← 亚历山太的革利免

杂记

§5.13.138-5.13.141

灵魂的观照、借用论的总结与神的公义

作者引用巴门尼德、梅特罗多洛、柏拉图和耶利米等人之言论述真正的智慧与灵魂的观照,随后总结关于希腊哲学剽窃异邦智慧的讨论,强调上帝永恒的公义与人的自由选择,从而结束第五卷。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.13.138

Ἀφικόμενος οὖν ἐπὶ τὴν ἀληθῆ μάθησιν ὁ βουλόμενος ἀκουέτω μὲν Παρμενίδου τοῦ Ἐλεάτου ὑπισχνουμένου· "εἴσῃ δ’ αἰθερίαν τε φύσιν τά τ’ ἐν αἰθέρι πάντα σήματα καὶ καθαρᾶς εὐαγέος ἠελίοιο λαμπάδος ἔργ’ ἀίδηλα καὶ ὁππόθεν ἐξεγένοντο, ἔργα τε κύκλωπος πεύσῃ περίφοιτα σελήνης καὶ φύσιν, εἰδήσεις δὲ καὶ οὐρανὸν ἀμφὶς ἔχοντα, ἔνθεν ἔφυ τε καὶ ὥς μιν ἄγουσα ἐπέδησεν Ἀνάγκη πείρατ’ ἔχειν ἄστρων, "Μητροδώρου τε, καίτοι Ἐπικουρείου γενομένου, ἐνθέως ταῦτά γε εἰρηκότος· μέμνησο, Μενέστρατε, διότι, θνητὸς φὺς καὶ λαβὼν βίον ὡρισμένον, ἀναβὰς τῇ ψυχῇ ἕως ἐπὶ τὸν αἰῶνα καὶ τὴν ἀπειρίαν τῶν πραγμάτων κατεῖδες καὶ ›τὰ ἐσσόμενα πρό τ’ ἐόντα‹. ὅτε σὺν εὐδαίμονι χορῷ κατὰ τὸν Πλάτωνα μακαρίαν ὄψιν τε καὶ θέαν ἐποπτεύσομεν. ἑπόμενοι μετὰ μὲν Διὸς ἡμεῖς, ἄλλοι δὲ μετ’ ἄλλων θεῶν, τελετῶν, ᾗ θέμις λέγειν, μακαριωτάτην τελούμενοι, ἣν ὀργιάζομεν, ὁλόκληροι μὲν αὐτοὶ καὶ ἀπαθεῖς κακῶν, ὅσα ἡμᾶς ἐν ὑστέρῳ χρόνῳ ὑπέμεινεν, ὁλόκληρα δὲ καὶ ἀτρεμῆ φάσματα μυούμενοί τε καὶ ἐποπτεύοντες ἐν αὐγῇ καθαρᾷ, καθαροὶ καὶ ἀσήμαντοι τούτου, ὃ νῦν σῶμα περιφέροντες ὀνομάζομεν,1 ὀστρέου τρόπον δεδεσμευμένοι.

因此,凡达到真实学问且有所愿求者,一方面当听埃利亚的巴门尼德应许道: “你将认识以太的本性,以及以太中的一切星象,纯净明亮之日轮火炬的毁灭之功,以及它们从何而生;你亦将知晓圆目之月巡行的作为及其本性,你还将认识周遭环抱的天宇,它从何而生,以及必然性如何引领它并束缚它,使它持守群星的界限;”另一方面亦当听梅特罗多洛,他虽是伊壁鸠鲁学派,却受神灵感动说出这番话: “墨涅斯特拉托斯啊,当记念:你虽生为凡人,得着有限的寿命,却以灵魂上升至永恒与万有的无限,洞见了‘将来的事与先前的事’。” 那时,正如柏拉图所言,我们跟随福乐的歌舞行列,将瞻仰那至福的景象与大观。 我们追随宙斯,其他人追随其他神祇,得以领受若合乎礼法可以说乃是至为福乐的秘仪;我们举行这圣仪,自身完全且不受后来等待着我们的各样邪恶所伤,在纯净的光芒中领受并瞻仰完全而安稳的异象,自身纯洁,不带有这被称为身体的坟墓之印记——我们如今随身佩带着它,如牡蛎一般被禁锢其中。

