- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:5.7.41-5.7.43
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克莱门特论述了埃及人仅向君王与合格祭司传授神圣秘仪的传统,并借由圣门浮雕、动物象征以及神像巡游等例证,阐明其象征隐蔽法与希伯来人的做法是一致的。
Ὅθεν καὶ Αἰγύπτιοι οὐ τοῖς ἐπιτυχοῦσι τὰ παρὰ σφίσιν ἀνετίθεντο μυστήρια οὐδὲ μὴν βεβήλοις τὴν τῶν θείων εἴδησιν ἐξέφερον, ἀλλ’ ἢ1 μόνοις γε τοῖς μέλλουσιν ἐπὶ βασιλείαν προϊέναι καὶ τῶν ἱερέων τοῖς κριθεῖσιν εἶναι δοκιμωτάτοις ἀπό τε τῆς τροφῆς καὶ τῆς παιδείας καὶ τοῦ γένους. Ὅμοια γοῦν τοῖς Ἑβραϊκοῖς κατά γε τὴν ἐπίκρυψιν καὶ τὰ τῶν Αἰγυπτίων αἰνίγματα. Αἰγυπτίων οἳ μὲν ἐπὶ πλοίου, οἳ δὲ ἐπὶ κροκοδείλου τὸν ἥλιον δεικνύουσι. σημαίνουσι δὲ ὅτι ὁ ἥλιος, δι’ ἀέρος γλυκεροῦ καὶ ὑγροῦ τὴν πορείαν ποιούμενος, γεννᾷ τὸν χρόνον, ὃν αἰνίσσεται ὁ κροκόδειλος διά τινα ἄλλην ἱερατικὴν ἱστορίαν. ναὶ μὴν καὶ ἐν Διοσπόλει τῆς Αἰγύπτου ἐπὶ τοῦ ἱεροῦ καλουμένου πυλῶνος διατετύπωται παιδίον μὲν γενέσεως σύμβολον, φθορᾶς δὲ ὁ γέρων, θεοῦ τε αὖ ὁ ἱέραξ. ὡς ὁ ἰχθὺς μίσους, καὶ κατ’ ἄλλο πάλιν σημαινόμενον ὁ κροκόδειλος ἀναιδείας.
因此,埃及人亦不将他们当中的秘仪托付给随意之人,亦绝不将神圣事物的知识泄露给凡俗之人,而唯独托付给那些将要晋升王位之人,以及祭司中依其抚育、教养和出身被判定为最经考验之人。 无论如何,在隐蔽这一点上,埃及人的谜语与希伯来人的做法颇为相似。在埃及人中,有人将太阳表现于船上,有人则表现于鳄鱼之上。他们表明太阳穿行于温润而潮湿的空气之中,产生了时间,而鳄鱼则因着另一种神圣的传述暗指这时间。确实,在埃及的底奥斯波利斯,于所谓的圣门之上刻画着一个孩童作为生成的象征,一个老人作为败坏的象征,又有一只鹰作为神的象征;正如鱼是憎恨的象征,且按另一种含意鳄鱼乃是无耻的象征。
φαίνεται τοίνυν συντιθέμενον τὸ πᾶν σύμβολον δηλωτικὸν εἶναι τοῦδε· ὦ γινόμενοι καὶ ἀπογινόμενοι, θεὸς μισεῖ ἀναίδειαν. τά τε ὦτα καὶ τοὺς ὀφθαλμοὺς οἱ δημιουργοῦντες ἐξ ὕλης τιμίας καθιεροῦσιν τοῖς θεοῖς ἀνατιθέντες εἰς τοὺς νεώς, τοῦτο δήπου αἰνισσόμενοι ὡς πάντα θεὸς ὁρᾷ καὶ ἀκούει. πρὸς τοῖσδε ἀλκῆς μὲν καὶ ῥώμης σύμβολον αὐτοῖς ὁ λέων· ὥσπερ ἀμέλει γῆς τε αὐτῆς καὶ γεωργίας καὶ τροφῆς ὁ βοῦς, ἀνδρείας τε καὶ παρρησίας ὁ ἵππος, ἀλκῆς τε αὖ μετὰ συνέσεως ἡ σφίγξ, τὸ μὲν σῶμα πᾶν λέοντος, τὸ πρόσωπον δὲ ἀνθρώπου ἔχουσα. ὁμοίως τε τούτοις σύνεσιν καὶ μνήμην καὶ κράτος καὶ τέχνην ὁ ἄνθρωπος αἰνισσόμενος τοῖς ἱεροῖς πρὸς αὐτῶν ἐγγλύφεται.
