- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:5.8.44-5.8.45
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克莱门特以斯基泰国王伊丹苏拉斯的信物谜题和阿纳哈尔西斯的举动为例,说明异族对象征的重视,进而通过以弗所字母的象征性解读以及狄奥尼修关于车轮与树枝的论述,指出希腊人同样极深地运用了隐蔽表达。
Ἀλλὰ γὰρ οὐ μόνον Αἰγυπτίων οἱ λογικώτατοι, πρὸς δὲ καὶ τῶν ἄλλων βαρβάρων ὅσοι φιλοσοφίας ὠρέχθησαν, τὸ συμβολικὸν εἶδος ἐζήλωσαν. Φασὶ γοῦν καὶ Ἰδανθούραν τὸν Σκυθῶν βασιλέα, ὡς ἱστορεῖ Φερεκύδης ὁ Σύριος, Δαρείῳ διαβάντι τὸν Ἴστρον πόλεμον ἀπειλοῦντα πέμψαι σύμβολον ἀντὶ τῶν γραμμάτων μῦν, βάτραχον, ὄρνιθα, ὀιστόν, ἄροτρον. ἀπορίας δὲ οὔσης, οἷα εἰκός, ἐπὶ τούτοις Ὀροντοπάτας μὲν ὁ χιλίαρχος ἔλεγεν παραδώσειν αὐτοὺς τὴν ἀρχήν, τεκμαιρόμενος ἀπὸ μὲν τοῦ μυὸς τὰς οἰκήσεις, ἀπὸ δὲ τοῦ βατράχου τὰ ὕδατα τὸν ἀέρα τε ἀπὸ τῆς ὄρνιθος καὶ ἀπὸ τοῦ ὀιστοῦ τὰ ὅπλα, ἀπὸ δὲ τοῦ ἀρότρου τὴν χώραν. Ξιφόδρης δὲ ἔμπαλιν ἡρμήνευσεν· ἔφασκεν γάρ· ἐὰν μὴ ὡς ὄρνιθες ἀναπτῶμεν ἢ ὡς μύες κατὰ τῆς γῆς ἢ ὡς οἱ βάτραχοι καθ’ ὕδατος δύωμεν, οὐκ ἂν φύγοιμεν τὰ ἐκείνων βέλη,1 τῆς γὰρ χώρας οὔκ ἐσμεν κύριοι. Ἀνάχαρσίν τε τὸν Σκύθην φασὶ καὶ αὐτὸν κοιμώμενον κατέχειν τῇ μὲν λαιᾷ τὰ αἰδοῖα, τῇ δεξιᾷ δὲ τὸ στόμα, αἰνιττόμενον δεῖν μὲν ἀμφοῖν, μεῖζον δὲ εἶναι γλώττης κρατεῖν ἢ ἡδονῆς.
