ἐλπίδος καὶ τῆς ἀφέσεως τῆς κατὰ τὴν πεντηκοστήν, καὶ τοὺς λ΄ ἤ, ὡς ἔν τισι, δώδεκα τὸ κήρυγμα δηλοῦν ἱστοροῦσιν, ὅτι τριακοστῷ μὲν ἐκήρυξεν ὁ κύριος ἔτει, ιβ΄ δὲ ἦσαν οἱ ἀπόστολοι, καὶ εἰς πῆχυν συντελεῖσθαι τὸ κατασκεύασμα, εἰς μονάδα τελευτώσης τῆς τοῦ δικαίου προκοπῆς καὶ εἰς τὴν ἑνότητα τῆς πίστεως. Ἡ δὲ τράπεζα ἡ ἐν τῷ ναῷ πηχῶν ἐγεγόνει ἕξ, καὶ πόδες οἱ τέσσαρες ἀνὰ πῆχυν ἕνα ἥμισυ. συνάγουσιν οὖν τοὺς πάντας πήχεις δώδεκα, συμφώνως τῷ κατὰ τὸν ἐνιαύσιον κύκλον ἑλιγμῷ τῶν μηνῶν τῶν ιβ΄, καθ’ οὓς τὰ πάντα φύει τε καὶ τελεσφορεῖ ἡ γῆ ταῖς τέσσαρσιν ὥραις οἰκειουμένη. γῆς δ’, οἶμαι, εἰκόνα ἡ τράπεζα δηλοῖ, τέσσαρσιν ἐπερειδομένη ποσί, θέρει, μετοπώρῳ, ἔαρι, χειμῶνι, δἰ ὧν ὁδεύει τὸ ἔτος. διὸ καὶ κυμάτια στρεπτά φησιν ἔχειν τὴν τράπεζαν, ἤτοι ὅτι περιόδοις καιρῶν κυκλεῖται τὰ πάντα, ἢ καὶ τάχα τὴν ὠκεανῷ περιρρεομένην ἐδήλου γῆν.
其中包含的比例是六倍比,如三百之于五十;十倍比,如三百是三十的十倍;以及一又三分之二倍比(五比三之比),因为五十是三十的一又三分之二倍。有些人说,三百肘是主之记号的象征,五十是按照五旬节的盼望与赦免的象征,而三十(或如某些人所说是十二)则表明宣讲;因为主在三十岁时传道,使徒有十二人;建筑物向上收束为一肘,象征义人的进修归于同一,并归于信仰的一致。 圣殿中的桌子为六肘,四只脚各有一肘半。因此它们总计共十二肘,与依照周年循环的十二个月的运转相契合;在这些月份中,大地配合着四季,生发并成熟万物。依我之见,桌子表明了大地的形象,它立于四只脚上:夏、秋、春、冬,一年循此而行。因此他也说桌子带有扭曲的波浪形镶边,这或者是由于万物在季节的周期中运转,或者也许是指被大洋环流环绕的大地。
Ἔτι τῆς μουσικῆς παράδειγμα ψάλλων ὁμοῦ καὶ προφητεύων ἐκκείσθω Δαβίδ, ὑμνῶν τὸν θεὸν ἐμμελῶς. προσήκει δὲ εὖ μάλα τὸ ἐναρμόνιον γένος τῇ δωριστὶ ἁρμονίᾳ καὶ τῇ φρυγιστὶ τὸ διάτονον, ὥς φησιν Ἀριστόξενος. ἡ τοίνυν ἁρμονία τοῦ βαρβάρου ψαλτηρίου, τὸ σεμνὸν ἐμφαίνουσα τοῦ μέλους, ἀρχαιοτάτη τυγχάνουσα, ὑπόδειγμα Τερπάνδρῳ μάλιστα γίνεται πρὸς ἁρμονίαν τὴν Δώριον ὑμνοῦντι τὸν Δία ὧδέ πως· "Ζεῦ πάντων ἀρχά, πάντων ἁγήτωρ, Ζεῦ. σοὶ πέμπω ταύταν ὕμνων ἀρχάν." εἴη δ’ ἂν τῷ ψαλμῳδῷ κιθάρα ἀλληγορουμένη κατὰ μὲν τὸ πρῶτον σημαινόμενον ὁ κύριος, κατὰ δὲ τὸ δεύτερον οἱ προσεχῶς κρούοντες τὰς ψυχὰς ὑπὸ μουσηγέτῃ τῷ κυρίῳ. κἂν ὁ σῳζόμενος λέγηται λαὸς κιθάρα, κατ’ ἐπίπνοιαν τοῦ λόγου καὶ κατ’ ἐπίγνωσιν τοῦ θεοῦ δοξάζων μουσικῶς ἐξακούεται, κρουόμενος εἰς πίστιν τῷ λόγῳ. λάβοις δ’ ἂν καὶ ἄλλως μουσικὴν συμφωνίαν τὴν ἐκκλησιαστικὴν νόμου καὶ προφητῶν ὁμοῦ καὶ ἀποστόλων σὺν καὶ τῷ εὐαγγελίῳ τήν τε ὑποβεβηκυῖαν, τὴν καθ’ ἕκαστον προφήτην κατὰ τὰς μεταπηδήσεις τῶν προσώπων συνῳδίαν.
