← 亚历山太的革利免

杂记

§5.6.35-5.6.37

会幕圣物与大祭司圣袍的宇宙象征

克莱门特将金灯台、陈设饼桌、约柜及基路伯阐释为宇宙运行与理智世界的象征,继而说明了大祭司圣袍上的饰物(宝石、铃铛与金冠)与行星及救恩阶梯的对应关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.6.35

ἔχει δέ τι καὶ ἄλλο αἴνιγμα ἡ λυχνία ἡ χρυσῆ τοῦ σημείου τοῦ Χριστοῦ, οὐ τῷ σχήματι μόνῳ, ἀλλὰ καὶ τῷ φωτεμβολεῖν1 πολυτρόπως καὶ πολυμερῶς τοὺς εἰς αὐτὸν πιστεύοντας ἐλπίζοντάς τε καὶ βλέποντας διὰ τῆς τῶν πρωτοκτίστων διακονίας. φασὶ δ’ εἶναι ἑπτὰ ὀφθαλμοὺς κυρίου τὰ ἑπτὰ πνεύματα, τὰ ἐπαναπαυόμενα τῇ ῥάβδῳ τῇ ἀνθούσῃ ἐκ τῆς ῥίζης Ἰεσσαί. πρὸς δὲ τοῖς βορείοις τοῦ θυμιατηρίου τράπεζα εἶχε τὴν θέσιν, ἐφ’ ἧς ἡ παράθεσις τῶν ἄρτων, ὅτι τροφιμώτατα τῶν πνευμάτων τὰ βόρεια. εἶεν δ’ ἂν μοναί τινες εἰς ἓν σῶμα καὶ σύνοδον μίαν συμπνεουσῶν ἐκκλησιῶν. τά τε ἐπὶ τῆς ἁγίας κιβωτοῦ ἱστορούμενα μηνύει τὰ τοῦ νοητοῦ κόσμου τοῦ ἀποκεκρυμμένου καὶ ἀποκεκλεισμένου τοῖς πολλοῖς. ναὶ μὴν καὶ τὰ χρυσᾶ ἐκεῖνα ἀγάλματα, ἑξαπτέρυγον ἑκάτερον αὐτῶν, εἴτε τὰς δύο ἄρκτους, ὡς βούλονταί τινες, ἐμφαίνει, εἴτε, ὅπερ μᾶλλον, τὰ δύο ἡμισφαίρια, ἐθέλει δὲ τὸ ὄνομα τῶν Χερουβὶμ δηλοῦν ἐπίγνωσιν πολλήν. ἀλλὰ δώδεκα πτέρυγας ἄμφω ἔχει καὶ διὰ τοῦ ζῳδιακοῦ κύκλου καὶ τοῦ κατ’ αὐτὸν φερομένου χρόνου τὸν αἰσθητὸν κόσμον δηλοῖ.

金灯台亦含有关于基督之记号的另一种隐语,不仅在其形态上,而且在其通过受造之初者的职事,“以多种方式并在多个部分”照耀那些信靠祂、盼望祂并仰望祂的人。人们说,主的“七眼”便是歇在那“从耶西的根”发芽开花之杖上的“七灵”。在香坛的北侧设有一张桌子,其上陈设着饼,因为诸风之中以北风最为滋养生息。这些亦可视为同心呼吸、汇聚为一个身体和一个集会的众教会的居所。关于圣约柜所记载之事,则宣告了那向大众隐藏与封闭的理智世界之事。确实,那两尊各有六翼的金色塑像,正如某些人所主张的,或是指二熊星座,或是更可能地指两个半球;而“基路伯”之名意在表明“丰盛的知识”。然而它们共有十二翼,借着黄道十二宫以及随之运行的时间,表明了感觉世界。