然而,不仅埃及人中最有见识的人,连其他异族中凡渴望哲学的人,也都推崇这种象征形式。 正如叙罗斯的斐瑞居德斯所记载的,据说斯基泰人的国王伊丹苏拉斯在对渡过伊斯特尔河的大流士发出战争威胁时,亦曾送去一个象征来代替文字:一只老鼠、一只青蛙、一只鸟、一支箭和一张犁。正如理所当然的那样,面对这些东西引起困惑时,千夫长奥隆托帕塔斯声称他们打算交出政权,他从老鼠推测出居所,从青蛙推测出水源,从鸟推测出空气,从箭推测出武器,从犁推测出土地。然而克西福德雷斯却作出了相反的解释;因为他说:“除非我们像鸟一样飞向天空,或者像老鼠一样钻入地下,或者像青蛙一样沉入水中,否则我们不可能逃脱他们的利箭;因为我们并不是这片土地的主人。” 据说斯基泰人阿纳哈尔西斯自己在睡觉时,亦用左手捂住私处,用右手掩住嘴巴,以此暗指二者皆须控制,但制伏舌头比制伏快乐更为重大。
Καὶ τί μοι περὶ τοὺς βαρβάρους ἐνδιατρίβειν, ἐξὸν αὐτοὺς τοὺς Ἕλληνας σφόδρα τῇ ἐπικρύψει κεχρημένους παραστῆσαι;2 Ἀνδροκύδης γοῦν ὁ Πυθαγορικὸς τὰ Ἐφέσια καλούμενα γράμματα ἐν πολλοῖς δὴ πολυθρύλητα ὄντα συμβόλων ἔχειν φησὶ τάξιν, σημαίνειν δὲ Ἄσκιον μὲν τὸ σκότος, μὴ γὰρ ἔχειν τοῦτο σκιάν· φῶς δὲ Κατάσκιον, ἐπεὶ καταυγάζει τὴν σκιάν· Λίξ τέ ἐστιν ἡ γῆ κατὰ ἀρχαίαν ἐπωνυμίαν καὶ Τετρὰξ ὁ ἐνιαυτὸς διὰ τὰς ὥρας, Δαμναμενεὺς δὲ ὁ ἥλιος ὁ δαμάζων, τὰ Αἴσιά τε ἡ ἀληθὴς φωνή. σημαίνει δ’ ἄρα τὸ σύμβολον ὡς κεκόσμηται τὰ θεῖα, οἷον σκότος πρὸς φῶς καὶ ἥλιος πρὸς ἐνιαυτὸν καὶ γῆ πρὸς παντοίαν φύσεως γένεσιν. Ἀλλὰ καὶ Διονύσιος ὁ Θρᾷξ ὁ γραμματικὸς ἐν τῷ Περὶ τῆς ἐμφάσεως περὶ τοῦ τῶν τροχίσκων συμβόλου φησὶ κατὰ λέξιν· ἐσήμαινον γοῦν οὐ διὰ λέξεως μόνον, ἀλλὰ καὶ διὰ συμβόλων ἔνιοι τὰς πράξεις, διὰ λέξεως μὲν ὡς ἔχει τὰ λεγόμενα Δελφικὰ παραγγέλματα, τὸ ›μηδὲν ἄγαν‹ καὶ τὸ ›γνῶθι σαυτὸν‹ καὶ τὰ τούτοις ὅμοια, διὰ δὲ συμβόλων ὡς ὅ τε τροχὸς ὁ στρεφόμενος ἐν τοῖς τῶν θεῶν τεμένεσιν εἱλκυσμένος παρὰ Αἰγυπτίων καὶ τὸ τῶν θαλλῶν τῶν διδομένων τοῖς προσκυνοῦσι. φησὶ γὰρ Ὀρφεὺς ὁ Θρᾴκιος· "† θαλλῶν δ’ ὅσσα βροτοῖσιν ἐπὶ χθονὸς ἔργα μέμηλεν, οὐδὲν ἔχει μίαν αἶσαν ἐπὶ φρεσίν, ἀλλὰ κυκλεῖται πάντα πέριξ, στῆναι δὲ καθ’ ἓν μέρος οὐ θέμις ἐστίν, ἀλλ’ ἔχει, ὡς ἤρξαντο, δρόμου μέρος ἶσον ἕκαστος." οἱ θαλλοὶ ἤτοι τῆς πρώτης τροφῆς σύμβολον ὑπάρχουσιν, ἢ ὅπως ἐπιστῶνται οἱ πολλοὶ τοὺς μὲν καρποὺς δι’ ὅλου θάλλειν καὶ αὔξεσθαι διαμένοντας ἐπὶ πλεῖστον, σφᾶς δὲ αὐτοὺς ὀλίγον εἰληχέναι τὸν τῆς ζωῆς χρόνον, τούτου χάριν δίδοσθαι τοὺς θαλλοὺς βούλονται,3 ἴσως δὲ καὶ ἵνα ἐπιστῶνται, ὅτι, ὡς οὗτοι καίονται, οὕτως καὶ αὐτοὺς δεῖ τοῦτον τὸν βίον ταχέως ἐκλιπεῖν καὶ πυρὸς ἔργον γενέσθαι.
