← 亚历山太的革利免

杂记

§5.6.32-5.6.34

会幕结构与圣物象征的宇宙秩序

作者列举希伯来圣所的幔子、香坛、柱子、神圣名号以及灯台等结构作为圣经谜语的例证,论述它们如何象征元素、五感、作为大祭司的基督以及天体运行。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.6.32

Μακρὸν δ’ ἂν εἴη πάντα ἐπεξιέναι τὰ προφητικὰ καὶ τὰ νομικὰ τὰ δἰ αἰνιγμάτων εἰρημένα ἐπιλεγομένους.1 σχεδὸν γὰρ ἡ πᾶσα ὧδέ πως θεσπίζεται γραφή. ἀπόχρη δ’, οἶμαι, τῷ γε νοῦν κεκτημένῳ εἰς ἔνδειξιν τοῦ προκειμένου ὀλίγα τινὰ ἐκτεθέντα παραδείγματα. αὐτίκα ὁμολογεῖ τὴν ἐπίκρυψιν ἡ περὶ τὸν νεὼν τὸν παλαιὸν τῶν ἑπτὰ περιβόλων πρός τι ἀναφορὰ παρ’ Ἑβραίοις ἱστορουμένη ἥ τε κατὰ τὸν ποδήρη διασκευή, διὰ ποικίλων τῶν πρὸς τὰ φαινόμενα συμβόλων τὴν ἀπ’ οὐρανοῦ μέχρι γῆς αἰνισσομένη συνθήκην. τό τε κάλυμμα καὶ παραπέτασμα ὑακίνθῳ καὶ πορφύρᾳ κόκκῳ τε καὶ βύσσῳ πεποίκιλτο, ᾐνίττετο δ’ ἄρα, ὡς ἡ τῶν στοιχείων φύσις περιέχει τὴν ἀποκάλυψιν τοῦ θεοῦ· ἐξ ὕδατος μὲν γὰρ ἡ πορφύρα, βύσσος δὲ ἐκ γῆς, ὑάκινθός τε ὡμοίωται ἀέρι ζοφώδης ὤν, ὥσπερ ὁ κόκκος τῷ πυρί.

若要一一挑选并详尽论述所有通过谜语表达的先知与律法语录,将是一项冗长繁复之事;因为几乎全部圣经皆是如此以神谕形式写就的。然而,我认为对于有悟性之人而言,列举少数几个例子便足以阐明我们眼前的论题。例如,希伯来人中所记载的环绕古老圣殿的七重围墙对某种事物的指向,以及垂至脚踝的长袍的设计,皆通过与现象界相对应的各种象征,暗示了从天及地的构造秩序,承认了这种隐蔽。那幔子与帷幕是以蓝色、紫色、朱红色与细麻线绣织而成,暗示出元素之本性蕴含着对神的启示;因为紫色出于水,细麻出于地,而深暗的蓝色宛如空气,正如朱红色宛如火一样。