此外,作为音乐的例证,且让兼司弹唱与预言、和韵赞颂上帝的大卫列于眼前。正如阿里斯托克塞诺斯所说,四分音属类极适合多立斯调式,而全音属类极适合弗里吉亚调式。因此,那异邦弹拨乐器的和声显明了旋律的庄严,且因其最为古老,尤为忒尔潘德罗斯依照多立斯调式颂赞宙斯提供了范本,其词大致如下: “宙斯,万物之始,万物之导者,宙斯,向你我献上这赞歌的开端。” 对于诗篇作者而言,受寓意解释的琴在第一重意义上指的是主,在第二重意义上则是指在作为缪斯引领者的主之下专注于弹奏自己灵魂的人。即使得救的子民被称为琴,也是依道(逻各斯)的默示和对上帝的真知以音乐方式赞颂,从而发出回响,被道拨动而进入信仰。你亦可用另一种方式,将律法、先知与使徒和福音书合奏的教会交响曲,以及在每一位先知中依照人物转换而呈现的从属和谐,视为一种音乐和谐。
Ἀλλ’, ὡς ἔοικεν, οἱ πλεῖστοι τῶν τὸ ὄνομα ἐπιγραφομένων2 καθάπερ οἱ τοῦ Ὀδυσσέως ἑταῖροι ἀγροίκως μετίασι τὸν λόγον, οὐ τὰς Σειρῆνας, ἀλλὰ τὸν ῥυθμὸν καὶ τὸ μέλος παρερχόμενοι, ἀμαθίᾳ βύσαντες τὰ ὦτα, ἐπείπερ ἴσασιν οὐ δυνησόμενοι ἅπαξ ὑποσχόντες τὰς ἀκοὰς Ἑλληνικοῖς μαθήμασι μετὰ ταῦτα τοῦ νόστου τυχεῖν. τῷ δ’ ἀπανθιζομένῳ τὸ χρειῶδες εἰς ὠφέλειαν τῶν κατηχουμένων καὶ μάλιστα Ἑλλήνων ὄντων (τοῦ κυρίου δὲ ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς) οὐκ ἀφεκτέον τῆς φιλομαθίας ἀλόγων δίκην ζῴων, πλείω δ’ ὡς ἔνι μάλιστα βοηθήματα τοῖς ἐπαΐουσιν ἐρανιστέον. πλὴν οὐδαμῶς τούτοις ἐνδιατριπτέον ἀλλ’ ἢ εἰς μόνον τὸ ἀπ’ αὐτῶν χρήσιμον,3 ὡς λαβόντας τοῦτο καὶ κτησαμένους ἀπιέναι οἴκαδε δύνασθαι ἐπὶ τὴν ἀληθῆ φιλοσοφίαν, πεῖσμα τῇ ψυχῇ βέβαιον τὴν ἐκ πάντων ἀσφάλειαν πεπορισμένους. Ἁπτέον ἄρα μουσικῆς εἰς κατακόσμησιν ἤθους καὶ καταστολήν.
然而看来,大多数冠以这名号的人却如同奥德修斯的同伴一样粗鄙地对待这道,他们避开的不是塞壬,而是节奏与旋律,因无知堵住了耳朵,因为他们自知一旦倾耳于希腊学问,此后便无法求得回归。但对于那为慕道者(尤其是希腊人)的益处而采撷实用之物的人而言(“地和其中所充满的都属乎主”),绝不可如无理性的畜类一般戒绝求知之志,而必须尽可能多地为倾听者采录辅助之资。然而,绝不可流连于这些事物之中,而仅当为了取其有用之物,以便在获取并掌握它之后,能够启程返回真正的哲学之家,将由这一切获得的稳妥作为灵魂坚固的缆索。 因此,应当为了品德的修饰与静穆而研习音乐。
- 6.11.87ἐπιδίμοιροι
数论术语形容词,指“一又三分之二倍比”(1 + 2/3 = 5/3,即五比三的比例)。与前文的 ἑξαπλάσιοι(六倍)、δεκαπλάσιοι(十倍)并列,后文分句 τὰ γὰρ ν΄ τῶν λ΄ ἐπιδίμοιρα(因为50对30为5/3)明确了该比例(50:30)。
- 6.11.89οἱ πλεῖστοι τῶν τὸ ὄνομα ἐπιγραφομένων
分词 ἐπιγραφομένων 为中动语态,带宾格补足语 τὸ ὄνομα,指“将(基督的)名号题写于自身之上的人(即自称信徒者)”。该词组作为部分属格修饰主语名词短语 οἱ πλεῖστοι。
- 6.11.89πλὴν οὐδαμῶς τούτοις ἐνδιατριπτέον ἀλλ’ ἢ εἰς μόνον τὸ ἀπ’ αὐτῶν χρήσιμον
在强否定副词 οὐδαμῶς 之后,惯用短语 ἀλλ’ ἤ 表“除了……之外”。动形词 ἐνδιατριπτέον 为非人称用法,支配与格 τούτοις(“不可流连于这些事物”),随后的介词短语 εἰς μόνον τὸ ἀπ’ αὐτῶν χρήσιμον 说明了唯一的例外(“唯独为了从中获取有用之物”)。