既然完全能够证明希腊人自己也极度使用隐蔽的手法,我又何必在异族人身上耽搁时间呢? 无论如何,毕达哥拉斯派的安德罗居德斯指出,在众人中广为传诵的所谓‘以弗所字母’具有象征的地位:‘阿斯基翁’象征黑暗,因为黑暗没有阴影;‘卡塔斯基翁’象征光明,因为光明照彻阴影;按古代称呼‘利克斯’象征大地,‘特特拉克斯’因着四季象征年份,‘达姆纳墨纽斯’是征服一切的太阳,而‘艾西亚’则是真实的声音。可见,这一象征表明了神圣事物是如何被安排井然有序的,正如黑暗之于光明,太阳之于年份,大地之于自然界各种各样的生成。 此外,语法学家色雷斯的狄奥尼修在其《论含蓄表达》中,关于小轮子的象征,亦逐字说道: “确实,有些人不仅通过言辞,亦通过象征来指示行事的准则:通过言辞,正如所谓的德尔斐箴言,即‘切忌过度’与‘认识你自己’以及诸如此类的话语;通过象征,正如在神灵圣所中转动的轮子(这是由埃及人那里引入的),以及赐给参拜者的树枝之礼。因为色雷斯的奥菲斯说道: ‘正如树枝,大地上凡凡人所挂虑的事业,心中没有一件事具有单一的定数,反而万事周转不息,止于一处乃是不被容许的;它们正如开始之时,各自保有着行程中均等的一份。’ 树枝要么是最初食物的象征,要么是人们为了这一缘故希望将树枝赐予大众:好使大众知道,果实固然自始至终繁茂成长且存留最久,而他们自己却只分得短暂的生命时光;或许也是为了使他们明白,正如这些树枝被焚烧,他们同样必须迅速离弃此生,成为火焰的战利品。”
- 5.8.44ἐὰν μὴ ὡς ὄρνιθες ἀναπτῶμεν ἢ ὡς μύες κατὰ τῆς γῆς ἢ ὡς οἱ βάτραχοι καθ’ ὕδατος δύωμεν, οὐκ ἂν φύγοιμεν τὰ ἐκείνων βέλη
这是一个混合条件句,由ἐάν搭配虚拟语气的条件从句与搭配ἄν及祈愿语气的主句构成。条件从句设定了一个指向未来的设想,主句则未用绝对断言,而是表达一种潜在可能性(“我们将无法逃脱”)。
- 5.8.45ἐξὸν αὐτοὺς τοὺς Ἕλληνας σφόδρα τῇ ἐπικρύψει κεχρημένους παραστῆσαι
非人称动词 ἔξεστι(可以、可能)的中性单数宾格分词构成的宾格绝对结构(accusative absolute)。此处表让步:“既然完全能够证明希腊人自己也极度使用隐蔽……(何必多谈异族)”。
- 5.8.45οἱ θαλλοὶ ἤτοι τῆς πρώτης τροφῆς σύμβολον ὑπάρχουσιν, ἢ ὅπως ἐπιστῶνται οἱ πολλοὶ τοὺς μὲν καρποὺς δι’ ὅλου θάλλειν καὶ αὔξεσθαι διαμένοντας ἐπὶ πλεῖστον, σφᾶς δὲ αὐτοὺς ὀλίγον εἰληχέναι τὸν τῆς ζωῆς χρόνον, τούτου χάριν δίδοσθαι τοὺς θαλλοὺς βούλονται
这是一个由 ἤτοι... ἤ(要么……要么……)引导的破格句(anacoluthon)。前半部分使用直陈式谓语动词(ὑπάρχουσιν),后半部分在目的从句(ὅπως ἐπιστῶνται...)之后转换为由 βούλονται 统辖的不定式结构(τούτου χάριν δίδοσθαι τοὺς θαλλούς)。
