- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:5.5.29-5.5.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克莱门特论证了欧律苏斯关于造人的言论以及毕达哥拉斯关于正义和“两条道路”的格言与摩西及福音书教训的一致性,并阐释了塞西亚王的书信和埃及斯芬克斯像的象征意义。
ναὶ μὴν λεγούσης τῆς γραφῆς ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν, ἄξιον ἡγοῦμαι καὶ τὴν Εὐρύσου τοῦ Πυθαγορείου παραθέσθαι φωνὴν οὕτως ἔχουσαν, ὃς ἐν τῷ Περὶ τύχας τὸν δημιουργὸν φήσας αὑτῷ χρώμενον παραδείγματι ποιῆσαι τὸν ἄνθρωπον ἐπήγαγεν· τὸ δὲ σκᾶνος τοῖς λοιποῖς ὅμοιον, οἷα γεγονὸς ἐκ τᾶς αὐτᾶς ὕλας, ὑπὸ τεχνίτα δὲ εἰργασμένον λῴστω, ὃς ἐτεχνίτευσεν αὐτὸ ἀρχετύπῳ χρώμενος ἑαυτῷ.1 καὶ ὅλως ὁ Πυθαγόρας καὶ οἱ ἀπ’ αὐτοῦ σὺν καὶ Πλάτωνι μάλιστα τῶν ἄλλων φιλοσόφων σφόδρα τῷ νομοθέτῃ ὡμίλησαν, ὡς ἔστιν ἐξ αὐτῶν συμβαλέσθαι τῶν δογμάτων. καὶ κατά τινα μαντείας εὔστοχον φήμην οὐκ ἀθεεὶ συνδραμόντες ἔν τισι προφητικαῖς φωναῖς τὴν ἀλήθειαν κατὰ μέρη καὶ εἴδη διαλαβόντες, προσηγορίαις οὐκ ἀφεγγέσιν οὐδὲ ἔξωθεν τῆς τῶν πραγμάτων δηλώσεως πορευομέναις ἐτίμησαν, τῆς περὶ τὴν ἀλήθειαν οἰκειότητος ἔμφασιν εἰληφότες. ὅθεν ἡ μὲν Ἑλληνικὴ φιλοσοφία τῇ ἐκ τῆς θρυαλλίδος ἔοικεν λαμπηδόνι, ἣν ἀνάπτουσιν ἄνθρωποι, "παρ’ ἡλίου κλέπτοντες ἐντέχνως τὸ φῶς·" κηρυχθέντος δὲ τοῦ λόγου πᾶν ἐκεῖνο τὸ ἅγιον ἐξέλαμψεν φῶς. εἶτα κατὰ μὲν τὰς οἰκίας νύκτωρ χρησιμεύει τὸ κλέμμα, ἡμέρας δὲ καταυγάζεται τὸ πῦρ καὶ πᾶσα ἡ νὺξ ἐκφωτίζεται τῷ τοσούτῳ τοῦ νοητοῦ φωτὸς ἡλίῳ.
确实,当经上说“我们要照着我们的形象,按着我们的样式造人”时,我认为亦当引用毕达哥拉斯学派的欧律苏斯之言,其言如下;盖他在《论命运》中,阐明造物主以自身为范本造了人之后,又补充道: “躯体与其他造物相似,因其出于同一种质料,但却是由至善的匠人所造就;这位匠人以自身为原型,精巧地塑造了它。” 总而言之,毕达哥拉斯及其后继者与柏拉图一道,比其他哲学家更为深切地与立法者〔摩西〕相契合,这一点从其教义本身便可推知。并且,他们借由某种切中的预兆性声息,绝非无神意地与某些先知话语相契合,按其各个部分与种类领会了真理,并以并非暗昧亦不脱离事物本质表述的名号来尊奉真理,因他们领受了与真理亲和相近的印记。由此,希腊哲学犹如人们点燃灯芯所发出的光辉,“以巧妙的手段自太阳盗得光明;”但当道(罗格斯)被宣讲出来时,那全然圣洁的光芒便迸发普照。于是,在屋宇之中,那盗来的光火在夜间固然有用,但在白昼,火焰的光彩便隐退失色,而整个黑夜皆被这轮属于可知性之光的赫赫红日所完全照亮。
Αὐτίκα ἐπιτομὴν τῶν περὶ δικαιοσύνης εἰρημένων Μωυσεῖ ὁ Πυθαγόρας πεποίηται λέγων ζυγὸν μὴ ὑπερβαίνειν, τουτέστι μὴ παρέρχεσθαι τὸ πρὸς τὰς διανομὰς ἴσον, τιμῶντας τὴν δικαιοσύνην, "ἣ φίλους ἀεὶ φίλοις πόλεις τε πόλεσι συμμάχους τε συμμάχοις συνδεῖ· τὸ γὰρ ἴσον νόμιμον ἀνθρώποις ἔφυ, τῷ πλέονι δ’ ἀεὶ πολέμιον καθίσταται τοὔλασσον ἐχθρᾶς θ’ ἡμέρας κατάρχεται "κατὰ τὴν ποιητικὴν χάριν. διὰ τοῦτο ὁ κύριος ἄρατε τὸν ζυγόν μου φησίν, ὅτι χρηστός ἐστι καὶ ἀβαρής. καὶ τοῖς περὶ πρωτείων φιλονικοῦσι γνωρίμοις μετὰ ἁπλότητος τὴν ἰσότητα παρεγγυᾷ λέγων ὡς τὰ παιδία αὐτοὺς γενέσθαι δεῖν. ὡσαύτως καὶ ὁ ἀπόστολος μηδένα εἶναι ἐν Χριστῷ δοῦλον ἢ ἐλεύθερον γράφει ἢ Ἕλληνα ἢ Ἰουδαῖον· καινὴ γὰρ ἡ κτίσις ἡ ἐν Χριστῷ ἀφιλόνικος καὶ ἀπλεονέκτητος καὶ ἰσότης δικαία· φθόνος γὰρ ἔξω θείου χοροῦ ἵσταται καὶ ζῆλος καὶ λύπη, ᾗ καὶ οἱ μύσται καρδίαν ἐσθίειν ἀπαγορεύουσιν, μὴ χρῆναί ποτε διδάσκοντες βαρυθυμίαις καὶ ὀδύναις ἐπὶ τοῖς ἀβουλήτως συμβαίνουσι δάκνειν καὶ κατεσθίειν τὴν ψυχήν. ἄθλιος γοῦν ἐκεῖνος, ὅν φησι καὶ Ὅμηρος πλανώμενον μόνον ὅν θυμὸν κατέδειν.
例如,毕达哥拉斯说“不可越过天平的衡轭”,即不可越过分配时的均等,要尊崇正义,从而概括了摩西关于正义的论述;正如充满诗意魅力的诗句所言: “正义常使朋友联结朋友,城邦联结城邦,盟友联结盟友;盖均等乃人类天然的法度,而较少者常与较多者为敌,从而开启仇恨之日。” 正因如此,主说:“负我的轭吧,因为我的轭是温和而轻省的。”对于争论首位高下的门徒,祂嘱咐他们当以纯朴持守均等,说他们必须变成如同小孩子的样式。使徒亦同样写道,在基督里没有奴隶或自由人,也没有希腊人或犹太人;盖在基督里的新造之物是没有争竞、没有贪欲的,乃是公义的均等;“因为嫉妒立于神圣的圆舞之外”,猜忌与悲哀亦然;因此秘仪的传授者亦禁止“吃心”,教导人绝不可因违背心愿而发生之事,以愤懑与痛苦来咬噬和吞灭自己的灵魂。无论如何,荷马所言的那位独自漂泊而“吞吃自己心灵”的人是可悲的。
Πάλιν αὖ δύο ὁδοὺς ὑποτιθεμένου τοῦ εὐαγγελίου καὶ τῶν ἀποστόλων ὁμοίως τοῖς προφήταις ἅπασι καὶ τὴν μὲν καλούντων στενὴν καὶ τεθλιμμένην τὴν κατὰ τὰς ἐντολὰς καὶ ἀπαγορεύσεις περιεσταλμένην, τὴν δὲ ἐναντίαν τὴν εἰς ἀπώλειαν φέρουσαν πλατεῖαν καὶ εὐρύχωρον. ἀκώλυτον ἡδοναῖς τε καὶ θυμῷ, καὶ φασκόντων2 μακάριος ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη, ὅ τε τοῦ Κείου Προδίκου ἐπί τε τῆς Ἀρετῆς καὶ τῆς Κακίας μῦθος πρόεισιν, καὶ Πυθαγόρας οὐκ ὀκνεῖ ἀπαγορεύειν τὰς λεωφόρους ὁδοὺς βαδίζειν, προστάττων μὴ δεῖν ταῖς τῶν πολλῶν ἕπεσθαι γνώμαις ἀκρίτοις καὶ ἀνομολογουμέναις οὔσαις. Ἀριστόκριτος δ’ ἐν τῇ πρώτῃ τῶν πρὸς Ἡρακλεόδωρον ἀντιδοξουμένων μέμνηταί τινος ἐπιστολῆς οὕτως ἐχούσης· Βασιλεὺς Σκυθῶν Ἀτοίας Βυζαντίων δήμῳ. μὴ βλάπτετε προσόδους ἐμάς, ἵνα μὴ ἐμαὶ ἵπποι ὑμέτερον ὕδωρ πίωσι.3 συμβολικῶς γὰρ ὁ βάρβαρος τὸν μέλλοντα πόλεμον αὐτοῖς ἐπάγεσθαι παρεδήλωσεν. ὁμοίως καὶ Εὐφορίων ὁ ποιητὴς τὸν Νέστορα παράγει λέγοντα· "οἱ δ’ οὔπω Σιμόεντος Ἀχαιίδας ἄρσαμεν ἵππους." Διὰ τοῦτό τοι καὶ Αἰγύπτιοι πρὸ τῶν ἱερῶν τὰς σφίγγας ἱδρύονται, ὡς αἰνιγματώδους τοῦ περὶ θεοῦ λόγου καὶ ἀσαφοῦς ὄντος, τάχα δὲ καὶ ὅτι φιλεῖν τε δεῖν καὶ φοβεῖσθαι τὸ θεῖον, ἀγαπᾶν μὲν ὡς προσηνὲς καὶ εὐμενὲς τοῖς ὁσίοις, δεδιέναι δὲ ὡς ἀπαραιτήτως δίκαιον τοῖς ἀνοσίοις. θηρίου γὰρ ὁμοῦ καὶ ἀνθρώπου ἡ σφὶγξ αἰνίσσεται τὴν εἰκόνα.
