- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:5.8.49-5.8.52
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
革利免阐释了第三条儿童习字范句,并列举了奥菲斯诗作、毕达哥拉斯派及赫拉克利特等希腊文学中的寓意表达,进而论证摩西的饮食律法与出埃及颂歌同样是针对情欲与恶习的象征性教导。
Ἀλλὰ καὶ τρίτος ὑπογραμμὸς φέρεται παιδικός· μάρπτε, σφίγξ, κλώψ, ζβυχθηδόν· σημαίνει δ’, οἶμαι, διὰ τῆς τῶν στοιχείων καὶ τοῦ κόσμου διοικήσεως τὴν ὁδὸν ἡμῖν δεῖν ἐπὶ τὴν τῶν τελειοτέρων γίνεσθαι γνῶσιν, βίᾳ καὶ πόνῳ περιγινομένης τῆς αἰωνίου σωτηρίας· μάρψαι μὲν γὰρ τὸ καταλαβεῖν, τὴν δὲ τοῦ κόσμου ἁρμονίαν ἡ σφίγξ, ζβυχθηδὸν δὲ τὴν χαλεπότητα μηνύει, καὶ κλὼψ τὴν λανθάνουσαν κυρίου γνῶσιν ἅμα καὶ ἡμέραν δηλοῖ. Τί δ’; οὐχὶ καὶ Ἐπιγένης ἐν τῷ περὶ τῆς Ὀρφέως ποιήσεως τὰ ἰδιάζοντα παρ’ Ὀρφεῖ ἐκτιθέμενός φησι κερκίσι καμπυλόχρωσι τοῖς ἀρότροις μηνύεσθαι,1 στήμοσι δὲ τοῖς αὔλαξι· μίτον δὲ τὸ σπέρμα ἀλληγορεῖσθαι, καὶ δάκρυα Διὸς τὸν ὄμβρον δηλοῦν, Μοίρας τε αὖ τὰ μέρη τῆς σελήνης, τριακάδα καὶ πεντεκαιδεκάτην καὶ νουμηνίαν· διὸ καὶ λευκοστόλους αὐτὰς καλεῖν τὸν Ὀρφέα φωτὸς οὔσας μέρη. πάλιν ἄνθιον μὲν τὸ ἔαρ διὰ τὴν φύσιν, ἀργίδα δὲ τὴν νύκτα διὰ τὴν ἀνάπαυσιν, καὶ Γοργόνιον τὴν σελήνην διὰ τὸ ἐν αὐτῇ πρόσωπον, Ἀφροδίτην τε τὸν καιρὸν καθ’ ὃν δεῖ σπείρειν, λέγεσθαι παρὰ τῷ θεολόγῳ.
此外,还流传着第三条给孩童的书写范句: ‘捕获吧,斯芬克斯,贼盗,手辣地;’我想,这乃是指明:借着元素和宇宙的治理,我们的道路必须通向对更完美之事的认识,而永恒的救赎是靠着力量与辛劳获得的;因为‘捕获’表明理解,‘斯芬克斯’表明宇宙的和谐,‘手辣地’揭示其艰难,而‘贼盗’则表明主的隐秘知识并其日子。 还有什么呢?埃庇革涅斯在《论奥菲斯的诗作》中阐释奥菲斯特有的表达时,难道不也是说:以‘弯色的织梭’指代犁,以‘经线’指代垄沟,以‘纬线’寓意种子,以‘宙斯之泪’表明雨水;又以‘命运三女神’指代月亮的各部分——第三十日、第十五日与新月,因此奥菲斯亦称她们为‘白袍者’,因其为光芒的一部分;他又说,那位神学家因其自然特性而将春季称为‘繁花者’,因其安息而将夜晚称为‘白色者’,因其中的面孔而将月亮称为‘戈耳工之首’,并将必须播种的时节称为‘阿佛洛狄忒’。
Τοιαῦτα καὶ οἱ Πυθαγόρειοι ᾐνίσσοντο, Φερσεφόνης μὲν κύνας τοὺς πλανήτας, Κρόνου δὲ δάκρυον τὴν θάλασσαν ἀλληγοροῦντες. καὶ μυρία ἐπὶ μυρίοις εὕροιμεν ἂν ὑπό τε φιλοσόφων ὑπό τε ποιητῶν αἰνιγματωδῶς εἰρημένα, ὅπου γε καὶ ὅλα βιβλία ἐπικεκρυμμένην τὴν τοῦ συγγραφέως βούλησιν ἐπιδείκνυται, ὡς καὶ τὸ Ἡρακλείτου περὶ φύσεως, ὃς καὶ δι’ αὐτὸ τοῦτο Σκοτεινὸς προσηγόρευται. ὁμοία τούτῳ τῷ βιβλίῳ καὶ ἡ Φερεκύδους θεολογία τοῦ Συρίου. Εὐφορίων γὰρ ὁ ποιητὴς καὶ τὰ Καλλιμάχου Αἴτια καὶ ἡ Λυκόφρονος Ἀλεξάνδρα καὶ τὰ τούτοις παραπλήσια γυμνάσιον εἰς ἐξήγησιν γραμματικῶν ἔκκειται παισίν.
