- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:5.8.53-5.8.55
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克莱门特援引柏拉图、法厄同神话、约瑟之坑以及出埃及记的律例,论证向不成熟之人轻率传授深奥知识的危险与秘藏的必要。随后他藉施洗约翰解鞋带之语及罗马遗嘱订立仪式,阐明揭示象征涵义与承担见证责任的道理。
οὕτως καὶ Πλάτων ἐν τῷ Περὶ ψυχῆς τόν τε ἡνίοχον καὶ τὸν ἀποστατήσαντα ἵππον (τὸ ἄλογον μέρος, ὃ δὴ δίχα τέμνεται, εἰς θυμὸν καὶ ἐπιθυμίαν)1 καταπίπτειν φησίν. ᾗ καὶ τὸν Φαέθοντα δι’ ἀκρασίαν τῶν πώλων ἐκπεσεῖν ὁ μῦθος αἰνίττεται. Ναὶ μὴν καὶ ἐπὶ τοῦ Ἰωσήφ· νέον τοῦτον ζηλώσαντες οἱ ἀδελφοὶ πλεῖόν τι προορώμενον κατὰ τὴν γνῶσιν ἐξέδυσαν τὸν χιτῶνα τὸν ποικίλον καὶ λαβόντες ἔρριψαν εἰς λάκκον, ὁ δὲ λάκκος κενὸς ὕδωρ οὐκ εἶχε· τὴν ἐκ φιλομαθίας τοῦ σπουδαίου ποικίλην γνῶσιν ἀποσκορακίσαντες ἢ ψιλῇ τῇ κατὰ νόμον πίστει κεχρημένοι ἔρριψαν εἰς λάκκον τὸν ὕδατος κενόν, εἰς Αἴγυπτον ἀπεμπολήσοντες τὴν τοῦ θείου λόγου ἔρημον. κενὸς δὲ ἐπιστήμης ὁ λάκκος, ἐν ᾧ ῥιφεὶς καὶ τὴν γνῶσιν ἀποδυσάμενος ὅμοιος τοῖς ἀδελφοῖς ἐδόκει γυμνὸς γνώσεως ὁ διαλεληθὼς σοφός. κατ’ ἄλλο σημαινόμενον εἴη ἂν ἐπιθυμία τὸ ποικίλον ἔνδυμα, εἰς ἀχανὲς ἀπάγουσα βάραθρον. ἐὰν δέ τις ἀνοίξῃ λάκκον ἢ λατομήσῃ, φησί, καὶ μὴ καλύψῃ αὐτόν, ἐμπέσῃ δ’ ἐκεῖ μόσχος ἢ ὄνος, ὁ κύριος τοῦ λάκκου ἀποτίσει ἀργύριον καὶ δώσει τῷ πλησίον, τὸ δὲ τεθνηκὸς αὐτῷ ἔσται.