§5.6.33

ἀνὰ μέσον δὲ τοῦ καλύμματος καὶ τοῦ παραπετάσματος, ἔνθα τοῖς ἱερεῦσιν ἐξῆν εἰσιέναι, θυμιατήριον ἔκειτο σύμβολον τῆς ἐν μέσῳ τῷ κόσμῳ τῷδε κειμένης γῆς, ἐξ ἧς αἱ ἀναθυμιάσεις. μέσος δὲ καὶ ὁ τόπος ἐκεῖνος τοῦ τε ἐντὸς τοῦ καταπετάσματος, ἔνθα μόνῳ τῷ ἀρχιερεῖ ἐπετέτραπτο ῥηταῖς εἰσιέναι ἡμέραις, καὶ τῆς ἔξωθεν περικειμένης αὐλαίας τῆς πᾶσιν ἀνειμένης Ἑβραίοις· διὸ μεσαίτατον οὐρανοῦ φασι καὶ γῆς· ἄλλοι δὲ κόσμου τοῦ νοητοῦ καὶ τοῦ αἰσθητοῦ λέγουσιν εἶναι σύμβολον. τὸ μὲν οὖν κάλυμμα κώλυμα λαϊκῆς ἀπιστίας ἐπίπροσθε τῶν πέντε τετάνυστο κιόνων, εἶργον2 τοὺς ἐν τῷ περιβόλῳ. ταύτῃ τοι μυστικώτατα πέντε ἄρτοι πρὸς τοῦ σωτῆρος κατακλῶνται καὶ πληθύνουσι τῷ ὄχλῳ τῶν ἀκροωμένων. πολὺς γὰρ ὁ τοῖς αἰσθητοῖς ὡς μόνοις οὖσι προσανέχων. ἄθρει δὴ περισκοπῶν, φησὶν ὁ Πλάτων, μή τις τῶν ἀμυήτων ἐπακούῃ. εἰσὶ δὲ οὗτοι οἱ οὐδὲν ἄλλο οἰόμενοι εἶναι ἢ οὗ ἂν ἀπρὶξ τοῖν χειροῖν λαβέσθαι δύναιντο, πράξεις δὲ καὶ γενέσεις καὶ πᾶν τὸ ἀόρατον οὐκ ἀποδεχόμενοι ὡς ἐν οὐσίας μέρει· τοιοῦτοι γὰρ οἱ τῇ πεντάδι τῶν αἰσθήσεων προσανέχοντες μόνῃ. ἄβατον δὲ ἀκοαῖς καὶ τοῖς ὁμογενέσιν ἡ νόησις τοῦ θεοῦ.

在幔子与帷幕之间,即祭司们获准进入之处,放置着一座香坛,象征着处于此宇宙中央的大地,蒸气香烟正是从其中升起的。那地方亦介于帷幕内侧(唯有大祭司获准在指定的日子进入之处)与环绕于外的院落(向所有希伯来人开放之处)之间;因此人们称其为天地的最中心,而另一些人则说它是理智世界与感觉世界的象征。于是,这道作为阻隔平民不信之屏障的幔子被展开在五根柱子前面,阻挡着外院中的人。正因如此,救主极其神秘地擘开五个饼,为倾听的群众使饼增多;因为执着于可感之物、视其为唯一存在者大有人在。 柏拉图说:“当四下察看,谨防未入密传者窃听。这些人认为,除了能用两手紧紧抓住之物外别无他物存在,却不接受作为实体一部分的诸种行动、生成以及一切不可见之事。” 盖唯独执着于五种感官之人正是如此;而神明之领会,对于听觉及其同类感官而言乃是不可逾越的。

§5.6.34

ἐντεῦθεν πρόσωπον εἴρηται τοῦ πατρὸς ὁ υἱός, αἰσθήσεων πεντάδι σαρκοφόρος γενόμενος, ὁ λόγος ὁ τοῦ πατρῴου μηνυτὴς ἰδιώματος. εἰ δὲ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν. διὰ πίστεως περιπατοῦμεν, οὐ διὰ εἴδους. ὁ καλὸς ἀπόστολος λέγει. ἔνδον μὲν οὖν τοῦ καλύμματος ἱερατικὴ κέκρυπται διακονία καὶ τοὺς ἐν αὐτῇ πονουμένους πολὺ τῶν ἔξω εἴργει. πάλιν τὸ παραπέτασμα τῆς εἰς τὰ ἅγια τῶν ἁγίων παρόδου, κίονες τέτταρες αὐτόθι,3 ἁγίας μήνυμα τετράδος διαθηκῶν παλαιῶν, ἀτὰρ καὶ τὸ τετράγραμμον ὄνομα τὸ μυστικόν, ὃ περιέκειντο οἷς μόνοις τὸ ἄδυτον βάσιμον ἦν·4 λέγεται δὲ Ἰαουε, ὃ μεθερμηνεύεται ὁ ὢν καὶ ὁ ἐσόμενος. καὶ μὴν καὶ καθ’ Ἕλληνας θεὸς τὸ ὄνομα τετράδα περιέχει γραμμάτων. εἰς δὲ τὸν νοητὸν κόσμον μόνος ὁ κύριος ἀρχιερεὺς γενόμενος εἴσεισι, διὰ τῶν παθῶν εἰς τὴν τοῦ ἀρρήτου γνῶσιν παρεισδυόμενος, ὑπὲρ πᾶν ὄνομα ἐξαναχωρῶν, ὃ φωνῇ γνωρίζεται. ναὶ μὴν ἥ τε λυχνία ἐν τοῖς νοτίοις ἔκειτο τοῦ θυμιατηρίου, δἰ ἧς αἱ τῶν ἑπτὰ φωσφόρων κινήσεις δεδήλωνται νοτίους τὰς περιπολήσεις ποιουμένων. τρεῖς γὰρ ἑκατέρωθεν τῆς λυχνίας ἐμπεφύκασι κλάδοι καὶ ἐπ’ αὐτοῖς οἱ λύχνοι, ἐπεὶ καὶ ὁ ἥλιος ὥσπερ ἡ λυχνία μέσος τῶν ἄλλων πλανητῶν τεταγμένος τοῖς τε ὑπὲρ αὐτὸν τοῖς τε ὑπ’ αὐτὸν κατά τινα θείαν μουσικὴν ἐνδίδωσι τοῦ φωτός.

