- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:5.9.56-5.9.59
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者自省论述过于冗长,继而阐明异族哲学、希腊各哲学流派及密仪借象征与帷幔隐藏真理的原由,强调寓意解读的分寸,并对比了追求真正知识者与庸俗大众的界限。
Ἀλλ’, ὡς ἔοικεν, ἔλαθον ὑπὸ φιλοτιμίας ἀποδεικτικῆς περαιτέρω τοῦ δέοντος παρεκβάς.1 ἐπιλείψει γάρ με ὁ βίος τὸ πλῆθος τῶν συμβολικῶς φιλοσοφούντων παρατιθέμενον. μνήμης τε οὖν ἕνεκεν καὶ συντομίας καὶ τοῦ πρὸς τὴν ἀλήθειαν ἀνατετάσθαι τοιαῦταί τινες αἱ τῆς βαρβάρου φιλοσοφίας γραφαί. τῶν γὰρ πολλάκις αὐταῖς πλησιαζόντων καὶ δοκιμασίαν δεδωκότων κατά τε τὴν πίστιν κατά τε τὸν βίον ἅπαντα μόνων ἐθέλουσιν ὑπάρχειν τὴν ὄντως οὖσαν φιλοσοφίαν καὶ τὴν ἀληθῆ θεολογίαν. ναὶ μὴν ἐξηγητοῦ τινος καὶ καθηγητοῦ χρείαν ἔχειν ἡμᾶς βούλονται· οὕτως γὰρ καὶ σπουδασθήσεσθαι μᾶλλον καὶ ὠφελήσειν τοὺς ἀξίους αὐτῶν διελάμβανον καὶ ἀνεξαπατήτους τούτους ἔσεσθαι, παρὰ τῶν εὖ εἰδότων παραλαμβάνοντας. ἄλλως τε καὶ πάνθ’, ὅσα διά τινος παρακαλύμματος ὑποφαίνεται, μείζονά τε καὶ σεμνοτέραν δείκνυσι τὴν ἀλήθειαν. καθάπερ τὰ μὲν ὥρια διαφαίνοντα τοῦ ὕδατος, αἱ μορφαὶ δὲ διὰ τῶν παρακαλυμμάτων συνεμφάσεις τινὰς αὐταῖς προσχαριζομένων. ἐλεγκτικαὶ γὰρ αἱ περιαύγειαι πρὸς τῷ καὶ τὰ φανερὰ μονοτρόπως κατανοεῖσθαι.
然而,正如所见,我因急于论证的热忱,似乎不知不觉偏离得过甚了。因为如果我要把象征性地探讨哲理的众多人物一一列出,我的生命亦将不够用。因此,出于记忆、简明以及指向真理的缘故,异族哲学的著作才呈现为这般面貌。因为他们要求,只有那些频繁亲近它们、并在信仰与全部生活上都通过检验的人,才能拥有真实存在的哲学与真实的关于神的论述。确实,他们希望我们需要某位阐释者与导师;因为他们认为,如此这般才能更受专心研习,益于配得上它们的人,而且这些人在从深谙其道者那里领受时才不致受骗。况且,一切透过某种帷幔隐约显现的事物,都能将真理衬托得更加宏大庄严。犹如水中隐现的时令果实,又如隔着纱幔的体态,纱幔赋予其某种暗示的魅力。因为全面照射的光亮会暴露瑕疵,况且显而易见之物只会被单一理解。
