← 亚历山太的革利免

杂记

§5.4.23-5.4.26

诗歌与圣经中象征真理的渐进开示

作者借由“认识你自己”的名言、古希腊诗人的寓意叙述、旧约诗篇以及保罗书信的引文,阐明了崇高的神圣真理如何通过象征与比喻加以隐匿,并逐步向属灵及具备知解力之人展现。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.4.23

ὡσαύτως καὶ τὸ γνῶθι σαυτὸν πολλὰ ἐνδείκνυται, καὶ ὅτι θνητὸς εἶ καὶ ὅτι ἄνθρωπος ἐγένου, καὶ ἤδη πρὸς τὰς ἄλλας τοῦ βίου ὑπεροχὰς κατὰ σύγκρισιν ὅτι οὐδενὸς λόγου ὑπάρχεις, ἔνδοξον λέγων ἢ πλούσιον,1 ἢ τοὐναντίον, ὅτι πλούσιος ὢν καὶ ἔνδοξος οὐ παραμόνῳ σεμνύνῃ πλεονεκτήματι· καὶ εἰς τί γέγονας, γνῶθι, φησί, καὶ τίνος εἰκὼν ὑπάρχεις, τίς τέ σου ἡ οὐσία καὶ τίς ἡ δημιουργία καὶ ἡ πρὸς τὸ θεῖον οἰκείωσις τίς, καὶ τὰ τούτοις ὅμοια. λέγει δὲ καὶ διὰ Ἡσαΐου τοῦ προφήτου τὸ πνεῦμα· δώσω σοι θησαυροὺς σκοτεινοὺς ἀποκρύφους. θησαυροὶ δὲ τοῦ θεοῦ καὶ πλοῦτος ἀνεκλιπὴς ἡ δυσθήρατός ἐστι σοφία.

同样,“认识你自己”亦昭示了诸多意涵:既指你是必死的,又指你生而为人;并且若与人生中的其他卓越之处相比,你根本无足轻重(无论是就显赫者还是富有者而言);或恰恰相反,指即便身居富有与显赫,亦不当夸耀于不可持久的优越。“要认识,”它说,“你是为了何种目的而受造,你又是何者的肖像,你的本质为何,你的造化为何,以及你与神圣者的相通相亲为何”,以及诸如此类的事。圣灵借先知以赛亚亦如是说: “我要赐给你幽暗隐秘的宝藏。” 而上帝的宝藏与无穷的财富,便是那难以追索的智慧。

§5.4.24

Ἀλλὰ καὶ οἱ παρὰ τούτων τῶν προφητῶν τὴν θεολογίαν δεδιδαγμένοι ποιηταὶ δι’ ὑπονοίας πολλὰ φιλοσοφοῦσι, τὸν Ὀρφέα λέγω, τὸν Λίνον, τὸν Μουσαῖον, τὸν Ὅμηρον καὶ Ἡσίοδον καὶ τοὺς ταύτῃ σοφούς. παραπέτασμα δὲ αὐτοῖς πρὸς τοὺς πολλοὺς ἡ ποιητικὴ ψυχαγωγία· ὄνειροί τε καὶ σύμβολα ἀφανέστερα πάντα ταῖς ἀνθρώποις οὐ φθόνῳ (οὐ γὰρ θέμις ἐμπαθῆ νοεῖν τὸν θεόν), ἀλλ’ ὅπως εἰς τὴν τῶν αἰνιγμάτων ἔννοιαν ἡ ζήτησις παρεισδύουσα ἐπὶ τὴν εὕρεσιν τῆς ἀληθείας ἀναδράμῃ. ταύτῃ τοι Σοφοκλῆς, ὁ τῆς τραγῳδίας ποιητής, φησί που· "καὶ τὸν θεὸν τοιοῦτον ἐξεπίσταμαι· σοφοῖς μὲν αἰνικτῆρα θεσφάτων ἀεί, σκαιοῖς δὲ φαῦλον κἀν βραχεῖ διδάσκαλον, "τὸ φαῦλον ἐπὶ τοῦ ἁπλοῦ τάσσων.

