← 亚历山太的革利免

杂记

§5.4.19-5.4.22

古代诸民族中真理的隐匿与象征表达

作者论述了针对异教徒与大众的盲目而借助其所熟悉之物引向真理的必要性,阐述了埃及密室、希伯来幔子、象形文字体系以及希腊神谕与格言中采用的隐匿与象征手法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.4.19

Ἀλλ’ ἐπεὶ μήτε τῷ ἀγαθῷ δικαίως μήτε τῇ γνώσει εἰς σωτηρίαν πιστεύειν ἐθέλουσιν, ἡμεῖς αὐτοὶ τὰ ἐκείνων ἴδια ἡγούμενοι1 ὅτι πάντα τοῦ θεοῦ, καὶ μάλιστα ἐπειδὴ τὰ καλὰ παρ’ ἡμῶν ὥρμηται τοῖς Ἕλλησιν, ἐγχειρῶμεν αὐτοῖς, ὡς ἀκούειν πεφύκασι· τὸ γὰρ συνετὸν ἤτοι τὸ δίκαιον ὁ πολὺς οὗτος ὄχλος οὐκ ἐκ τῆς ἀληθείας, ἀλλ’ ἐξ ὧν ἂν ἡσθῇ, δοκιμάζει. ἥδοιτο δ’ ἂν οὐχ ἑτέροις μᾶλλον ἢ τοῖς ὁμοίοις αὐτοῦ· ὅσον γὰρ τυφλὸν ἔτι καὶ κωφόν,2 οὐ ξύνεσιν ἔχον οὐδὲ φιλοθεάμονος ψυχῆς ὄψιν ἀθαμβῆ τε καὶ ὀξυδερκῆ, ἣν ὁ σωτὴρ ἐντίθησι μόνος, ὥσπερ ἐν τελεταῖς ἀμύητον ἢ ἐν χορείαις ἄμουσον, οὔπω καθαρὸν ὂν οὐδὲ ἄξιον ἁγνῆς ἀληθείας, ἐκμελὲς δὲ καὶ ἄτακτον καὶ ὑλικόν, ἔτι ἔξω θείου χοροῦ ἵστασθαι δεῖ· πνευματικοῖς γὰρ πνευματικὰ συγκρίνομεν. διὰ τοῦτό τοι τῆς ἐπικρύψεως τὸν τρόπον, θεῖον ὄντα ὡς ἀληθῶς καὶ ἀναγκαιότατον ἡμῖν διὰ τὸν ἐν τῷ ἀδύτῳ τῆς ἀληθείας ἀποκείμενον, ἱερὸν ἀτεχνῶς λόγον, Αἰγύπτιοι μὲν διὰ τῶν παρ’ αὐτοῖς ἀδύτων καλουμένων, Ἑβραῖοι δὲ διὰ τοῦ παραπετάσματος ᾐνίξαντο, δι’ οὗ μόνοις ἐξῆν ἐπιβαίνειν αὐτῶν τοῖς ἱερωμένοις, τουτέστι τοῖς ἀνακειμένοις τῷ θεῷ, τοῖς περιτετμημένοις τὰς τῶν παθῶν ἐπιθυμίας διὰ τὴν πρὸς μόνον τὸ θεῖον ἀγάπην· οὐ καθαρῷ γὰρ καθαροῦ ἐφάπτεσθαι οὐ θεμιτὸν εἶναι συνεδόκει καὶ Πλάτωνι.

但既然他们既不愿正当地信赖良善,也不愿为了得救而信赖知识,那么我们鉴于万物皆属于上帝,便将他们的所有视作我们自身的财物,且鉴于美好的事物尤出于我们而流向希腊人,我们便依从他们生来所能领悟的方式来应对他们;因为这广大群体对明达之事或正义之事的评断,并非基于真理,而是基于能使他们喜悦的事物。而比起与自身相似的事物,他们不会更喜爱其他事物;因为凡依旧盲目且聋聩、既无明达之心亦无唯救主所独赐的那种热爱观照之灵魂的无畏且锐利的眼力者,恰如秘仪中未入门之人或合唱队中粗鄙无乐之辈,既非纯洁亦不配承受圣洁之真理,反而不协律、无序且耽于物质,这一切仍须被置于神圣歌舞团之外;因为我们是以属灵之事来比拟属灵之事的。正因如此,埃及人通过其所谓的“不可进入的内殿”,希伯来人则通过幔子,暗指了这种隐藏的模式——鉴于真正神圣且蕴藏在真理密室之中的道,这模式对我们而言确是真具神圣性且最为必要的;且通过这幔子,唯准许他们中间圣别的人进入,亦即那些献身于上帝、因单单对神圣者的爱而割除肉欲私欲之人;因为柏拉图亦赞同:“不洁净者触碰洁净之物,实为不法。”