因此,整个象征结合起来,似乎表明了这一点:“凡生成且灭亡的人哪,神憎恶无耻。” 那些用贵重材质制作耳朵与眼睛的人,将它们供奉于神庙中奉献给众神,这无疑是暗指神观看且垂听一切事物。此外,对他们而言,狮子是勇武与力量的象征;正如牛无疑代表着大地本身、农耕与食粮,马代表着勇敢与直率,斯芬克斯则代表着兼具聪慧的勇武,通体为狮身,面容却为人面。与这些类似,人像暗指着聪慧、记忆、权能与技艺,亦由他们雕刻于神庙之中。
ἤδη δὲ κἀν ταῖς καλουμέναις παρ’ αὐτοῖς κωμασίαις τῶν θεῶν χρυσᾶ ἀγάλματα, δύο μὲν κύνας, ἕνα δὲ ἱέρακα καὶ ἶβιν μίαν περιφέρουσι καὶ καλοῦσι τὰ τέσσαρα τῶν ἀγαλμάτων εἴδωλα τέσσαρα γράμματα. εἰσὶ γοῦν οἱ μὲν κύνες σύμβολα τῶν δυεῖν ἡμισφαιρίων, οἷον περιπολούντων καὶ φυλασσόντων· ὁ δὲ ἱέραξ ἡλίου· πυρώδης γὰρ καὶ ἀναιρετικός· αὐτίκα τὰς λοιμικὰς νόσους ἡλίῳ ἀνατιθέασιν· ἡ δὲ ἶβις σελήνης, τὰ μὲν σκιερὰ τῷ μέλανι, τὰ δὲ φωτεινὰ τῷ λευκῷ τῶν πτίλων εἰκαζόντων.2 εἰσὶν δ’ οἳ τοὺς μὲν τροπικοὺς πρὸς τῶν κυνῶν μηνύεσθαι βούλονται, οἳ δὴ διαφυλάσσουσι καὶ πυλωροῦσι τὴν ἐπὶ νότον καὶ ἄρκτον πάροδον τοῦ ἡλίου· τὸν δ’ ἰσημερινόν, ὑψηλὸν ὄντα καὶ διακεκαυμένον, ὁ ἱέραξ δηλοῖ, καθάπερ ἡ ἶβις τὸν λοξόν· ἀριθμοῦ γὰρ ἐπινοίας καὶ μέτρου μάλιστα τῶν ζῴων ἡ ἶβις ἀρχὴν παρεσχῆσθαι τοῖς Αἰγυπτίοις δοκεῖ, ὡς τῶν κύκλων ὁ λοξός.
再者,在他们所谓的众神巡游礼中,他们抬着金像游行,即两只狗、一只鹰和一只朱鹭,并将这四尊神像称为四个字母。这两只狗乃是两个半球的象征,仿佛在巡逻守卫;鹰则是太阳的象征,因其性如火且具毁灭性,事实上,他们将瘟疫归咎于太阳;朱鹭则是月的象征,人们将暗部比拟为其羽毛的黑色,明部比拟为白色。然而亦有人认为,两只狗所指示的乃是回归线,它们守护并监视着太阳向南与向北的运行;而鹰则表明高悬且被炙烤的赤道,正如朱鹭表明黄道;因为在一切动物中,朱鹭似乎最先向埃及人提供了数与度量观念的起源,正如黄道在诸天球环中所起的作用一样。
- 5.7.41ἀλλ’ ἢ
该惯用搭配紧承前文的否定表达(οὐ... οὐδὲ μὴν...),意为“除……之外”。此处表示限定,即“除将要登基者与合格祭司之外(不向任何人泄露)”。
- 5.7.43εἰκαζόντων
不带显性主语的属格绝对分词结构。该分词并未与句中主语(ἶβις)一致,在语境中其逻辑主语应补足为泛指的人们或埃及人(“因人们将……比拟为”)。