同样,柏拉图在《论灵魂》中也说,御者与叛逆的马——即那非理性的部分,它分为气魄与欲望两半——一同坠落。神话亦由此暗示法厄同因马匹的放纵不羁而坠落。 确实,约瑟的事例亦是如此:他的兄长们因这少年在知识上有所远见而心生嫉妒,“剥去他的彩衣,拿住他,把他丢在坑里;那坑是空的,里头没有水”。他们或是摒弃了由于善人之好学而产生的多采知识,或是仅凭律法上的朴素信仰,将他扔进那没有水的坑里,打算将他卖到荒芜神圣之言的埃及。那坑中没有真知,隐秘的智者被扔进其中并脱去知识,看似赤裸无知,与他的兄弟们无异。按另一种含义,这件彩衣亦可指将人引向无底深渊的欲望。 经上说:“若有人敞开土坑,或是掘坑,不遮盖,有牛犊或驴掉在里头,坑主就要赔出银子,给邻舍,死牲畜要归自己。”
ἐνταῦθά μοι τὴν προφητείαν ἐκείνην ἔπαγε· ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ, Ἰσραὴλ δέ με οὐ συνῆκεν. ἵνα οὖν μή τις τούτων, ἐμπεσὼν εἰς τὴν ὑπὸ σοῦ διδασκομένην γνῶσιν, ἀκροατὴς γενόμενος τῆς ἀληθείας, παρακούσῃ τε καὶ παραπέσῃ, ἀσφαλής, φησί, περὶ τὴν χρῆσιν τοῦ λόγου γίνου, καὶ πρὸς μὲν τοὺς ἀλόγως προσιόντας ἀπόκλειε τὴν ζῶσαν ἐν βάθει πηγήν, ποτὸν δὲ ὄρεγε τοῖς τῆς ἀληθείας δεδιψηκόσιν. ἐπικρυπτόμενος δ’ οὖν πρὸς τοὺς οὐχ οἵους τε ὄντας παραδέξασθαι τὸ βάθος τῆς γνώσεως κατακάλυπτε τὸν λάκκον. ὁ κύριος οὖν τοῦ λάκκου, ὁ γνωστικὸς αὐτός, ζημιωθήσεται, φησί, τὴν αἰτίαν ὑπέχων τοῦ σκανδαλισθέντος ἤτοι καταποθέντος τῷ μεγέθει τοῦ λόγου, μικρολόγου ἔτι ὄντος, ἢ μετακινήσας τὸν ἐργάτην ἐπὶ τὴν θεωρίαν2 καὶ ἀποστήσας διὰ προφάσεως τῆς αὐτοσχεδίου πίστεως. ἀργύριον δὲ δώσει, τῷ παντοκρατορικῷ βουλήματι ὑπέχων λόγον καὶ εὐθύνας.
请在此为我引用那句预言:“牛认识主人,驴认识主人的槽;以色列却不认识我。”因此,为了使这些人中不致有人落入你所传授的知识中,虽成了真理的听众却听错并跌倒,经上便说:“你在使用言论时当要谨慎”,对那些无理性前来的关上深处的活水泉源,而对渴慕真理的人递上饮料。对那些无力承受“知识之深奥”的人隐蔽起来,盖上土坑。经上说,坑的主人,即这位知者本身,将要受罚,因他或是要承担那因言论的宏大而跌倒或被吞灭之人的责任(那人尚且见识狭隘),或是将那劳作者转置于静观,藉由仓促信仰的借口使其离弃退后。“他要赔出银子”,即向上帝全能的旨意交账并接受审查。
Οὗτος μὲν οὖν ὁ τύπος νόμου καὶ προφητῶν ὁ μέχρις Ἰωάννου· ὃ δέ, καίτοι φανερώτερον λαλήσας ὡς ἂν μηκέτι προφητεύων, ἀλλὰ δεικνύων ἤδη παρόντα τὸν ἐξ ἀρχῆς καταγγελλόμενον συμβολικῶς, ὅμως οὔκ εἰμι φησὶν ἄξιος τὸν ἱμάντα τοῦ ὑποδήματος λῦσαι κυρίου· μὴ γὰρ ἄξιος εἶναι ὁμολογεῖ τὴν τοσαύτην βαπτίσαι δύναμιν, χρῆναι γὰρ τοὺς καθαροποιοῦντας ἀπολύειν τοῦ σώματος καὶ τῶν τούτου ἁμαρτημάτων τὴν ψυχὴν ὥσπερ τοῦ δεσμοῦ τὸν πόδα. τάχα δὲ καὶ τὴν τελευταίαν τοῦ σωτῆρος εἰς ἡμᾶς ἐνέργειαν, τὴν προσεχῆ, λέγει, τὴν διὰ τῆς παρουσίας, ἐπικρυπτομένην τῷ τῆς προφητείας αἰνίγματι· ὁ γὰρ διὰ τῆς αὐτοψίας τὸν θεσπιζόμενον δείξας, τὴν εἰς φανερὸν πόρρωθεν ὁδεύουσαν μηνύσας ἥκουσαν παρουσίαν, ὄντως ἔλυσεν τὸ πέρας τῶν λογίων τῆς οἰκονομίας,3 ἐκκαλύψας τὴν ἔννοιαν τῶν συμβόλων. Καὶ τὰ παρὰ Ῥωμαίοις ἐπὶ τῶν διαθηκῶν γινόμενα τάξιν εἴληχε, τὰ διὰ δικαιοσύνην ἐκεῖνα ζυγὰ καὶ ἀσσάρια καρπισμοί τε καὶ αἱ τῶν ὤτων ἐπιψαύσεις,4 τὰ μὲν γὰρ ἵνα δικαίως γίνηται, τὰ δὲ εἰς τὸν τῆς τιμῆς μερισμόν, τὸ δ’ ὅπως ὁ παρατυχών, ὡς βάρους τινὸς αὐτῷ ἐπιτιθεμένου, ἑστὼς ἀκούσῃ καὶ τάξιν μεσίτου λάβῃ.