§5.4.20

ἐντεῦθεν αἱ προφητεῖαι οἵ τε χρησμοὶ λέγονται δι’ αἰνιγμάτων καὶ αἱ τελεταὶ τοῖς ἐντυγχάνουσιν ἀνέδην οὐ δείκνυνται, ἀλλὰ μετά τινων καθαρμῶν καὶ προρρήσεων· "ἁ Μοῦσα γὰρ οὐ φιλοκερδής πω τότ’ ἦν οὐδ’ ἐργάτις· οὐδ’ ἐπέρναντο γλυκεῖαι μελίφθογγοι ποτὶ Τερψιχόρας ἀργυρωθεῖσαι πρόσωπα μαλθακόφωνοι ἀοιδαί." Αὐτίκα οἱ παρ’ Αἰγυπτίοις παιδευόμενοι πρῶτον μὲν πάντων τὴν Αἰγυπτίων γραμμάτων μέθοδον ἐκμανθάνουσι, τὴν ἐπιστολογραφικὴν καλουμένην· δευτέραν δὲ τὴν ἱερατικήν, ᾗ χρῶνται οἱ ἱερογραμματεῖς· ὑστάτην δὲ καὶ τελευταίαν τὴν ἱερογλυφικήν, ἧς ἣ μέν ἐστι διὰ τῶν πρώτων στοιχείων κυριολογική, ἣ δὲ συμβολική.3 τῆς δὲ συμβολικῆς ἣ μὲν κυριολογεῖται κατὰ μίμησιν, ἣ δ’ ὥσπερ τροπικῶς γράφεται, ἣ δὲ ἄντικρυς ἀλληγορεῖται κατά τινας αἰνιγμούς. Ἥλιον γοῦν γράψαι βουλόμενοι κύκλον ποιοῦσι, σελήνην δὲ σχῆμα μηνοειδὲς κατὰ τὸ κυριολογούμενον εἶδος. Τροπικῶς δὲ κατ’ οἰκειότητα μετάγοντες καὶ μετατιθέντες, τὰ δ’ ἐξαλλάττοντες, τὰ δὲ πολλαχῶς μετασχηματίζοντες χαράττουσιν.

因此,预言与神谕皆借由隐语说出,而诸秘仪亦不向碰巧而来之人随意展示,而是伴随着特定的洁净礼与事先告诫: “因为昔日的缪斯尚不贪图金钱,亦非雇工;那些面庞镀银、甘美且蜜音的柔声之歌,亦未曾从德普西科拉那里被论价出售。” 例如,在埃及人中受教者,首先便研习被称为“书信体”的埃及文字法;其次则是神圣书记官所用的“僧侣体”;最后且最深奥的则是“象形圣书体”。在象形文字中,其一部分是通过最初的字母直陈其意的,另一部分则是象征性的。而在象征性文字中,有的通过摹拟而直陈其意,有的则是仿佛以转义方式书写,有的则干脆借由某些隐语来寓意表述。 例如,若想描摹太阳便画一圆圈,若想描摹月亮便依直陈形式画一蛾眉之状。 而按转义方式,他们依据相通之性加以移用置换,或行改动,或作诸种变形而后刻画。

