- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:5.8.46-5.8.48
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者论述了象征性阐释的巨大功用,考察了诸元素在古代词汇与诗句中的隐喻性名称(如‘贝迪’、‘扎普斯’等),并揭示了祛病祝咒中所包含的教育与属灵意义。
Χρησιμώτατον ἄρα τὸ τῆς συμβολικῆς ἑρμηνείας εἶδος εἰς πολλὰ καὶ πρὸς τὴν ὀρθὴν θεολογίαν συνεργοῦν καὶ πρὸς εὐσέβειαν καὶ πρὸς ἐπίδειξιν συνέσεως καὶ πρὸς βραχυλογίας ἄσκησιν καὶ σοφίας ἔνδειξιν· σοφοῦ γὰρ τὸ χρῆσθαι τῇ συμβολικῇ φράσει δεξιῶς,1 φησὶν ὁ γραμματικὸς Δίδυμος, καὶ τὸ γνωρίσαι τὸ διὰ ταύτης δηλούμενον. Ναὶ μὴν ἡ στοιχειωτικὴ τῶν παίδων διδασκαλία τὴν τῶν τεττάρων στοιχείων περιείληφεν ἑρμηνείαν. βέδυ μὲν γὰρ τοὺς Φρύγας τὸ ὕδωρ φησὶ καλεῖν,2 καθὰ καὶ Ὀρφεύς· "καὶ βέδυ νυμφάων καταλείβεται ἀγλαὸν ὕδωρ." ἀλλὰ καὶ ὁ θύτης Δίων ὁμοίως φαίνεται γράφων· καὶ βέδυ λαβὼν κατὰ χειρῶν καταχέου καὶ ἐπὶ τὴν ἱεροσκοπίην τρέπου. ἔμπαλιν δὲ ὁ κωμικὸς Φιλύλλιος βέδυ τὸν ἀέρα βιόδωρον ὄντα διὰ τούτων γινώσκει· "ἕλκειν τὸ βέδυ σωτήριον προσεύχομαι, ὅπερ μέγιστόν ἐστιν ὑγιείας μέρος, τὸ τὸν ἀέρα ἕλκειν καθαρόν, οὐ τεθολωμένον. "
因此,象征性阐释的形式在许多方面都极其有用,它有助于正确的神学,有助于虔敬,有助于展现才智,有助于操练简练的言辞,并有助于显明智慧;因为语法学家狄迪莫斯说,熟练地运用象征性措辞,并辨识出借此所显明的事物,乃是属于智者的职责。 确实,对孩童的启蒙教学亦包含了对四大元素的解释。因为正如奥菲斯所言,他指出弗里吉亚人将水称为‘贝迪’: ‘宁芙仙女们的贝迪,灿烂的水倾泻而下。’ 然而献祭者狄翁同样也这样写道: ‘取过贝迪浇在手上,然后转向察看祭品内脏。’ 相反,喜剧诗人斐吕利俄斯借着这些诗句将贝迪认作赋予生命的空气: ‘我祈求吸入拯救的贝迪,吸入纯净而不浑浊的空气,这乃是健康最重要的部分。’
συνομόλογος τῆς τοιᾶσδε δόξης καὶ ὁ Κυζικηνὸς Νεάνθης γράφων τοὺς Μακεδόνων ἱερεῖς ἐν ταῖς κατευχαῖς βέδυ κατακαλεῖν ἵλεω αὐτοῖς τε καὶ τοῖς τέκνοις, ὅπερ ἑρμηνεύουσιν ἀέρα. ζὰψ δὲ τὸ πῦρ οἳ μὲν παρὰ τὴν ζέσιν ἀμαθῶς ἐδέξαντο· καλεῖται δ’ οὕτως ἡ θάλασσα, ὡς Εὐφορίων ἐν ταῖς πρὸς Θεοδωρίδαν ἀντιγραφαῖς· "ζὰψ δὲ ποτὶ σπιλάδεσσι νεῶν ὀλέτειρα κακύνει. " Διονύσιός τε ὁ Ἴαμβος ὁμοίως· "πόντου μαινομένοιο περιστείνει ἁλυκὴ ζάψ." ὁμοίως δὲ Κρατῖνος ὁ νεώτερος κωμικός· "καρῖδας ἡ ζὰψ ἐκφέρει κἰχθύδια." καὶ Σιμμίας ὁ Ῥόδιος· "ἀμμὰς Ἰγνήτων καὶ Τελχίνων ἔφυ ἡ ἁλυκὴ ζάψ." χθὼν δὲ ἡ γῆ εἰς μέγεθος κεχυμένη. καὶ πλῆκτρον οἳ μὲν τὸν πόλον, οἳ δὲ τὸν ἀέρα τὸν πάντα πλήσσοντα καὶ κινοῦντα εἰς φύσιν τε καὶ αὔξησιν ἢ τὸν πάντων πληρωτικόν.
