- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:5.10.60-5.10.62
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者援引使徒保罗的书信,论证神的奥秘历代隐藏,只逐步向那些经过洁净并达到完全的人显明,以此证明真知绝非无分别地面向所有人。
Εἰκότως ἄρα ὁ θεσπέσιος ἀπόστολος κατὰ ἀποκάλυψιν φησὶν ἐγνωρίσθη μοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ, πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ, ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις. ἔστιν γάρ τις καὶ τελείων μάθησις, περὶ ἧς πρὸς τοὺς Κολοσσαεῖς γράφων φησίν· οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι καὶ αἰτούμενοι, ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ συνέσει πνευματικῇ, περιπατῆσαι ἀξίως τοῦ κυρίου εἰς πᾶσαν ἀρέσκειαν, παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες καὶ αὐξανόμενοι τῇ ἐπιγνώσει τοῦ θεοῦ, ἐν πάσῃ δυνάμει ἐνδυναμούμενοι κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ. καὶ πάλιν κατὰ τὴν οἰκονομίαν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι φησὶν εἰς ὑμᾶς πληρῶσαι τὸν λόγον τοῦ θεοῦ, τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν, ὃ νῦν ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ, οἷς ἠθέλησεν ὁ θεὸς γνωρίσαι, τί τὸ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν.
因此,神圣的使徒理所当然地说:“通过启示,那奥秘向我显明,正如我先前简略写过的那样,你们读了,就能领会我在基督的奥秘上的理解;这奥秘在别的世代并未向人类的子孙显明,像如今启示给祂的圣使徒和先知那样。”因为确实存在一种属于完全人的训谕,关于此,使徒在致歌罗西人书信中写道:“我们为你们不住地祈祷祈求,愿你们在一切属灵的智慧和悟性上,满心知道祂的旨意,行事为人对得起主,凡事蒙祂喜悦,在一切善事上结果子,渐渐多知道神,照祂荣耀的权能,得以在各样力量上刚强。”使徒又说:“照神为你们赐给我的职分,为了把神的道传得完全,就是历世历代隐藏的奥秘,如今向祂的圣徒显明了;神愿意叫他们知道,这奥秘在外邦人中有何等丰盛的荣耀。”
ὥστε ἄλλα μὲν τὰ μυστήρια τὰ ἀποκεκρυμμένα ἄχρι τῶν ἀποστόλων καὶ ὑπ’ αὐτῶν παραδοθέντα ὡς ἀπὸ τοῦ κυρίου παρειλήφασιν (ἀποκεκρυμμένα δὲ ἐν τῇ παλαιᾷ διαθήκῃ), ἃ νῦν ἐφανερώθη τοῖς ἁγίοις, ἄλλο δὲ τὸ πλοῦτος1 τῆς δόξης τοῦ μυστηρίου τοῦ ἐν τοῖς ἔθνεσιν, ὅ ἐστιν ἡ πίστις καὶ ἡ ἐλπὶς ἡ εἰς Χριστόν, ὃν ἀλλαχῇ θεμέλιον εἴρηκεν. καὶ πάλιν οἷον φιλοτιμούμενος ἐμφῆναι τὴν γνῶσιν ὧδέ πως γράφει· νουθετοῦντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ· οὐ πάντα ἁπλῶς ἄνθρωπον, ἐπεὶ οὐδεὶς ἂν ἦν ἄπιστος,2 οὐδὲ μὴν πάντα τὸν πιστεύοντα τέλειον ἐν Χριστῷ, ἀλλὰ πάντα ἄνθρωπον λέγει, ὡς εἰπεῖν ὅλον τὸν ἄνθρωπον, οἷον σώματι καὶ ψυχῇ ἡγνισμένον, ἐπεί, ὅτι οὐ πάντων ἡ γνῶσις, διαρρήδην ἐπιφέρει· συμβιβασθέντες ἐν ἀγάπῃ καὶ εἰς πᾶν πλοῦτος τῆς πληροφορίας τῆς συνέσεως, εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ θεοῦ ἐν Χριστῷ, ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι. τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ· ἡ εὐχαριστία δὲ οὐκ ἐπὶ ψυχῆς μόνον καὶ τῶν πνευματικῶν ἀγαθῶν, ἀλλὰ καὶ ἐπὶ τοῦ σώματος γίνεται καὶ τῶν τοῦ σώματος ἀγαθῶν.