由此,子被称为父的面容,在五感中成为披戴肉身者,即宣明父之特性的道。“我们若靠圣灵活着,就当靠圣灵行事”;“我们行事为人是凭着信心,不是凭着眼见”,高贵的使徒如是说。因此,在幔子之内,祭司的职事被隐藏起来,并使其中劳作者与外部之人大相隔绝。再者,至于通往至圣所入口的帷幕,那里有四根柱子,预表着古老诸约的神圣四数,此外还有唯有获准进入圣所者才佩戴的神秘四字圣名;其发音为雅威,译出来即“自有者与将成者”。况且在希腊人之中,“神”这一名字亦包含四个字母。然而唯有主成了大祭司,进入理智世界,藉着受难深入到不可言说者的知识之中,超脱于借由声音所知的“万名之上”。此外,灯台置于香坛的南侧,借此表明了七个发光天体偏南巡行的运动;因为灯台两侧各有三根枝子生出,其上置有灯盏,因为太阳亦犹如灯台一般,被安置在其他行星当中,依据某种神圣的和谐,将光芒赐予其上与其下的诸天体。

语法注4 条
  1. 5.6.32ἐπιλεγομένους

    该宾格分词用作非人称结构 Μακρὸν δ’ ἂν εἴη 所支配的不定式 ἐπεξιέναι 的逻辑主语,表示泛指的主体(“若我们/有人逐一挑选并论述……”)。

  2. 5.6.33εἶργον

    动词 εἴργω(“阻挡、隔绝”)的现在时主动态分词中性单数主格,与主语 τὸ μὲν οὖν κάλυμμα 一致(并非同形的未完成过去时直说语气)。

  3. 5.6.34πάλιν τὸ παραπέτασμα τῆς εἰς τὰ ἅγια τῶν ἁγίων παρόδου, κίονες τέτταρες αὐτόθι

    句首的宾格短语 τὸ παραπέτασμα 并未充当后续动词的直接宾语或主语,而是作为悬空宾格(accusativus pendens)率先引出讨论的话题(“至于……的帷幕”),随后接续独立的叙述句 κίονες τέτταρες αὐτόθι(“那里有四根柱子”)。

  4. 5.6.34ὃ περιέκειντο οἷς μόνοις τὸ ἄδυτον βάσιμον ἦν

    关系代词 ὃ 为中性宾格,指代前文的“神秘四字名”(τὸ τετράγραμμον ὄνομα),作中间态未完成过去时动词 περιέκειντο(“佩戴、穿戴”)的直接宾语;动词的主语由与格从句 οἷς ... ἦν(“唯有圣所对其开放者”,即大祭司)所指代的人构成。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:5.6.32-5.6.34