← 亚历山太的革利免

杂记

§5.5.27-5.5.28

毕达哥拉斯派象征格言与希伯来哲学

克莱门特论证了毕达哥拉斯派的象征格言源于希伯来哲学,并阐释这些隐喻箴言所蕴含的关于守口、克制愤怒与情欲以及排斥感官偶像而趋向可知性神圣者的教导。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.5.27

Αὐτίκα τῆς βαρβάρου φιλοσοφίας πάνυ σφόδρα ἐπικεκρυμμένως ἤρτηται1 τὰ Πυθαγόρεια σύμβολα. Παραινεῖ γοῦν ὁ Σάμιος χελιδόνα ἐν οἰκίᾳ μὴ ἔχειν, τουτέστι λάλον καὶ ψιθυρὸν καὶ πρόγλωσσον ἄνθρωπον, μὴ δυνάμενον στέγειν ὧν ἂν μετάσχῃ, μὴ δέχεσθαι. χελιδὼν γὰρ καὶ τρυγών, ἀγροῦ στρουθία, ἔγνωσαν καιροὺς εἰσόδων αὐτῶν, φησὶν ἡ γραφή, καὶ οὐ χρή ποτε φλυαρίᾳ συνοικεῖν. ναὶ μὴν γογγύζουσα ἡ τρυγὼν μέμψεως καταλαλιὰν ἀχάριστον ἐμφαίνουσα εἰκότως ἐξοικίζεται· "ὡς μή μοι τρύζητε παρήμενοι ἄλλοθεν ἄλλος." ἡ χελιδὼν δέ, ᾗ τὸν μῦθον αἰνίττεται τὸν Πανδίονος, ἀφοσιοῦσθαι ἀξία διὰ τὰ ἐπ’ ἐκείνῃ θρυλούμενα πάθη, ἐξ ὧν τὸν Τηρέα τὰ μὲν παθεῖν, τὰ δὲ καὶ δρᾶσαι παρειλήφαμεν. διώκει δὲ ἄρα καὶ τέττιγας τοὺς μουσικούς, ὅθεν ἀπωθεῖσθαι δίκαιος ὁ διώκτης τοῦ λόγου.2 "ναὶ τὰν Ὄλυμπον καταδερκομέναν σκηπτοῦχον Ἥραν ἔστι μοι πιστὸν ταμιεῖον ἐπὶ γλώσσας, "ἡ ποιητική φησιν. ὅ τε Αἰσχύλος· "ἀλλ’ ἔστι κἀμοὶ κλεὶς ἐπὶ γλώσσῃ φύλαξ. " Πάλιν ὁ Πυθαγόρας τῆς χύτρας ἀρθείσης ἀπὸ τοῦ πυρὸς τὸν ἐν τῇ σποδῷ τύπον μὴ ἀπολιπεῖν, ἀλλὰ συγχεῖν προσέταττεν καὶ ταράττειν ἀναστάντας ἐξ εὐνῆς τὰ στρώματα· οὐ γὰρ τὸν τῦφον ἀφανίζειν μόνον δεῖν ᾐνίττετο, ἀλλὰ μηδὲ ὀργῆς ἴχνος ἀπολιπεῖν, ἐπὰν δὲ ἀναζέσασα παύσηται, καθίστασθαι αὐτὴν καὶ πᾶσαν ἀπαλείφειν μνησικακίαν. ἥλιος δὲ ὑμῖν τῇ ὀργῇ, φησὶν ἡ γραφή, μὴ ἐπιδυέτω· καὶ ὁ εἰπὼν οὐκ ἐπιθυμήσεις πᾶσαν ἀφεῖλεν μνησικακίαν· θυμὸς γὰρ εὑρίσκεται ὁρμὴ ἐπιθυμίας ἡμέρου ψυχῆς κατ’ ἐξοχὴν ἀμύνης ἐφετικὸς ἀλόγως.

例如,毕达哥拉斯派的象征格言极其隐晦地依附于蛮族的哲学。 萨摩斯人便劝告“不可在屋中蓄燕”,这意指不可接纳多言、低语且饶舌之人,即无法守住自己所与知之秘的人。 因为经上说:“燕子与斑鸠,田野的麻雀,都知道它们迁徙的时令”,人绝不可与废话同住。事实上,斑鸠因咕咕悲啼而显露出不感恩的指责闲言,理所当然地被驱逐出舍: “免得你们散坐各处,冲着我咕哝抱怨。” 而燕子,就其隐喻潘狄翁的神话而言,因那围绕着她而广为流传的苦难,实应予以回避;借着这些苦难,我们得悉了忒柔斯所遭受并实行的事情。况且,燕子还捕食擅长鸣唱的蝉,因此驱逐迫害道(罗格斯)的人是完全正当的。 “凭着俯瞰奥林匹斯的执杖赫拉起誓,我的舌头上有一座可靠的库房”,诗作如此说道;而埃斯库罗斯亦言: “但在我的舌头上亦有一把钥匙作为守卫。” 毕达哥拉斯又曾嘱咐,“釜离火后,不可在灰烬中留下印迹,而当予以抹平”,并吩咐“从床榻起身之人当弄乱被褥”。因为他所隐喻的,不仅是应当消除虚妄傲慢,更是不该留下任何愤怒的痕迹;当愤怒停止沸腾之后,当使其平息并消除一切仇怨。 经上说:“不可含怒到日落”;而那说了“不可贪恋”者,便除尽了一切仇怨。因为人们发现,忿怒乃是温和灵魂中欲望的冲动,不合情理地极力企求报复。