不仅如此,从这些先知那里领受神学教导的诗人们,亦借由寓意推敲出许多哲学道理——我指的是奥菲斯、利诺斯、穆萨埃乌斯、荷马、赫西俄德以及依此方式行事的智者们。对他们而言,诗歌对灵魂的陶冶乃是防范大众的幔子。赐给人类的梦境与一切更为晦暗的象征,并非出于嫉妒(因为将上帝构想为受情欲驱使者是不义的),而是为了让探寻深入隐语的意涵,从而跃升至对真理的发现。正因如此,悲剧诗人索福克勒斯在某处说道: “我深知神明亦复如是: 对智者永远是神谕之谜的宣示者, 对愚鲁者则是简朴而短促的训导师”,在此将“简朴”置于“单纯”之义。

§5.4.25

ἄντικρυς γοῦν περὶ πάσης γραφῆς τῆς καθ’ ἡμᾶς ἐν τοῖς ψαλμοῖς γέγραπται ὡς ἐν παραβολῇ εἰρημένης· ἀκούσατε, λαός μου, τὸν νόμον μου, κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στόματός μου· ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, φθέγξομαι προβλήματα ἀπ’ ἀρχῆς. καὶ ὁ γενναῖος ἀπόστολος τὰ ὅμοια ὧδέ πως λέγει· σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων· ἀλλὰ λαλοῦμεν θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν· ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν· εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν. οἱ φιλόσοφοι δὲ οὐκ ἐνηργήθησαν ἐνυβρίσαι τὴν παρουσίαν τοῦ κυρίου· ἀπόκειται τοίνυν τὴν οἴησιν τῶν ἐν Ἰουδαίοις σοφῶν ἐπιραπίζειν τὸν ἀπόστολον·2 διὸ καὶ ἐπιφέρει· ἀλλὰ κηρύσσομεν καθὼς γέγραπται, φησίν, ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. ἡμῖν γὰρ ἀπεκάλυψεν ὁ θεὸς διὰ τοῦ πνεύματος· τὸ γὰρ πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ θεοῦ. πνευματικὸν γὰρ καὶ γνωστικὸν οἶδεν τὸν τοῦ ἁγίου πνεύματος μαθητὴν τοῦ ἐκ θεοῦ χορηγουμένου, ὅ ἐστι νοῦς Χριστοῦ. ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος· μωρία γὰρ αὐτῷ ἐστιν.

确实,关于我们这一派的整部经典,在诗篇中亦直陈是借比喻而言说的: “我的子民啊,当听我的训诲,侧耳倾听我口中的言语。我要开口说比喻,宣告创世以来的谜语。” 而崇高的使徒亦以类似的方式如此说道: “然而,在完全的人中,我们也讲智慧。但不是这世上的智慧,也不是这世上有权有位将要灭亡之人的智慧;我们讲的乃是在奥秘中上帝的智慧,就是那隐藏的智慧,是上帝在万世以前预定使我们得荣耀的;这智慧,这世上有权有位的人没有一个知道的;他们若知道,就不会把荣耀的主钉在十字架上了。” 然而,哲学家们并未受唆使去凌辱主的临在;因此结论是,使徒是在棒喝犹太人中智者的自负。是以他接着说道: “但我们宣讲,如经上所记”,他说,“‘是眼睛未曾看见,耳朵未曾听见,人心也未曾想到的,就是上帝为爱祂的人所预备的。’因为上帝借着圣灵向我们显明了;圣灵参透万事,就是上帝深奥的事也参透了。” 因为他知晓,由上帝所供给的圣灵之门徒乃是属灵的与知解的——这正是基督的心意。 “然而属血气的人不接受圣灵的事,因为在他看来这是愚拙。”

