- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:6.11.84-6.11.86
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者通过对亚伯拉罕的三百一十八名仆人和人类一百二十年寿数的数字与几何分析阐述算术的属灵意义,继而通过会幕与方舟的尺度阐发几何学的象征价值。
Καθάπερ οὖν ἐπὶ τῆς ἀστρονομίας ἔχομεν ὑπόδειγμα τὸν Ἀβραάμ, οὕτως ἐπὶ τῆς ἀριθμητικῆς τὸν αὐτὸν Ἀβραάμ. ἀκούσας γὰρ ὅτι αἰχμάλωτος ἐλήφθη ὁ Λώτ, τοὺς ἰδίους οἰκογενεῖς τιη΄ ἀριθμήσας καὶ ἐπεξελθὼν πάμπολυν ἀριθμὸν τῶν πολεμίων χειροῦται. φασὶν οὖν εἶναι τοῦ μὲν κυριακοῦ σημείου τύπον κατὰ τὸ σχῆμα τὸ τριακοσιοστὸν στοιχεῖον, τὸ δὲ ἰῶτα καὶ τὸ ἦτα τοὔνομα σημαίνειν τὸ σωτήριον· μηνύεσθαι τοίνυν τοὺς Ἀβραὰμ οἰκείους εἶναι κατὰ τὴν σωτηρίαν, τοὺς τῷ σημείῳ καὶ τῷ ὀνόματι προσπεφευγότας, κυρίους γεγονέναι τῶν αἰχμαλωτιζόντων1 καὶ τῶν τούτοις ἀκολουθούντων παμπόλλων ἀπίστων ἐθνῶν. ἤδη δὲ ὁ μὲν τριακόσια ἀριθμὸς τριάς ἐστιν ἐν ἑκατοντάδι, ἡ δεκὰς δὲ ὁμολογεῖται παντέλειος εἶναι. ὁ δὲ ὀκτώ, κύβος ὁ πρῶτος, ἡ ἰσότης ἐν ἁπάσαις ταῖς διαστάσεσι, μήκους, πλάτους, βάθους. Αἵ τε ἡμέραι τῶν ἀνθρώπων ἔσονται, φησίν, ἔτη ρκ΄. ἔστι δὲ ὁ ἀριθμὸς ἀπὸ μονάδος κατὰ σύνθεσιν πεντεκαιδέκατος, σελήνη δὲ πεντεκαιδεκάτῃ πλησιφαὴς γίνεται.
因此,正如在天文学上我们以亚伯拉罕为例证一样,在算术上我们同样以亚伯拉罕为例证。因为当他听说罗得被俘虏后,数点了自己家里生的奴仆三百一十八人,出兵降伏了极其众多的敌人。因此人们说,按形状而言,第三百个字母是主的记号的预表,而约塔与艾塔则象征拯救之名;由此表明,凡按救恩属于亚伯拉罕家族的人,即那些逃往该记号和名号下避难的人,已经战胜了俘掠者以及跟随他们的无数不信的异教国民。此外,三百这一数字乃是百数中的三数,而十数公认是全然完全的;八作为第一个立方数,则是长、宽、深一切维度上的平等。 “并且人的日子”,经上说,“将是一百二十年。”按从一累加之和而言,这个数字是第十五个,而在第十五日,月亮变为满月。
ἔστι δὲ καὶ ἄλλως ὁ ἑκατὸν εἴκοσι τρίγωνος ἀριθμὸς καὶ συνέστηκεν ἐξ ἰσότητος μὲν τοῦ ξδ΄ ὧν ἡ κατὰ μέρος σύνθεσις τετραγώνους γεννᾷ,2 α΄ γ΄ ε΄ ζ΄ θ΄ ια΄ ιγ΄ ιε΄, ἐξ ἀνισότητος δὲ τοῦ νς΄, ἑπτὰ τῶν ἀπὸ δυάδος ἀρτίων, οἳ γεννῶσι τοὺς ἑτερομήκεις, β΄ δ΄ ς΄ η΄ ι΄ ιβ΄ ιδ΄. κατ’ ἄλλο πάλιν σημαινόμενον συνέστηκεν ὁ ἑκατὸν κ΄ ἀριθμὸς ἐκ τεσσάρων, ἑνὸς μὲν τριγώνου τοῦ πεντεκαιδεκάτου, ἑτέρου δὲ τετραγώνου τοῦ κε΄, τρίτου δὲ πενταγώνου τοῦ λε΄, τετάρτου δὲ ἑξαγώνου τοῦ με΄. κατὰ γὰρ τὴν αὐτὴν ἀναλογίαν ὁ ε΄ παρείληπται καθ’ ἕκαστον εἶδος· τῶν μὲν γὰρ τριγώνων ἀπὸ μονάδος ε΄ ὁ ιε΄, τῶν δὲ τετραγώνων ὁ κε΄, καὶ τῶν ἑξῆς ἀναλόγως. ναὶ μὴν ὁ κε΄ ἀριθμός, ε΄ ἀπὸ μονάδος ὤν, τῆς Λευιτικῆς φυλῆς εἶναι σύμβολον λέγεται, ὁ δὲ λε΄ καὶ αὐτὸς ἔχεται τοῦ ἐκ τῶν διπλασίων διαγράμματος ἀριθμητικοῦ καὶ γεωμετρικοῦ καὶ ἁρμονικοῦ τοῦ ς΄ η΄ θ΄ ιβ΄, ὧν ἡ σύνθεσις γεννᾷ τὸν λε΄· ἐν ταύταις ταῖς ἡμέραις Ἰουδαῖοι διαπλάσσεσθαι τὰ ἑπτάμηνα λέγουσιν. ὁ δὲ με΄ τοῦ ἐκ τῶν τριπλασίων διαγράμματος τοῦ ς΄ θ΄ ιβ΄ ιη΄, ὧν ἡ σύνθεσις γεννᾷ τὸν με΄, καὶ ἐν ταύταις ὁμοίως ταῖς ἡμέραις τὰ ἐννεάμηνα διαπλάσσεσθαί φασι.