§5.6.36

περὶ τούτων οἶμαι καὶ ἡ τραγῳδία φυσιολογοῦσά φησιν· "ἀκάμας τε χρόνος περί τ’ ἀενάῳ ῥεύματι πλήρης φοιτᾷ τίκτων αὐτὸς ἑαυτόν, δίδυμοί τ’ ἄρκτοι ταῖς ὠκυπλάνοις πτερύγων ῥιπαῖς τὸν Ἀτλάντειον τηροῦσι πόλον." Ἄτλας δὲ ὁ μὴ πάσχων πόλος δύναται μὲν εἶναι καὶ ἡ ἀπλανὴς σφαῖρα, βέλτιον δὲ ἴσως αἰῶνα ἀκίνητον νοεῖσθαι. ἄμεινον δ’ ἡγοῦμαι τὴν κιβωτὸν ἐκ τοῦ Ἑβραϊκοῦ ὀνόματος θηβωθὰ καλουμένην ἄλλο τι σημαίνειν. ἑρμηνεύεται μὲν ἓν ἀνθ’ ἑνὸς πάντων τόπων. εἴτ’ οὖν ὀγδοὰς καὶ ὁ νοητὸς κόσμος εἴτε καὶ ὁ πάντων περιεκτικὸς ἀσχημάτιστός τε καὶ ἀόρατος δηλοῦται θεός, τὰ νῦν ὑπερκείσθω λέγειν· πλὴν ἀνάπαυσιν μηνύει τὴν μετὰ τῶν δοξολόγων πνευμάτων, ἃ αἰνίσσεται Χερουβίμ· οὐ γὰρ ἄν ποτε ὁ μηδὲ γλυπτὸν εἴδωλον δημιουργεῖν παραινέσας αὐτὸς ἀπεικόνιζεν2 τῶν ἁγίων ἄγαλμα, οὐδ’ ἔστι τὴν ἀρχὴν ἐπισύνθετόν τι καὶ αἰσθητὸν ζῷον ἐν οὐρανῷ ὧδέ πως ἔχον, σύμβολον δ’ ἐστὶ λογικῆς μὲν τὸ πρόσωπον ψυχῆς, πτέρυγες δὲ λειτουργίαι τε καὶ ἐνέργειαι αἱ μετάρσιοι δεξιῶν τε ἅμα καὶ λαιῶν δυνάμεων, ἡ φωνὴ δὲ δόξα εὐχάριστος ἐν ἀκαταπαύστῳ θεωρίᾳ.

关于这些,我认为悲剧在探讨自然时亦说道: “不倦的时间在永流不息的溪流中圆满巡行,自生自成,而双熊座以其双翼疾飞的扑击,守护着阿特拉斯的天极。” 作为不动天极的阿特拉斯固然可以是恒星天球,但将其理解为静止的永恒或许更好。但我认为更好的是,约柜因希伯来名字被称为“特博塔”,意味着别的事物。其含义被解释为“在所有地方中取一以代一”。因此,无论是表明第八位阶与理智世界,还是表明那包罗万象、无形且不可见的神,暂且搁置不议;然而它确实宣告了与颂赞之灵同在的安息,基路伯所暗喻的正是这些灵。因为那劝诫人连雕刻偶像都不可制造的神,绝不会自己去塑造圣者的偶像,天上亦根本没有以此种方式构成的复合而可感的活物;相反,面容是理性灵魂的象征,翅翼是左右两方权能在高处的职事与作为,而声音则是不绝观照中的感恩颂赞。