§5.4.26

αὐτίκα ὁ ἀπόστολος πρὸς ἀντιδιαστολὴν γνωστικῆς τελειότητος τὴν κοινὴν πίστιν πῇ μὲν θεμέλιον λέγει, πῇ δὲ γάλα, γράφων τὸν τρόπον τοῦτον· ἀδελφοί, οὐκ ἠδυνήθην λαλῆσαι ὑμῖν ὡς πνευματικοῖς, ἀλλ’ ὡς σαρκικοῖς, ὡς νηπίοις ἐν Χριστῷ. γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα· οὔπω γὰρ ἐδύνασθε. ἀλλ’ οὐδὲ ἔτι νῦν δύνασθε, ἔτι γὰρ σαρκικοί ἐστε. ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; τὰ αἱρετὰ τοῖς ἁμαρτωλοῖς τῶν ἀνθρώπων,3 οἱ δὲ τούτων ἀπεσχημένοι τὰ θεῖα φρονοῦσι καὶ βρώματος γνωστικοῦ μεταλαμβάνουσιν. κατὰ τὴν χάριν, φησί, τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα, ἄλλος δὲ ἐποικοδομεῖ χρυσίον καὶ ἀργύριον, λίθους τιμίους. ταῦτα γνωστικὰ ἐποικοδομήματα τῇ κρηπῖδι τῆς πίστεως τῆς εἰς Ἰησοῦν Χριστόν, καλάμη δὲ τὰ τῶν αἱρέσεων ἐπαναθήματα καὶ ξύλα καὶ χόρτος. ὁποῖον δὲ ἑκάστου τὸ ἔργον, τὸ πῦρ δοκιμάσει. τὴν γνωστικὴν οἰκοδομὴν κἀν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ αἰνισσόμενός φησιν· ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς. ἀποκεκαλυμμένως δὲ οὐχ οἷόν τε ἦν τὰ τοιαῦτα τῶν χαρισμάτων ἐπιστέλλειν.

例如,为了对照知解的完全性,使徒将普遍的信仰时而称为根基,时而称为奶,如此写道: “弟兄们,我从前对你们说话,不能把你们当作属灵的,只得把你们当作属肉体的,当作在基督里为婴孩的。我是用奶喂你们,没有用饭喂你们,因为那时你们不能吃。就是如今还是不能,因为你们仍是属肉体的。因为在你们中间有嫉妒和纷争,这岂不是属肉体,照着人的样子行吗?” 这些乃是人类中的罪人所拣选之事,而远离这些事的人则心存神圣之事,并分享知解的粮草。 “照着”,他说,“赐给我的恩典,我好像一个聪明的工头,立好了根基,有别人在上面建造金、银、宝石。” 这些乃是在对耶稣基督的信仰基石之上知解的建筑,而各种异端所附加的,则是“禾秸”,与“木”,并“草”。 “而各人的工程怎样,火必试验。” 他在《罗马书》中亦隐喻知解的建造而说道: “因为我切切地想见你们,要把些属灵的恩赐分给你们,使你们得以坚固。” 然而,以毫无遮蔽的方式在书信中寄送此类恩赐,是绝不可能的。

语法注3 条
  1. 5.4.23ἔνδοξον λέγων ἢ πλούσιον

    现在分词 λέγων 以格言本身或说话者为主语作伴随修饰,其后带宾格 ἔνδοξον ἢ πλούσιον 作宾语(“无论是就显赫者还是富有者而言”)。它作为插入成分补充说明前文 ὅτι 从句中关于人的微不足道。

  2. 5.4.25ἀπόκειται τοίνυν τὴν οἴησιν τῶν ἐν Ἰουδαίοις σοφῶν ἐπιραπίζειν τὸν ἀπόστολον

    无人称动词 ἀπόκειται(“理当归结为 / 剩下的任务是”)统领一个“带宾格的不定式”结构,其中 τὸν ἀπόστολον 作不定式 ἐπιραπίζειν(“惩戒 / 敲打”)的逻辑主语,而 τὴν οἴησιν 则为其直接宾语。这一结构表明逻辑推论:既然异教哲学家未曾动手钉死主,使徒所指责的必然是犹太人中自命不凡的智者。

  3. 5.4.26τὰ αἱρετὰ τοῖς ἁμαρτωλοῖς τῶν ἀνθρώπων

    紧接在哥林多前书3:3引文之后的无系词名词性分句(省略了 ἐστί)。中性复数实体化形容词 τὰ αἱρετά(“所选取之事 / 意欲之事”)由与格 τοῖς ἁμαρτωλοῖς(“对罪人而言”)限定,并与后文的“远离这些事的人”(οἱ δὲ τούτων ἀπεσχημένοι)形成鲜明的对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:5.4.23-5.4.26