在另一种意义上,一百二十也是一个三角形数,它由属于相等一面的六十四(其各部分的相加产生正方形数:1、3、5、7、9、11、13、15)以及属于不相等一面的五十六(即从二开始的七个偶数,它们产生长方形数:2、4、6、8、10、12、14)构成。再从另一种含义来看,一百二十这一数字由四个数组成:第一个是三角形数十五,第二个是正方形数二十五,第三个是五边形数三十五,第四个是六边形数四十五。因为按照相同的比例,在每一形类中都取了五:即从一开始的三角形数中,第五个是十五;正方形数中是二十五;其余依次类推。的确,二十五这个从一开始的第五个数,据说象征着利未支派;而三十五本身亦属于算术、几何与和声之双倍比例图谱,即6、8、9、12,其总和产生三十五;犹太人说在这些日子里七月早产儿成形。四十五则属于三倍比例图谱,即6、9、12、18,其总和产生四十五;他们同样说在这些日子里九月足月儿成形。
Τοῦτο μὲν οὖν τὸ εἶδος τοῦ ἀριθμητικοῦ ὑποδείγματος· γεωμετρίας δὲ ἔστω μαρτύριον ἡ κατασκευαζομένη σκηνὴ καὶ τεκταινομένη κιβωτός, ἀναλογίαις τισὶ λογικωτάταις, θείαις ἐπινοίαις κατασκευαζόμεναι, κατὰ συνέσεως δόσιν, ἐκ τῶν αἰσθητῶν εἰς τὰ νοητά, μᾶλλον δὲ ἐκ τῶνδε εἰς τὰ ἅγια καὶ τῶν ἁγίων τὰ ἅγια μεταγούσης ἡμᾶς.3 τὰ μὲν γὰρ τετράγωνα ξύλα τῷ τὸ τετράγωνον σχῆμα πάντῃ βεβηκέναι ὀρθὰς γωνίας ἐπιτελοῦν τὸ ἀσφαλὲς δηλοῖ. καὶ μῆκος μὲν τριακόσιοι πήχεις τοῦ κατασκευάσματος, πλάτος δὲ ν΄, βάθος δὲ λ΄· καὶ εἰς πῆχυν ἄνωθεν συντελεῖται, ἐκ τῆς πλατείας βάσεως ἀποξυνομένη πυραμίδος τρόπον, ἡ κιβωτός, τῶν διὰ πυρὸς καθαιρομένων καὶ δοκιμαζομένων σύμβολον. ἡ γεωμετρικὴ αὕτη παρέχεται ἀναλογία εἰς παραπομπὴν τῶν ἁγίων ἐκείνων μονῶν, ὧν τὰς διαφορὰς αἱ διαφοραὶ τῶν ἀριθμῶν τῶν ὑποτεταγμένων μηνύουσιν.
这就是算术例证的形式;至于几何学,且让那被建造的会幕和被造作的方舟作为见证吧。它们以极其合理的比例、出于神圣的构思、按照赐予的领悟力而建造,那引导我们从可感之物走向可知之物、更确切地说是从这些事物走向圣所与至圣所的几何学即由此显明。因为方形的木料表明了稳固,正因方形处处平稳立定,构成直角。建筑物的长为三百肘,宽为五十,深为三十;方舟从宽阔的底座如金字塔般向上逐渐聚拢收束为一肘,象征着那些经由火炼净与考验的人。这一几何比例的提供,是为了指引通往那些神圣的住处,而从属数字的差异正宣告了那些住处的差异。
- 6.11.84μηνύεσθαι τοίνυν τοὺς Ἀβραὰμ οἰκείους εἶναι κατὰ τὴν σωτηρίαν, τοὺς τῷ σημείῳ καὶ τῷ ὀνόματι προσπεφευγότας, κυρίους γεγονέναι τῶν αἰχμαλωτιζόντων
这是由 μηνύεσθαι(承接前文的 φασίν)引导的间接引语中的对格不定式结构。短语 τοὺς ... προσπεφευγότας 与主语对格 τοὺς Ἀβραὰμ οἰκείους 同格,表语不定式 εἶναι 与 γεγονέναι 共同依托该对格主语(“表明亚伯拉罕的家人属于救恩……已成为统治者”)。
- 6.11.85ὧν ἡ κατὰ μέρος σύνθεσις τετραγώνους γεννᾷ
术语 ἡ κατὰ μέρος σύνθεσις 指“逐项累加(部分和)”。此处表达了奇数(1、3、5……)依次累加生成正方形数(1、4、9、16……)的算术原理。
- 6.11.86γεωμετρίας δὲ ἔστω μαρτύριον ... μεταγούσης ἡμᾶς
这是一个显著的隔置修辞(hyperbaton):句首的属格名词 γεωμετρίας 与从句末尾的一致分词 μεταγούσης(阴性属格单数)被复合主语(ἡ κατασκευαζομένη σκηνὴ καὶ τεκταινομένη κιβωτός)及其修饰成分分隔开来,该分词短语直接修饰 γεωμετρίας(“引导我们从感性走向可知之物的几何学”)。