这就是直到约翰为止的律法与先知的预表。然而约翰虽然讲得更加明白,仿佛不再是预言,而是直接指认从起初就被象征性宣告的那位如今已经临在,但他仍说:“我就是解开主的鞋带也是不配的”。因为他承认自己不配给如此伟大的权能施洗;因为施洁净者当将灵魂从肉体及其罪恶中释放出来,犹如将脚从脚镣中解脱一样。或许他也是指救主借着降临而对我们施行的最终、直接的作为,这作为曾被隐藏在预言的谜语中;因为那位亲眼指明被预言者、宣告那自古远行而显明的临在如今已然到来的人,借着揭示象征的内涵,确实解开了救赎经纶中神谕的结轴。 罗马人在订立遗嘱时的种种规矩亦各得其序,例如出于公正而设立的天平与阿斯铜币、过户仪式以及触碰耳朵的举动:有些是为了公正施行,有些是为了价银的分配,而另一项则是为了让在场的人如同身负重任般站着听清,承担起中介人(见证者)的职分。
- 5.8.53τὸν ἀποστατήσαντα ἵππον (τὸ ἄλογον μέρος, ὃ δὴ δίχα τέμνεται, εἰς θυμὸν καὶ ἐπιθυμίαν)
概述了柏拉图《斐德罗篇》(此处以副题《论灵魂》称之,246a以下)中灵魂二马战车的比喻。在柏拉图处,一马顺从(气魄),一马叛逆(欲望),而克莱门特在此将整个非理性部分概括为叛逆的马,并将其二分为气魄与欲望。
- 5.8.54ἢ μετακινήσας τὸν ἐργάτην ἐπὶ τὴν θεωρίαν
在语法上,该主格不定过去分词与主句主语 ὁ γνωστικὸς αὐτός 一致,借由 ἤ(或者)与前述主格现在分词短语 τὴν αἰτίαν ὑπέχων...(借由承担……的责任)变换时态并列连接。其意义是并列了知者受损的第二种原因:过早地将实践层面的信徒提升至静观阶梯,从而使其跌倒背离。
- 5.8.55ἔλυσεν τὸ πέρας τῶν λογίων τῆς οἰκονομίας
动词 ἔλυσεν 与上文洗礼约翰解鞋带(λῦσαι)相呼应。此处带有双关隐喻意味:既指解开绳结的末端(τὸ πέρας),又指解明、终结了救赎经纶中神谕的象征意义。
- 5.8.55τὰ διὰ δικαιοσύνην ἐκεῖνα ζυγὰ καὶ ἀσσάρια καρπισμοί τε καὶ αἱ τῶν ὤτων ἐπιψαύσεις
列举了古罗马法中通过青铜与天秤(per aes et libram)订立遗嘱及所有权转移(mancipatio)的诸项程序:天秤(ζυγά)、阿斯铜钱(ἀσσάρια)、移交仪式(καρπισμοί),以及拉扯或触摸耳垂以要求作为在场见证人(auris vellicatio, αἱ τῶν ὤτων ἐπιψαύσεις)的法律习俗。