§5.5.28

τῷ ὁμοίῳ τρόπῳ καὶ ἡ κοίτη ταράσσεσθαι παραινεῖται, ὡς μήτε ὀνειρωγμοῦ τινος μηδὲ μὴν ὕπνου μεθ’ ἡμέραν, ἀλλὰ μηδὲ τῆς ἐν νυκτὶ ἡδονῆς ἐπιμεμνῆσθαι ἔτι. τάχα δὲ καὶ φαντασίαν τὴν ζοφερὰν συγχεῖν τῷ τῆς ἀληθείας φωτὶ δεῖν ᾐνίσσετο· ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε, ὁ Δαβὶδ λέγει, μὴ συγκατατίθεσθαι τῇ φαντασίᾳ μηδὲ τὸ ἔργον ἐπάγειν κυροῦντα τὴν ὀργὴν χρῆναι διδάσκων.3 Πάλιν ἐπὶ γῆς μὴ πλεῖν Πυθαγόρειόν ἐστι σύμβολον, δηλοῖ δὲ τὰ τέλη καὶ τὰ ὅμοια τῶν μισθωμάτων ταραχώδη καὶ ἄστατα ὄντα παραιτεῖσθαι δεῖν. διὰ τοῦτό τοι ὁ λόγος τοὺς τελώνας λέγει δυσκόλως σωθήσεσθαι. Πάλιν δ’ αὖ δακτύλιον μὴ φορεῖν μηδὲ εἰκόνας αὐτοῖς ἐγχαράσσειν θεῶν παρεγγυᾷ ὁ Πυθαγόρας, ὥσπερ Μωυσῆς πρόπαλαι διαρρήδην ἐνομοθέτησεν μηδὲν δεῖν γλυπτὸν ἢ χωνευτὸν ἢ πλαστὸν ἢ γραπτὸν ἄγαλμά τε καὶ ἀπεικόνισμα ποιεῖσθαι, ὡς μὴ τοῖς αἰσθητοῖς προσανέχωμεν, ἐπὶ δὲ τὰ νοητὰ μετίωμεν· ἐξευτελίζει γὰρ τὴν τοῦ θείου σεμνότητα ἡ ἐν ἑτοίμῳ τῆς ὄψεως συνήθεια, καὶ τὴν νοητὴν οὐσίαν δἰ ὕλης σεβάζεσθαι ἀτιμάζειν ἐστὶν αὐτὴν δἰ αἰσθήσεως. διὸ καὶ τῶν Αἰγυπτίων ἱερέων οἱ σοφώτατοι τὸ τῆς Ἀθηνᾶς ἕδος ὕπαιθρον ἀφώρισαν, ὡς Ἑβραῖοι τὸν νεὼν ἄνευ ἀγάλματος εἱσάμενοι. εἰσὶ δὲ οἳ τὸν θεὸν σέβοντες οὐρανοῦ μίμημα ποιησάμενοι περιέχον τὰ ἄστρα προσκυνοῦσιν.

同样地,格言亦劝告当弄乱寝具,以使人不再记起遗精,在白昼亦不再念及睡眠,甚至不再回想夜间的欢愉。或许他亦隐喻着应当用真理之光驱散昏暗的表象;大卫说:“应当动怒,不可犯罪”,他在此教导人不应附和表象,亦不可施行坐实忿怒的作为。 再次,“不可在陆地上航行”亦是毕达哥拉斯派的象征格言,它表明人们应当拒绝关税以及类似的租税承包,因为这些事物充满动荡且极不稳定。正是因此,道(罗格斯)说税吏是难以得救的。 此外,毕达哥拉斯又告诫“不可佩戴戒指,亦不可在其上雕刻神明的肖像”,正如摩西很久以前便明确立法规定,不可制作任何雕刻、铸造、塑制或描绘的偶像及肖像,免得我们依恋感官之物,而当趋向于可知性之物。因为目光所触及的随手可得的习以为常,会贬损神性的崇高;通过物质去崇敬可知性的本质,乃是用感官来玷污它。因此,埃及祭司中最明智的那些人,将雅典娜的神座划定于露天之下,正如希伯来人建立没有神像的殿宇一般。但也有些人敬奉上帝时,制作包含星辰的仿造天象并向其俯伏下拜。

语法注3 条
  1. 5.5.27τῆς βαρβάρου φιλοσοφίας πάνυ σφόδρα ἐπικεκρυμμένως ἤρτηται

    动词 ἤρτηται(ἀρτάω 的完成时中被动态,“系于、悬于”)支配表示来源或依附的属格 τῆς βαρβάρου φιλοσοφίας,意为“依附于/源自蛮族哲学”。

  2. 5.5.27ὅθεν ἀπωθεῖσθαι δίκαιος ὁ διώκτης τοῦ λόγου

    人称句构式(δίκαιός [ἐστι] +不定式)。古典希腊语习惯将非人称结构 δίκαιόν ἐστι τὸν διώκτην ἀπωθεῖσθαι(“迫害者被驱逐是正当的”)转换为主语 ὁ διώκτης 作主格,并与谓语形容词 δίκαιος 一致,修饰被动态不定式 ἀπωθεῖσθαι。

  3. 5.5.28μὴ συγκατατίθεσθαι τῇ φαντασίᾳ μηδὲ τὸ ἔργον ἐπάγειν κυροῦντα τὴν ὀργὴν χρῆναι διδάσκων

    分词 διδάσκων 带有不定式 χρῆναι 作为间接引语的宾语,χρῆναι 进而支配两个不定式 μὴ συγκατατίθεσθαι 与 μηδὲ ἐπάγειν。分词 κυροῦντα 为阳性单数宾格,与不定式动作的未明言泛指主语一致,作伴随状语(“在证实/坐实忿怒的同时”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:5.5.27-5.5.28