§5.13.139

Οἱ δὲ Πυθαγόρειοι τὸν οὐρανὸν τὸν ἀντίχθονα καλοῦσιν, ἐφ’ ἧς γῆς δἰ Ἱερεμίου· τάξω σε εἰς τέκνα, καὶ δώσω σοι γῆν ἐκλεκτὴν κληρονομίαν θεοῦ παντοκράτορος, ἣν οἱ κληρονομήσαντες βασιλεύσουσι γῆς. Καὶ μυρία ἐπὶ μυρίοις ἐπιρρεῖ μοι παρατίθεσθαι, συμμετρίας δ’ οὖν ἕνεκα καταπαυστέον ἤδη τὸν λόγον, ὅπως μὴ τὸ τοῦ τραγῳδοποιοῦ Ἀγάθωνος πάθωμεν καὶ αὐτοί· "τὸ μὲν πάρεργον ἔργον ὣς ἡγούμενοι, τὸ δ’ ἔργον ὡς πάρεργον ἐκπονούμενοι. "

毕达哥拉斯学派称天界为“对地”,关于这块土地,借着耶利米说道: “我必将你置于儿女之中,并将蒙拣选之地、全能上帝的基业赐给你,承受这地者必统治全地。” 无数的引证向我涌来,但为了合乎分寸,理当在此打住论述,免得我们也遭遇悲剧诗人阿伽通所说的那种境况: “把余事当作正事,而把正事当作余事来操劳。”

§5.13.140

Δεδειγμένου τοίνυν σαφῶς, ὡς οἶμαι, ὅπως κλέπτας εἰρῆσθαι πρὸς τοῦ κυρίου τοὺς Ἕλληνας ἐξακουστέον, ἑκὼν παραλείπω τὰ τῶν φιλοσόφων δόγματα. εἰ γὰρ καὶ τὰς λέξεις ἐπίοιμεν αὐτῶν, οὐκ ἂν φθάνοιμεν, πλῆθος ὅσον ὑπομνημάτων συνερανίζοντες,2 ἐκ τῆς βαρβάρου φιλοσοφίας πᾶσαν φερομένην τὴν παρ’ Ἕλλησιν ἐνδεικνύμενοι σοφίαν. ἧς θεωρίας οὐδὲν ἧττον αὖθις ἐφαψόμεθα κατὰ τὸ ἀναγκαῖον, ὁπηνίκα ἂν τὰς περὶ ἀρχῶν δόξας τὰς παρ’ Ἕλλησι φερομένας ἀναλεγώμεθα. πλὴν καὶ τοῦτο ἡμῖν ἐκ τῶν εἰρημένων ἡμῖν ἡσυχῇ παρίσταται σκοπεῖν, ὃν τρόπον ταῖς Ἑλληνικαῖς τῷ οἵῳ τε ὄντι διανήχεσθαι τὰ ἐν αὐτοῖς κύματα ἐντευκτέον βίβλοις.3 "ὄλβιος, "ὡς ἔοικεν, ἄρα ἐστὶν κατὰ τὸν Ἐμπεδοκλέα, " ὃς θείων πραπίδων ἐκτήσατο πλοῦτον, δειλὸς δ’ ᾧ σκοτόεσσα θεῶν πέρι δόξα μέμηλεν." γνῶσιν καὶ ἀγνωσίαν ὅρους εὐδαιμονίας κακοδαιμονίας τε θείως ἐδήλωσεν. χρὴ γὰρ εὖ μάλα πολλῶν ἴστορας φιλοσόφους ἄνδρας εἶναι καθ’ Ἡράκλειτον, καὶ τῷ ὄντι ἀνάγκη "πολλὰ πλανηθῆναι διζήμενον ἔμμεναι ἐσθλόν. "

因此,依我之见,既然应当如何理解希腊人被主称为盗贼一事已被清楚显明,我便有意略去哲学家们的教条。因为倘若我们逐一考察他们的言辞,即便汇集如此大量的札记,也无法穷尽,以表明希腊人中间的一切智慧皆是从异邦哲学中搬运而来的。不过,当我们重新检视希腊人中间流传的关于本原的观点时,必要时我们仍会再次触及这一研讨。然而,根据已说过的这些,我们亦可平心静气地考察:那有能力游过其中波浪的人,当以何种方式研读希腊书籍。 “福哉,”看来照恩培多克勒所言,“那获得神圣明哲之财富的人;而那挂念关于诸神的晦暗意见者,乃是可怜的。” 他神圣地将认知与无知指明为福乐与不幸的界限。 因为照赫拉克利特的说法,爱智之人委实当博洽多闻,且事实上确有必要“追求成为卓越之人,当多方漂泊”。