συνεκδοχὰς τοίνυν πλείονας ἐξὸν εἶναι λαμβάνειν, ὥσπερ οὖν λαμβάνομεν, ἐκ τῶν μετ’ ἐπικρύψεως εἰρημένων. ὧν οὕτως ἐχόντων σφάλλεται μὲν ὁ ἄπειρος καὶ ἀμαθής, καταλαμβάνει δὲ ὁ γνωστικός. ἤδη γοῦν οὐδὲ τοῖς τυχοῦσιν ἤθελον ἀνέδην ἐκκεῖσθαι πάντα, οὐδὲ κοινοποιεῖσθαι τὰ σοφίας ἀγαθὰ τοῖς μηδ’ ὄναρ τὴν ψυχὴν κεκαθαρμένοις· οὐ γὰρ θέμις ὀρέγειν τοῖς ἀπαντῶσι τὰ μετὰ τοσούτων ἀγώνων πορισθέντα οὐδὲ μὴν βεβήλοις τὰ τοῦ λόγου μυστήρια διηγεῖσθαι. φασὶ γοῦν Ἵππαρχον τὸν Πυθαγόρειον, αἰτίαν ἔχοντα γράψασθαι τὰ τοῦ Πυθαγόρου σαφῶς, ἐξελαθῆναι τῆς διατριβῆς καὶ στήλην ἐπ’ αὐτῷ γενέσθαι οἷα νεκρῷ. διὸ καὶ ἐν τῇ βαρβάρῳ φιλοσοφίᾳ νεκροὺς καλοῦσι τοὺς ἐκπεσόντας τῶν δογμάτων καὶ καθυποτάξαντας τὸν νοῦν τοῖς πάθεσι τοῖς ψυχικοῖς. τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ, κατὰ τὸν θεῖον ἀπόστολον, ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος; τίς δὲ συμφώνησις Χριστοῦ πρὸς Βελίαρ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; δίχα γὰρ Ὀλυμπίων καὶ φθιμένων τιμαί. διὸ καὶ ἐξέρχεσθε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· κἀγὼ εἰσδέξομαι ὑμᾶς καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας.
因此,正如我们所做的那样,从隐晦表达的言辞中可以获取更多的领悟。在这些情况之下,缺乏经验的无知者跌倒,而知者则能领悟。总之,他们一开始就不愿将一切毫无保留地公开于任何偶然到来的人,亦不愿将智慧的珍宝分授于连梦中都不曾洗净灵魂的人;因为将历经如此艰辛求得的财宝递给偶遇之人是不合律例的,把圣言的奥秘讲给俗人听也是不被允许的。相传毕达哥拉斯派的希帕库斯因被控清晰记录了毕达哥拉斯的教义,便被逐出学园,人们还为他立起墓碑,视若死人。因此在异族哲学中,亦把那些背弃教理、使理智屈从于灵魂情欲的人称为死人。因为,正如神圣的使徒所说:“公义和不法有什么相交呢?光明和黑暗有什么相通呢?基督和彼列有什么相和呢?信主的和不信主的有什么相干呢?”因为奥林匹斯诸神与亡者的尊荣判然有别。“所以主说:你们务要从他们中间出来,与他们分别,不要沾不洁净的物;我就收纳你们。我要作你们的父,你们要作我的儿女。”
Οὐ μόνοι ἄρα οἱ Πυθαγόρειοι καὶ Πλάτων τὰ πολλὰ ἐπεκρύπτοντο, ἀλλὰ καὶ οἱ Ἐπικούρειοί φασί τινα καὶ παρ’ αὐτοῦ ἀπόρρητα εἶναι καὶ μὴ πᾶσιν ἐπιτρέπειν ἐντυγχάνειν τούτοις τοῖς γράμμασιν. ἀλλὰ καὶ οἱ Στωϊκοὶ λέγουσι Ζήνωνι τῷ πρώτῳ γεγράφθαι τινά, ἃ μὴ ῥᾳδίως ἐπιτρέπουσι τοῖς μαθηταῖς