基齐库斯的涅安忒斯亦赞同这一观点,他写道马其顿的祭司在祈祷中为自己和儿女呼求赐福的贝迪,他们将其解释为空气。有些人则出于无知,由沸腾之意将‘扎普斯’理解为火;其实大海被如此称呼,正如尤福里翁在《答复狄奥多里达斯》中所言: ‘战舰的毁灭者扎普斯冲击暗礁,肆虐为患。’ 短长格诗人狄奥尼修亦同样说道: ‘狂暴海洋的带咸味的扎普斯在周围逼仄。’ 年轻的喜剧诗人克拉提诺斯同样说道: ‘扎普斯吐出对虾与小鱼。’ 罗得岛的辛米亚斯亦言: ‘带咸味的扎普斯乃是伊格涅忒斯人与忒尔喀涅斯人的母亲。’ ‘克托恩’乃是广袤铺展的大地。而‘普勒克特隆’,有人称之为天球,有人则称之为击打万物并推动其自然与生长的空气,或使万物充盈者。
οὐκ ἀνέγνωσαν δ’ οὗτοι Κλεάνθην τὸν φιλόσοφον, ὃς ἄντικρυς πλῆκτρον τὸν ἥλιον καλεῖ· ἐν γὰρ ταῖς ἀνατολαῖς ἐρείδων τὰς αὐγάς, οἷον πλήσσων τὸν κόσμον, εἰς τὴν ἐναρμόνιον πορείαν τὸ φῶς ἄγει· ἐκ δὲ τοῦ ἡλίου σημαίνει καὶ τὰ λοιπὰ ἄστρα. σφὶγξ δὲ οὐχ ἡ τῶν ὅλων σύνδεσις καὶ ἡ τοῦ κόσμου κατὰ τὸν ποιητὴν Ἄρατον περιφορά, ἀλλὰ τάχα μὲν ὁ διήκων πνευματικὸς τόνος καὶ συνέχων τὸν κόσμον εἴη ἄν· ἄμεινον δὲ ἐκδέχεσθαι τὸν αἰθέρα πάντα συνέχοντα καὶ σφίγγοντα, καθὰ καὶ ὁ Ἐμπεδοκλῆς φησιν· "εἰ δ’ ἄγε τοι λέξω πρῶθ’ † ἥλιον ἀρχήν, ἐξ ὧν δῆλ’ ἐγένοντο τὰ νῦν ἐσορώμενα πάντα, γαῖά τε καὶ πόντος πολυκύμων ἠδ’ ὑγρὸς ἀὴρ Τιτὰν ἠδ’ αἰθὴρ σφίγγων περὶ κύκλον ἅπαντα." Ἀπολλόδωρος δ’ ὁ Κερκυραῖος τοὺς στίχους τούσδε ὑπὸ Βράγχου ἀναφωνηθῆναι τοῦ μάντεως λέγει Μιλησίους καθαίροντος ἀπὸ λοιμοῦ. ὃ μὲν γὰρ ἐπιρραίνων τὸ πλῆθος δάφνης κλάδοις προκατήρχετο τοῦ ὕμνου ὧδέ πως· "μέλπετε, ὦ παῖδες, ἑκάεργον καὶ ἑκαέργαν·" ἐπέψαλλεν δὲ ὡς εἰπεῖν ὁ λαός· βέδυ, ζάψ, χθώμ, πλῆκτρον, σφίγξ· κναξζβίχ, θύπτης, φλεγμό, δρώψ. μέμνηται τῆς ἱστορίας καὶ Καλλίμαχος ἐν ἰάμβοις. κναξζβὶχ δὲ κατὰ παραγωγὴν ἡ νόσος παρὰ τὸ κναίειν καὶ διαφθείρειν, θῦψαί τε τὸ κεραυνῷ φλέξαι. Θέσπις μέντοι ὁ τραγικὸς διὰ τούτων ἄλλο τι σημαίνεσθαί φησιν ὧδέ πως γράφων· "ἴδε σοι σπένδω κναξζβὶχ λευκὸν ἀπὸ θηλαμόνων θλίψας κνακῶν· ἴδε σοι θύπτην τυρὸν μίξας ἐρυθρῷ μελιτῷ, κατὰ τῶν σῶν, Πὰν δίκερως, τίθεμαι βωμῶν ἁγίων. ἴδε σοι Βρομίου φλεγμὸν λείβω." αἰνίσσεται, οἶμαι, τὴν ἐκ τῶν τεσσάρων καὶ εἴκοσι στοιχείων ψυχῆς γαλακτώδη πρώτην τροφήν,3 μεθ’ ἣν ἤδη πεπηγὸς γάλα τὸ βρῶμα, τελευταῖον δὲ αἷμα ἀμπέλου τοῦ λόγου τὸν αἴθοπα οἶνον, τὴν τελειοῦσαν τῆς ἀγωγῆς εὐφροσύνην, διδάσκει. δρὼψ δὲ ὁ λόγος ὁ δραστήριος, ὁ ἐκ κατηχήσεως τῆς πρώτης εἰς αὔξησιν ἀνδρός, εἰς μέτρον ἡλικίας, ἐκφλέγων καὶ ἐκφωτίζων τὸν ἄνθρωπον.