毕达哥拉斯派亦曾如此隐秘地表达,将行星寓意为‘珀耳塞福涅的猎犬’,将海洋寓意为‘克罗诺斯之泪’。我们亦能在哲学家与诗人那里找到数以万计的谜语般的言论,甚至整部书都在展示作者隐蔽的意图,正如赫拉克利特的《论自然》,他正是因此缘故被称为‘晦涩者’。叙罗斯的费雷居德斯的神学亦与此书相似。事实上,诗人尤福里翁的作品、卡利马科斯的《原因集》、吕科弗戎的《亚历山德拉》以及与之类似的作品,都被作为文法学者弟子的阐释训练课题而提出。
Οὔκουν ἀπεικὸς καὶ τὴν βάρβαρον φιλοσοφίαν, περὶ ἧς ἡμῖν πρόκειται λέγειν, ἐπικεκρυμμένως καὶ διὰ συμβόλων προφητεύειν ἔν τισιν, ὡς ἀποδέδεικται. τοιαῦτα γοῦν καὶ ὁ Μωυσῆς παραινεῖ, τὰ κοινὰ δὴ ταῦτα· οὐ φάγεσθε χοῖρον οὔτε ἀετὸν οὔτε ὀξύπτερον οὔτε κόρακα. ὁ μὲν γὰρ χοῖρος φιλήδονον καὶ ἀκάθαρτον ἐπιθυμίαν τροφῶν καὶ ἀφροδισίων λίχνον καὶ μεμολυσμένην ἀκολασίαν μηνύει, ἀεὶ κνηστιῶσαν ὑλικήν τε καὶ ἐν βορβόρῳ κειμένην, εἰς σφαγὴν καὶ ἀπώλειαν πιαινομένην. ἔμπαλιν δὲ ἐπιτρέπει διχηλοῦν καὶ μαρυκώμενον ἐσθίειν, μηνύων, φησὶν ὁ Βαρνάβας, κολλᾶσθαι δεῖν μετὰ τῶν φοβουμένων τὸν κύριον καὶ μετὰ τῶν μελετώντων ὃ ἔλαβον διάσταλμα ῥήματος ἐν τῇ καρδίᾳ, μετὰ τῶν λαλούντων δικαιώματα κυρίου καὶ τηρούντων, μετὰ τῶν εἰδότων ὅτι ἡ μελέτη ἐστὶν ἔργον εὐφροσύνης καὶ ἀναμαρυκωμένων τὸν λόγον κυρίου. τί δὲ τὸ διχηλοῦν; ὅτι ὁ δίκαιος καὶ ἐν τούτῳ τῷ κόσμῳ περιπατεῖ καὶ τὸν ἅγιον αἰῶνα ἐκδέχεται. εἶτα ἐπιφέρει· βλέπετε πῶς ἐνομοθέτησεν ὁ Μωυσῆς καλῶς. ἀλλὰ πόθεν ἐκείνοις ταῦτα νοῆσαι ἢ συνιέναι; ἡμεῖς δικαίως νοήσαντες τὰς ἐντολάς, λαλοῦμεν ὡς ἠθέλησεν κύριος. διὰ τοῦτο περιέτεμε τὰς ἀκοὰς ἡμῶν καὶ τὰς καρδίας, ἵνα συνιῶμεν ταῦτα.