ἀναγινώσκειν, μὴ οὐχὶ πεῖραν δεδωκόσι πρότερον,2 εἰ γνησίως φιλοσοφοῖεν. λέγουσι δὲ καὶ οἱ Ἀριστοτέλους τὰ μὲν ἐσωτερικὰ εἶναι τῶν συγγραμμάτων αὐτοῦ, τὰ δὲ κοινά τε καὶ ἐξωτερικά. ἀλλὰ καὶ οἱ τὰ μυστήρια θέμενοι, φιλόσοφοι ὄντες, τὰ αὑτῶν δόγματα τοῖς μύθοις κατέχωσαν, ὥστε μὴ εἶναι ἅπασι δῆλα· εἶθ’ οἳ μέν, ἀνθρωπίνας κατακρύψαντες δόξας, τοὺς ἀμαθεῖς ἐκώλυσαν ἐντυγχάνειν, τὴν δὲ τῶν ὄντων ὄντως ἁγίαν καὶ μακαρίαν θεωρίαν οὐ παντὸς μᾶλλον ἐπικεκρύφθαι συνέφερεν; πλὴν οὔτε τὰ τῆς βαρβάρου φιλοσοφίας οὔθ’ οἱ μῦθοι οἱ Πυθαγόρειοι, ἀλλ’ οὐδ’ οἱ παρὰ Πλάτωνι ἐν Πολιτείᾳ Ἠρὸς τοῦ Ἀρμενίου καὶ ἐν Γοργίᾳ Αἰακοῦ καὶ Ῥαδαμάνθυος καὶ ἐν Φαίδωνι ὁ τοῦ Ταρτάρου καὶ ἐν Πρωταγόρᾳ ὁ Προμηθέως καὶ Ἐπιμηθέως πρός τε τούτοις ὁ τοῦ πολέμου τῶν Ἀτλαντικῶν καὶ τῶν Ἀθηναίων ἐν τῷ Ἀτλαντικῷ, οὐχ ἁπλῶς κατὰ πάντα τὰ ὀνόματα ἀλληγορητέοι,3 ἀλλ’ ὅσα τῆς διανοίας τῆς καθόλου σημαντικά, καὶ δὴ ταῦτα ἐξεύροιμεν ἂν διὰ συμβόλων ὑπὸ παρακαλύμματι τῇ ἀλληγορίᾳ μηνυόμενα.
可见,不仅毕达哥拉斯派和柏拉图遮蔽了大部分事物,伊壁鸠鲁派也称出自他的某些事物亦属不可外传的秘密,并不准许所有人阅读这些著作。斯多葛派亦称首任芝诺写过某些著作,在学生未先证明是否真诚从事哲学之前,他们并不轻易准许其阅读。亚里士多德的门人亦称其著述一部分是秘传的,另一部分则是通俗公开的。不仅如此,那些制定密仪的人身为哲学家,将自己的教理掩埋在神话中,使其不至被所有人一览无余;既然他们隐藏了人的臆见以阻拦无知者窥探,难道关于真实存在之物的真正神圣福乐的观照,不更应当被掩盖起来吗?不过,无论是异族哲学的教导,还是毕达哥拉斯派的神话,抑或是柏拉图著作中《理想国》中亚美尼亚人厄尔的神话、《高尔吉亚》中埃阿科斯和拉达曼提斯的神话、《斐多》中塔尔塔罗斯的神话、《普罗泰戈拉》中普罗米修斯与厄庇米修斯的神话,再加上《大西洋篇》中大西洋人与雅典人的战争神话,都不应毫无节制地照着每一个字眼去附会寓意,而只应针对那些指示普遍思想的部分,而正是这些思想,我们可以发现它们是在寓意的遮蔽下通过象征被提示出来的。
Ναὶ μὴν καὶ ἡ Πυθαγόρου συνουσία καὶ ἡ πρὸς τοὺς ὁμιλητὰς διττὴ κοινωνία, ἀκουσματικοὺς τοὺς πολλοὺς καί τινας μαθηματικοὺς ἑτέρους καλοῦσα, τοὺς γνησίως ἀνθαπτομένους τῆς φιλοσοφίας, " ἀλλὰ τὸ μὲν φάσθαι, τὸ δὲ καὶ κεκρυμμένον εἶναι "πρὸς τοὺς πολλοὺς ᾐνίσσετο. ἴσως δὲ καὶ τὸ διττὸν ἐκεῖνο εἶδος τῶν ἐκ τοῦ Περιπάτου, τὸ ἐν τοῖς λόγοις ἔνδοξόν τε καὶ ἐπιστημονικὸν καλούμενον, οὐκ ἀπήλλακται τοῦ διαιρεῖν δόξαν ἀπό τε εὐκλείας καὶ ἀληθείας. "μηδέ σέ γ’ εὐδόξοιο βιήσεται ἄνθεα τιμῆς πρὸς θνητῶν ἀνελέσθαι, ἐφ’ ᾧ θ’ ὁσίης πλέον εἰπεῖν." αἱ γοῦν Ἰάδες μοῦσαι διαρρήδην λέγουσι τοὺς μὲν πολλοὺς καὶ δοκησισόφους δήμων ἀοιδοῖσιν ἕπεσθαι καὶ νόμοισι χρέεσθαι, εἰδότας ὅτι πολλοὶ κακοί, ὀλίγοι δὲ ἀγαθοί· τοὺς ἀρίστους δὲ τὸ κλέος μεταδιώκειν. αἱρεῦνται γάρ, φησίν, ἓν ἀντὶ πάντων οἱ ἄριστοι κλέος ἀέναον θνητῶν, οἱ δὲ πολλοὶ κεκόρηνται ὅπως κτήνεα, γαστρὶ καὶ αἰδοίοις καὶ τοῖς αἰσχίστοις τῶν ἐν ἡμῖν μετρήσαντες τὴν εὐδαιμονίαν· ὅ τ’ Ἐλεάτης Παρμενίδης ὁ μέγας διττῶν εἰσηγεῖται διδασκαλίαν ὁδῶν ὧδέ πως γράφων· "ἠμὲν Ἀληθείης εὐπειθέος ἀτρεμὲς ἦτορ, ἠδὲ βροτῶν δόξας, ταῖς οὐκ ἔνι πίστις ἀληθής."
确实,毕达哥拉斯的集会以及对待同道者的双重交往(将多数人称为听闻者,而将少数真诚投身哲学的人称为数学派),向大众暗示着“有些事可以说出,有些事则当隐蔽”。逍遥学派在论说中所谓“通念的”与“科学证明的”那双重形式,或许亦未脱离将见解从声誉与真理中区分开来的意图。“切莫让凡人那美好名望的荣誉之花迫使你摘取,以致违背神圣之道而多言。”伊奥尼亚的缪斯们明白地说,庸常而自以为智的众人追随民间的歌者并遵从习俗,深知多数人邪顽而少数人优秀;唯有最优秀者追求荣光。 “因为最优秀者宁取一物以代万物,”他说,“即凡人中永恒的荣光;而众人却如牲畜般饱食求饱”,用肚腹、生殖器和我们身上最可耻的部分来衡量幸福;爱利亚学派伟大的巴门尼德亦引入两条道路的学说,写道:“一者是令人信服的真理的不可动摇之心,一者是凡人的意见,其中并无真正的信念。”
- 5.9.56ἔλαθον ὑπὸ φιλοτιμίας ἀποδεικτικῆς περαιτέρω τοῦ δέοντος παρεκβάς
动词ἔλαθον与分词παρεκβάς构成典型的λανθάνω+分词句式,表示“不知不觉/未察觉便做了……”。介词短语ὑπὸ φιλοτιμίας(ὑπό+属格)表示行为的内在动机或原因,修饰分词παρεκβάς。
- 5.9.58μὴ οὐχὶ πεῖραν δεδωκόσι πρότερον
承接带有否定含义的动词短语μὴ ῥᾳδίως ἐπιτρέπουσι(不轻易准许),双重否定μὴ οὐχί接与格分词δεδωκόσι,构成条件性从属表达,意为“除非他们先前出示了证明,否则不予允许”。
- 5.9.58οὐχ ἁπλῶς κατὰ πάντα τὰ ὀνόματα ἀλληγορητέοι
动形词ἀλληγορητέοι作为谓语,承接前文列举的一系列主语(无论是异族哲学还是各种神话)。οὐχ ἁπλῶς与κατὰ πάντα τὰ ὀνόματα相呼应,构成限制性否定,警告读者不可不加区分地对每一个字面词名都机械套用寓意解说。