再次,正如所有的先知一样,福音书与使徒们提出了两条道路,将受诫命与禁令约束的一条称为“窄小而困苦的”,而将通向毁灭的相反道路称为“宽广而辽阔的”,对欢愉与忿怒毫无阻拦,并说道:“不从恶人的计谋,不站罪人的道路,这人便为有福”;此时,凯奥斯的普罗狄科关于“美德与邪恶”的神话便显现出来,而毕达哥拉斯亦毫不犹豫地禁止“行于大道之上”,吩咐不可顺从大众未经审视且互不一致的见解。 阿里斯托克利托斯在《反驳赫拉克雷奥多罗斯》第一卷中提到了一封信,其文如下: “塞西亚人之王阿特阿斯致拜占庭民众:切勿损害我的进益,免得我的战马饮你们的水。” 盖这蛮族人以象征的手法暗示了将要临到他们的战争。同样地,诗人欧福里翁亦引出涅斯托尔的话道: “我们尚未在西摩伊斯河边饮过阿开亚人的战马。” 正因如此,埃及人亦在神庙前设立斯芬克斯像,因为关于神明的言说乃是晦涩而如谜一般的,或许亦因为人们对神明应当兼具爱戴与畏惧:因其温和慈爱而敬爱之(对圣洁之人而言),又因其毫不留情的公正而畏惧之(对不敬之人而言)。因为斯芬克斯同时隐喻了野兽与人类并存的形象。
- 5.5.29τὸ δὲ σκᾶνος τοῖς λοιποῖς ὅμοιον, οἷα γεγονὸς ἐκ τᾶς αὐτᾶς ὕλας, ὑπὸ τεχνίτα δὲ εἰργασμένον λῴστω, ὃς ἐτεχνίτευσεν αὐτὸ ἀρχετύπῳ χρώμενος ἑαυτῷ.
引自毕达哥拉斯学派欧律苏斯著作的多利安方言残篇。整个句子省略了系动词(ἐστί 或多利安方言的 ἐντί),为名词性谓语句;主语为 τὸ σκᾶνος,述语部分由 τοῖς λοιποῖς ὅμοιον 与分词短语 εἰργασμένον 构成。句中包含典型的多利安方言形式:τᾶς αὐτᾶς ὕλας(相当于雅典方言的 τῆς αὐτῆς ὕλης)、τεχνίτα(相当于 τεχνίτου)、λῴστω(相当于 λῴστου)。οἷα 引导表原因的分词 γεγονός。
- 5.5.31Πάλιν αὖ δύο ὁδοὺς ὑποτιθεμένου τοῦ εὐαγγελίου καὶ τῶν ἀποστόλων ὁμοίως τοῖς προφήταις ἅπασι καὶ τὴν μὲν καλούντων στενὴν καὶ τεθλιμμένην τὴν κατὰ τὰς ἐντολὰς καὶ ἀπαγορεύσεις περιεσταλμένην, τὴν δὲ ἐναντίαν τὴν εἰς ἀπώλειαν φέρουσαν πλατεῖαν καὶ εὐρύχωρον, ἀκώλυτον ἡδοναῖς τε καὶ θυμῷ, καὶ φασκόντων
从句首一直延续到 φασκόντων 的长篇属格独立结构。其逻辑主语为 τοῦ εὐαγγελίου καὶ τῶν ἀποστόλων,统辖相并列的分词 ὑποτιθεμένου(因邻近的单数主语而作单数)、καλούντων(按复数意义一致)以及 φασκόντων。在引用圣经文句(μακάριος ἀνήρ...)之后,引出真正的主句:ὅ τε τοῦ Κείου Προδίκου... μῦθος πρόεισιν, καὶ Πυθαγόρας οὐκ ὀκνεῖ...
- 5.5.31ἵνα μὴ ἐμαὶ ἵπποι ὑμέτερον ὕδωρ πίωσι
由 ἵνα μή 搭配不定过去时虚拟式 πίωσι 构成的否定目的从句。字面意义为“免得我的马饮你们的水”,但正如后文明确解释的那样(συμβολικῶς γὰρ ὁ βάρβαρος...),这是表示敌军骑兵即将长驱直入、发动战争的象征性威胁表达。