§5.4.21

τοὺς γοῦν τῶν βασιλέων ἐπαίνους, θεολογουμένοις μύθοις παραδιδόντες, ἀναγράφουσι διὰ τῶν ἀναγλύφων. Τοῦ δὲ κατὰ τοὺς αἰνιγμοὺς τρίτου εἴδους δεῖγμα ἔστω τόδε· τὰ μὲν γὰρ τῶν ἄλλων ἄστρων διὰ τὴν πορείαν τὴν λοξὴν ὄφεων σώμασιν ἀπείκαζον, τὸν δὲ ἥλιον τῷ τοῦ κανθάρου, ἐπειδὴ κυκλοτερὲς ἐκ τῆς βοείας ὄνθου σχῆμα πλασάμενος ἀντιπρόσωπος κυλίνδει. φασὶ δὲ καὶ ἑξάμηνον μὲν ὑπὸ γῆς, θάτερον δὲ τοῦ ἔτους τμῆμα τὸ ζῷον τοῦτο ὑπὲρ γῆς διαιτᾶσθαι σπερμαίνειν τε εἰς τὴν σφαῖραν καὶ γεννᾶν καὶ θῆλυν κάνθαρον μὴ γίνεσθαι. Πάντες οὖν, ὡς ἔπος εἰπεῖν, οἱ θεολογήσαντες βάρβαροί τε καὶ Ἕλληνες τὰς μὲν ἀρχὰς τῶν πραγμάτων ἀπεκρύψαντο, τὴν δὲ ἀλήθειαν αἰνίγμασι καὶ συμβόλοις ἀλληγορίαις τε αὖ καὶ μεταφοραῖς καὶ τοιούτοις τισὶ τρόποις παραδεδώκασιν, ὁποῖα καὶ παρ’ Ἕλλησι τὰ μαντεῖα, καὶ ὅ γε Ἀπόλλων ὁ Πύθιος Λοξίας λέγεται.

总之,他们将对君王的赞美托付于神学神话之中,借由浮雕铭文记录下来。 至于借隐语表述的第三种形式,且以此为例:对于其他星宿,因其倾斜的轨道,他们将其比拟为蛇身;而对于太阳,则比拟为金龟子之身,因为金龟子以牛粪塑成球形,且面迎着它滚转。人们还说,这生灵半年居于地下,一年之余留在地上生活,将种子排于球内以繁衍后代,且世上绝无雌性金龟子。 因此,凡曾论及神明的,无论是异族人还是希腊人,可以说皆遮蔽了事物的根基,而通过隐语、象征、讽喻、隐喻及诸如此类的模式来传递真理,正如希腊人的神谕亦属此类,而皮托的阿波罗亦被称为“洛克西亚斯”。

§5.4.22

Ναὶ μὴν καὶ τῶν παρ’ Ἕλλησι σοφῶν καλουμένων τὰ ἀποφθέγματα ὀλίγαις λέξεσι μείζονος πράγματος δήλωσιν ἐμφαίνει, οἷον ἀμέλει τὸ χρόνου φείδου ἤτοι ἐπεὶ ὁ βίος βραχύς, οὐ δεῖν τὸν χρόνον τοῦτον εἰς μάτην καταναλῶσαι, ἢ κατ’ ἐναντιότητα φείσασθαι τῶν ἀναλωμάτων τῶν ἰδιωτικῶν, ἵνα κἂν πολλὰ ἔτη ζήσῃς, φησί, μὴ ἐπιλείπῃ σοι τὰ ἐπιτήδεια.

不仅如此,希腊人中被誉为智者之人的名言,亦用寥寥数语揭示了更为宏大的意涵,例如“惜时”,既指人生苦短,不可虚掷光阴;或恰恰相反,指节制个人开销,以便哪怕长寿多年,日用所需亦不致匮乏。

语法注3 条
  1. 5.4.19τὰ ἐκείνων ἴδια ἡγούμενοι

    双重宾格结构:τὰ ἐκείνων(他们的所有物/希腊人的学问传统)为直接宾语,ἴδια(我们自身的固有之物)为宾语补足语(谓语性宾格),意即“鉴于万物皆属上帝,将他们的所有视作我们自身的财物”。

  2. 5.4.19ὅσον γὰρ τυφλὸν ἔτι καὶ κωφόν

    关系从句结构,充当非人称动词 δεῖ 所支配的不定词 ἵστασθαι 的逻辑主语。中性单数关系代词 ὅσον 将前文的大众(ὁ πολὺς οὗτος ὄχλος)作为总体加以包括(“凡是……的一切”);其后接的中性单数分词与形容词(οὐ ξύνεσιν ἔχον, οὔπω καθαρὸν ὄν, ἐκμελὲς 等)皆为其同格成分。

  3. 5.4.20ἧς ἣ μέν ἐστι διὰ τῶν πρώτων στοιχείων κυριολογική, ἣ δὲ συμβολική

    部分属格结构:指代先行词 τὴν ἱερογλυφικήν 的关系代词 ἧς 为部分属格(“在其中”),而主格的代词性冠词 ἣ μέν ... ἣ δέ 则作为分述的主语(“一部分是……,另一部分是……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:5.4.19-5.4.22