§5.13.141

ἤδη μὲν οὖν δῆλον ἡμῖν ἐκ τῶν προειρημένων ὡς ἀίδιος ἡ τοῦ θεοῦ εὐποιία τυγχάνει καὶ εἰς πάντας ἐξ ἀρχῆς ἀνάρχου ἴση ἀτεχνῶς ἡ φυσικὴ δικαιοσύνη, κατ’ ἀξίαν ἑκάστου γένους γενομένη, οὐκ ἀρξαμένη ποτέ· οὐ γὰρ ἀρχὴν τοῦ κύριος καὶ ἀγαθὸς εἶναι εἴληφεν ὁ θεὸς ὢν ἀεὶ ὅ ἐστιν, οὐδὲ μὴν παύσεταί ποτε ἀγαθοποιῶν, κἂν εἰς τέλος ἀγάγῃ ἕκαστα. μεταλαμβάνει δὲ τῆς εὐποιίας ἕκαστος ἡμῶν πρὸς ὃ βούλεται, ἐπεὶ τὴν διαφορὰν τῆς ἐκλογῆς ἀξία γενομένη ψυχῆς αἵρεσίς τε καὶ συνάσκησις πεποίηκεν. Ὧδε μὲν οὖν καὶ ὁ πέμπτος ἡμῖν τῶν κατὰ τὴν ἀληθῆ φιλοσοφίαν γνωστικῶν ὑπομνημάτων Στρωματεὺς περαιούσθω.

因此,根据前文所述,我们如今已明了:上帝的善行乃是永恒的,自然的正义自那无始之始对众人全然平等,按每个族群的配得而施行,从未有过开端;因为上帝恒常是其所是,并未承受作为主与至善者的开端,即便将各物带至终局,他也决不停止行善。我们各人照着自己所愿求的分享这善行,因为灵魂所作出的配得的选择与一同的操练,造成了拣选的差异。 如此,我们依照真实哲学而作的知性备忘录第五部《杂记》,便告完成。

语法注3 条
  1. 5.13.138ἀσήμαντοι τούτου, ὃ νῦν σῶμα περιφέροντες ὀνομάζομεν

    形容词 ἀσήμαντοι 由否定前缀 ἀ- 与 σῆμα(印记、坟墓)构成,支配属格 τούτου,意为“未带有……之印记”或“未被埋葬于……之坟墓中”。此处化用了柏拉图《斐德罗篇》250C的典故,体现了将 σῶμα(身体)视为 σῆμα(灵魂的坟墓)的俄耳甫斯—柏拉图式字词双关。

  2. 5.13.140οὐκ ἂν φθάνοιμεν, πλῆθος ὅσον ὑπομνημάτων συνερανίζοντες

    否定小词与潜在希求法 οὐκ ἂν φθάνοιμεν 与分词(此处为 συνερανίζοντες 及 ἐνδεικνύμενοι)连用,为古典希腊语习惯搭配。字面意为“我们在……上无法占先”,引申表示“无论怎样……也无法穷尽/做不完”,指即使搜集再多札记也难以一一枚举。

  3. 5.13.140ὃν τρόπον ταῖς Ἑλληνικαῖς τῷ οἵῳ τε ὄντι διανήχεσθαι τὰ ἐν αὐτοῖς κύματα ἐντευκτέον βίβλοις

    非人称动形容词 ἐντευκτέον(源自 ἐντυγχάνω,意为“接触”、“研读”)支配与格 ταῖς Ἑλληνικαῖς ... βίβλοις 作为对象,其逻辑主语由与格定冠词分词 τῷ οἵῳ τε ὄντι(对于有能力者而言)充当。不定词 διανήχεσθαι(游过)补充说明这一能力,并支配宾格 τὰ ἐν αὐτοῖς κύματα 作为宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:5.13.138-5.13.141