§5.6.37

Ἀπόχρη μέχρι τοῦδε προχωρῆσαι τὴν μυστικὴν ἑρμηνείαν· τοῦ δὲ ἀρχιερέως ὁ ποδήρης κόσμου ἐστὶν αἰσθητοῦ σύμβολον, τῶν μὲν ἑπτὰ πλανητῶν οἱ πέντε λίθοι καὶ οἱ δύο ἄνθρακες διά τε τὸν Κρόνον καὶ τὴν Σελήνην· ὃ μὲν γὰρ μεσημβρινὸς καὶ ὑγρὸς καὶ γεώδης καὶ βαρύς, ἣ δὲ ἀερώδης· διὸ Ἄρτεμις πρός τινων εἴρηται ἀεροτόμος τις οὖσα, ζοφερὸς δὲ ὁ ἀήρ. συνεργοῦντας δὲ εἰς γένεσιν τῶν τῇδε τοὺς ἐφεστῶτας τοῖς πλανήταις κατὰ τὴν θείαν πρόνοιαν ἐπί τε τοῦ στήθους καὶ τῶν ὤμων εἰκότως ἱδρῦσθαι διαγράφει,3 δι’ ὧν ἡ πρᾶξις ἡ ἐπιγενεσιουργός, ἡ ἑβδομὰς ἡ πρώτη· στῆθος δ’ οἰκητήριον καρδίας τε καὶ ψυχῆς. εἶεν δ’ ἂν καὶ ἄλλως λίθοι ποικίλοι σωτηρίας τρόποι, οἳ μὲν ἐν τοῖς ὑπεραναβεβηκόσιν, οἳ δ’ ἐν τοῖς ὑποβεβηκόσιν ἱδρυμένοι παντὸς τοῦ σῳζομένου σώματος. οἵ τε τριακόσιοι ἑξήκοντα κώδωνες οἱ ἀπηρτημένοι τοῦ ποδήρους χρόνος ἐστὶν ἐνιαύσιος, ἐνιαυτὸς κυρίου δεκτός, κηρύσσων καὶ κατηχῶν τὴν μεγίστην τοῦ σωτῆρος ἐπιφάνειαν. ἀλλὰ καὶ ὁ πῖλος ὁ χρυσοῦς ὁ ἀνατεταμένος τὴν ἐξουσίαν μηνύει τὴν βασιλικὴν τοῦ κυρίου, εἴ γε ἡ κεφαλὴ τῆς ἐκκλησίας ὁ σωτήρ.

奥秘的阐释进行至此已然足够。大祭司垂及脚踝的长袍是感觉世界的象征:就七大行星而言,有五颗宝石和两颗红宝石,这是因土星与月亮的缘故;因为前者偏南、潮湿、具土性且沉重,而后者属空气之性;因此阿尔忒弥斯被某些人称为“截气者”,而空气是阴暗的。由于照看行星者依据神圣护理协助此地万物的生成,故而将他们合宜地描绘为安设在胸前与肩上,借着他们施行繁衍的造化之工,即最初的七位一体;而胸膛则是心与灵魂的居所。从另一角度而言,斑斓的宝石亦可以是拯救的各种方式,有的安设在位居更高处者身上,有的则安设在整个得救身体中处于较低位阶者身上。挂在长袍上的三百六十个铃铛代表一年的时间,即“主悦纳人的禧年”,宣扬并回响着救主最伟大的显现。此外,那高高耸立的金冠冕宣告了主的君王权柄,因为救主正是“教会的元首”。

语法注3 条
  1. 5.6.35τῷ φωτεμβολεῖν

    带冠词的不定式 τῷ φωτεμβολεῖν 为手段/原因与格,与前文的 οὐ τῷ σχήματι μόνῳ 并列。该动词直接支配其后的分词短语 τοὺς εἰς αὐτὸν πιστεύοντας 作其宾格直接宾语。

  2. 5.6.36οὐ γὰρ ἄν ποτε ὁ μηδὲ γλυπτὸν εἴδωλον δημιουργεῖν παραινέσας αὐτὸς ἀπεικόνιζεν

    由 ἄν 与未完成过去时直陈语气 ἀπεικόνιζεν 构成的与过去事实相反的虚拟句,意为“那劝诫人连雕刻偶像都不可制造者绝不会亲自去塑造……”。主语为分词短语 ὁ ... παραινέσας(劝诫者,即神)。

  3. 5.6.37συνεργοῦντας δὲ εἰς γένεσιν τῶν τῇδε τοὺς ἐφεστῶτας τοῖς πλανήταις κατὰ τὴν θείαν πρόνοιαν ἐπί τε τοῦ στήθους καὶ τῶν ὤμων εἰκότως ἱδρῦσθαι διαγράφει

    该句的骨干为主要动词 διαγράφει 支配对格加不定式结构(τοὺς ἐφεστῶτας ... ἱδρῦσθαι)。不定式的逻辑主语是 τοὺς ἐφεστῶτας τοῖς πλανήταις(掌管行星者),分词 συνεργοῦντας 修饰该主语(“由于他们协助……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:5.6.35-5.6.37