因此,直到使徒时代为止一直隐藏、并由使徒照从主领受的方式传授下来的那些奥秘(即在旧约中隐藏的奥秘),如今向圣徒显明了,这是一回事;而那在外邦人中的奥秘之荣耀的丰盛,即对基督的信心与盼望(使徒在别处称祂为“根基”),则是另一回事。他又仿佛热切地要阐明这种真知,写道:“用各样的智慧劝诫各人,要把各人在基督里完完全全地引到神面前。”这里说的不是无差别的“每个人”,否则就不会有任何不信的人;也不是指“每一个”信徒在基督里都是“完全的”;而是说“全人”,可以说是指整个人,即在身心两方面皆得洁净之人。因为知识并不属于所有人,使徒紧接着明确补充道:“在爱中彼此联络,以致丰丰足足在悟性上有完全的确信,能以真知神在基督里的奥秘,所积蓄的一切智慧和知识都在祂里面隐藏着。”“你们要恒切祈祷,在此警醒感恩。”而感恩不仅是为着灵魂和属灵的美善,也是为着肉体和肉体的美善。
καὶ ἔτι σαφέστερον ἐκκαλύπτει τὸ μὴ πάντων εἶναι τὴν γνῶσιν, ἐπιλέγων· προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν, ἵνα ὁ θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λαλῆσαι τὸ μυστήριον τοῦ Χριστοῦ, δι’ ὃ καὶ δέδεμαι, ἵνα φανερώσω αὐτὸ ὡς δεῖ με λαλῆσαι. ἦν γάρ τινα ἀγράφως παραδιδόμενα. αὐτίκα τοῖς Ἑβραίοις καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον φησίν, ὡς ἂν ἐγγηράσαντες τῇ διαθήκῃ τῇ παλαιᾷ, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς,3 τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ θεοῦ, καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος καὶ οὐ στερεᾶς τροφῆς· πᾶς γὰρ ὁ μετέχων γάλακτος ἄπειρος λόγου δικαιοσύνης, νήπιος γάρ ἐστι, τὰ πρῶτα μαθήματα πεπιστευμένος· τελείων δέ ἐστιν ἡ στερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ. διὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον ἐπὶ τὴν τελειότητα φερώμεθα.
他进一步更清楚地揭示出知识并不属于所有人,又说道:“同时也要为我们祈祷,求神给我们开门,能讲基督的奥秘,我为此亦被捆锁,叫我按着所该说的话将这奥秘显明出来。”因为确有某些内容是不形诸文字而口传下来的。例如对希伯来人,使徒说:“按时间说,你们本该作师傅,”这仿佛是指他们在旧约中已经老迈,“谁知你们又需要有人教导你们神圣言初阶的要道是什么,并且成了必须吃奶、不能吃干粮的人。凡只能吃奶的,都不熟练仁义的道理,因为他是婴孩,”只受托了初阶的功课;“唯独长大成人者才能吃干粮,他们的感官因习练纯熟,就能分辨善恶了。所以,我们应当离开基督道理的开端,竭力进到完全的地步。”
- 5.10.61ὥστε ἄλλα μὲν τὰ μυστήρια... ἄλλο δὲ τὸ πλοῦτος
对比与区分结构,无冠词的“ἄλλα μὲν ... ἄλλο δὲ”处于表语位置,分别统摄带冠词的主语“τὰ μυστήρια”与“τὸ πλοῦτος”,意为“隐秘的奥秘是一回事,而奥秘的丰盛则是另一回事(二者判然有别)”。
- 5.10.61ἐπεὶ οὐδεὶς ἂν ἦν ἄπιστος
连词“ἐπεί”带有“否则的话”之省约含义,与结论句中的“ἄν”加未完成过去直陈式“ἦν”构成与过去/现在事实相反的虚拟条件语气,意即“因为若非如此(若真的是指字面上的所有人),就不会有任何不信之人了”。
- 5.10.62χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς
带属格冠词的不定式“τοῦ διδάσκειν”(主动语态)依附于名词“χρείαν”,宾格代词“ὑμᾶς”作不定式的直接宾语。虽然不定式在形式上是主动的(“某人教导你们”),但在语境中表达了接受者需要受教的被动意义。