然而这些人并未读过哲学家克莱安忒斯之作,后者直接将太阳称为普勒克特隆;因为太阳在升起时倾注光芒,犹如击打宇宙一般,引导光芒进入和谐的运转;他亦从太阳指示出其余的星辰。至于‘斯芬克斯’,并非如诗人阿拉托斯所言是万物的联结与宇宙的旋转,而或许是贯穿并维系宇宙的气息张力;但更好地是将其理解为维系并紧紧约束万物的以太,正如恩培多克勒所说: ‘来吧,我将先向你讲述太阳这一始基,如今所见的一切皆由此而显现:大地、波涛翻滚的大海、潮湿的空气,以及环绕着整个圆周紧紧约束的泰坦以太。’ 克基拉的阿波罗多洛斯说,这些诗句是先知布兰科斯在为米利都人祛除瘟疫时所吟诵的。因为他用月桂树枝向民众洒水,大约是这样开始唱颂歌的: ‘孩子们,歌唱那远射的神与远射的女神吧;’而民众亦可谓如此应和: ‘贝迪、扎普斯、克托姆、普勒克特隆、斯芬克斯;克纳克兹比克、蒂普特斯、弗莱格摩、德罗普斯。’ 卡利马科斯在其短长格诗中亦提及此事。‘克纳克兹比克’按派生而言,是由刮擦与毁灭而来的疾病,而‘蒂普赛’则是用雷电焚烧。然而悲剧诗人忒斯庇斯声称通过这些指示了别的事物,大致记述如下: ‘看哪,我为你从发黄的乳房中挤出白色的克纳克兹比克作为奠酒;看哪,双角潘神,我将蒂普特斯干酪与红蜜调和,陈设在你神圣的祭坛之上;看哪,我为你倾倒布罗米俄斯的弗莱格摩。’ 我想,他是借此暗指灵魂由二十四个字母构成的乳汁般的最初营养,在此之后他教导作为食物的已凝固的乳汁,最后则是道之葡萄树的血,即炽热的葡萄酒,亦即带来教导成全的欢欣。而‘德罗普斯’则是行动之言道,从最初的启蒙教导通往成年男子的成长,通往成年身材的尺度,使人燃烧并发光。
- 5.8.46σοφοῦ γὰρ τὸ χρῆσθαι τῇ συμβολικῇ φράσει δεξιῶς
σοφοῦ 为作表语用的特征属格(所有格)。带中性定冠词的不定词短语 τὸ χρῆσθαι ... καὶ τὸ γνωρίσαι 作主语,表达“熟练运用……并辨识……乃是智者的特征/职责”。
- 5.8.46βέδυ μὲν γὰρ τοὺς Φρύγας τὸ ὕδωρ φησὶ καλεῖν
φησί 的主语指代前文提及的学者(狄迪莫斯)或为泛指省略。宾格 τοὺς Φρύγας 作不定词 καλεῖν 的逻辑主语,并带有直接宾语 τὸ ὕδωρ 与表语宾格 βέδυ,构成双重宾格结构(“弗里吉亚人将水称作贝迪”)。
- 5.8.48αἰνίσσεται, οἶμαι, τὴν ἐκ τῶν τεσσάρων καὶ εἴκοσι στοιχείων ψυχῆς γαλακτώδη πρώτην τροφήν
αἰνίσσεται 的宾语为 τὴν ... τροφήν。στοιχείων 兼具“元素”与“字母”的双重含义,在此语境中指基于二十四个字母的基础教导与文字教育,象征灵魂初期乳汁般的滋养。