因此,正如已经证明的那样,我们所要论述的异族哲学在某些事上隐蔽地通过象征进行预言,亦非不合常理。无论如何,摩西亦在这些众所周知的事上如此劝戒: ‘你们不可吃猪,不可吃鹰,不可吃隼,也不可吃渡鸦。’ 因为猪表明了贪图享乐、对食物与性欲贪得无厌的不洁欲望,以及受玷污的放荡,它总是发痒、属肉体且卧于泥沼之中,为宰杀和灭亡而被喂肥。相反,他允许吃分蹄且倒嚼的动物,巴拿巴说,这是表明必须依附于: ‘那些敬畏主的人,那些在心中默想所领受之圣言训诫的人,那些讲述并遵守主之律例的人,那些知晓默想乃是喜乐之工并倒嚼主的言道的人。何谓分蹄?即义人既行在这个世界中,又等候圣洁的来世。’ 随后他又补充道: ‘看哪,摩西立法的法则何等美好!但那些人从何处能够领会或明白这些事呢?我们既然正确地领会了诫命,便按着主的旨意说话。为此缘故,他给我们的耳朵和心灵行了割礼,使我们能明白这些事。’
ναὶ μὴν ὅταν λέγῃ οὐ φάγῃ τὸν ἀετόν, τὸν ὀξύπτερον καὶ τὸν ἰκτῖνον καὶ τὸν κόρακα, οὐ κολληθήσῃ, φησίν, οὐδὲ ὁμοιωθήσῃ τοῖς ἀνθρώποις τούτοις, οἳ οὐκ ἴσασι διὰ πόνου καὶ ἱδρῶτος πορίζειν ἑαυτοῖς τὴν τροφήν, ἀλλ’ ἐν ἁρπαγῇ καὶ ἀνομίᾳ βιοῦσιν· ἀετὸς μὲν γὰρ ἁρπαγήν, ὀξύπτερος δὲ ἀδικίαν καὶ πλεονεξίαν ὁ κόραξ μηνύει. γέγραπται δέ· μετὰ ἀνδρὸς ἀθῴου ἀθῷος ἔσῃ καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ καὶ μετὰ στρεβλοῦ διαστρέψεις.2 κολλᾶσθαι οὖν τοῖς ἁγίοις προσήκει, ὅτι οἱ κολλώμενοι αὐτοῖς ἁγιασθήσονται. ἐντεῦθεν ὁ Θέογνις γράφει· "ἐσθλῶν μὲν γὰρ ἄπ’ ἐσθλὰ μαθήσεαι· ἢν δὲ κακοῖσι συμμίσγῃς, ἀπολεῖς καὶ τὸν ἐόντα νόον." ὅταν τε αὖ ἐν τῇ ᾠδῇ λέγῃ ἐνδόξως γὰρ δεδόξασται, ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν, τὸ πολυσκελὲς καὶ κτηνῶδες καὶ ὁρμητικὸν πάθος, τὴν ἐπιθυμίαν, σὺν καὶ τῷ ἐπιβεβηκότι ἡνιόχῳ τὰς ἡνίας ταῖς ἡδοναῖς ἐπιδεδωκότι ἔρριψεν εἰς θάλασσαν, εἰς τὰς κοσμικὰς ἀταξίας ἀποβαλών.3
确实,当他说: ‘不可吃鹰、隼、鸢和渡鸦’时,他说: ‘你不可依附,也不可效法那些不知靠辛劳与汗水为自己谋取食物,反倒生活在掠夺与不法之中的人们;’因为鹰表明掠夺,隼表明不义,渡鸦表明贪婪。经上记着: ‘与无辜的人,你必显为无辜;与被选的人,你必显为选民;与乖僻的人,你必显为乖僻。’ 因此,理当依附于圣洁之人,‘因为凡依附他们的,都必成为圣洁。’ 为此泰奥格尼斯写道: ‘因为从良善之人那里你将学得善事;但若与恶人混杂,你连原有的理智也将丧失。’ 又当在颂歌中说道: ‘因他大得荣耀,将马和骑马的投在海中’时,他乃是将那多脚的、兽性的、冲动的激情——欲望,连同骑在上面、向诸般快乐放弃缰绳的御者,‘投在海中’,即抛弃在尘世的混乱无序之中。
- 5.8.49κερκίσι καμπυλόχρωσι τοῖς ἀρότροις μηνύεσθαι
在依赖于 Ἐπιγένης φησί 的间接引语中,κερκίσι καμπυλόχρωσι(借由弯色的织梭)为表示手段或工具的与格,而 τοῖς ἀρότροις 则作为被指称对象的与格配合被动不定词 μηνύεσθαι(被指明)。此结构与下文的 στήμοσι δὲ τοῖς αὔλαξι 并列,构成了以象征物(与格)指示本体对象(与格)的对应句式。
- 5.8.52μετὰ στρεβλοῦ διαστρέψεις
引自《诗篇》18:26(七十士译本17:27)。动词 διαστρέψεις 为第二人称单数将来时主动态(‘与乖僻的人,你必显为乖僻/反抗’)。该处原指上帝对奸诈之人以变通折曲相待,在此被作者引用来说明人际交际中的道德感染与互动。
- 5.8.52ἔρριψεν εἰς θάλασσαν, εἰς τὰς κοσμικὰς ἀταξίας ἀποβαλών
该句直接将《出埃及记》15:1的引用语 ἔρριψεν εἰς θάλασσαν(投在海中)吸收为本句的主谓语,支配宾格宾语 τὸ ... πάθος(激情)及御者,并在句末附上分词短语 εἰς τὰς κοσμικὰς ἀταξίας ἀποβαλών(抛弃在尘世的混乱中),以此对字面上的‘海’进行寓意性的解释与转述。
