- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:5.3.16-5.3.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
革利免引述柏拉图对话录论证真理与道须由心灵而非肉眼观照,阐明由认识无知出发、经由信望爱寻求真理的途径,并结合希腊诗人与圣经经文说明哲学心性非大众所有,进而提出依循希腊人自身的智慧引导其归向真理。
ἐπεὶ καὶ ὁ ἐλπίζων, καθάπερ ὁ πιστεύων, τῷ νῷ ὁρᾷ τὰ νοητὰ καὶ τὰ μέλλοντα. εἰ τοίνυν φαμέν τι εἶναι δίκαιον, φαμὲν δὲ καὶ καλόν, ἀλλὰ καὶ ἀλήθειάν τι λέγομεν, οὐδὲν δὲ πώποτε τῶν τοιούτων τοῖς ὀφθαλμοῖς εἴδομεν ἀλλ’ ἢ μόνῳ τῷ νῷ,1 ὁ δὲ λόγος τοῦ θεοῦ ἐγώ φησιν εἰμὶ ἡ ἀλήθεια· νῷ ἄρα θεωρητὸς ὁ λόγος. τοὺς δὲ ἀληθινούς, ἔφη, φιλοσόφους τίνας λέγεις; τοὺς τῆς ἀληθείας, ἦν δ’ ἐγώ, φιλοθεάμονας. ἐν δὲ τῷ Φαίδρῳ περὶ ἀληθείας ὡς ἰδέας λέγων ὁ Πλάτων δηλώσει. ἡ δὲ ἰδέα ἐννόημα τοῦ θεοῦ, ὅπερ οἱ βάρβαροι λόγον εἰρήκασι τοῦ θεοῦ· ἔχει δὲ τὰ τῆς λέξεως ὧδε· τολμητέον γὰρ οὖν τό γε ἀληθὲς εἰπεῖν ἄλλως τε καὶ περὶ ἀληθείας λέγοντα· ἡ γὰρ ἀχρώματός τε καὶ ἀσχημάτιστος καὶ ἀναφὴς οὐσία ὄντως οὖσα ψυχῆς κυβερνήτῃ μόνῳ νῷ θεατή. προελθὼν δὲ ὁ λόγος δημιουργίας αἴτιος, ἔπειτα καὶ ἑαυτὸν γεννᾷ, ὅταν ὁ λόγος σὰρξ γένηται, ἵνα καὶ θεαθῇ. ὁ τοίνυν δίκαιος ζητήσει εὕρεσιν ἀγαπητικήν, εἰς ἣν σπεύδων εὐτυχεῖ· τῷ κρούοντι, γάρ φησιν, ἀνοιγήσεται· αἰτεῖτε καὶ δοθήσεται ὑμῖν· οἱ γὰρ ἁρπάζοντες τὴν βασιλείαν βιασταὶ οὐ τοῖς ἐριστικοῖς λόγοις, ἐνδελεχείᾳ δὲ ὀρθοῦ βίου ἀδιαλείπτοις τε εὐχαῖς ἐκβιάζεσθαι εἴρηνται, τὰς ἐπὶ τοῖς προτέροις ἁμαρτήμασιν ἀπηλειφότες κηλῖδας. "τὴν μέντοι κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι. τῷ δ’ αὖ πονοῦντι καὶ θεὸς συλλαμβάνει. οὐ γὰρ ἐν μέσοισι κεῖται δῶρα δυσμάχητα Μοισᾶν τὠπιτυχόντι φέρειν. "
因为怀抱希望者与相信者一样,皆用心灵观照理知之物与将来之事。既然我们断言有某种正义的存在,又断言有美好之物的存在,并且还谈论某种真理,然而此类事物我们从未用肉眼见过,而唯有用心灵得见;而上帝的道又说:“我就是真理”;那么,道乃是借由心灵来观照的。 他说:“那么你所说的真正的哲学家是指谁呢?”我回答说:“是指那些热爱观照真理的人。” 而在《斐德罗篇》中,柏拉图将真理作为理念来谈论时也将表明这一点。而理念就是上帝的思想,异族人称之为上帝的道;其文句如下: “因为人必须勇于说出真理,尤其是当论及真理之时。那真正存在的无色、无形、不可触及的实体,唯有灵魂的掌舵者——心灵,方可观照。” 道前行而出,成为创世的起因;随后,当道成了肉身,为了使自己能被看见,他亦生出了自己。因此,义人必将寻求充满爱的发现,凡奔向此发现者皆蒙福气;因为经上说:“敲门的,就给他开门;你们祈求,就给你们。”因为夺取天国的“强暴人”,据说不是借由争辩的言辞,而是借由正直生活的坚毅与不息的祷告来竭力进取的,他们已然洗净了先前罪愆的污迹。 “恶行虽可成群结队地选取,然而对于劳苦者,神明亦予以相助。因为缪斯那难以争得的馈赠,并非置于路中任由碰巧之人携去。”
ἡ γοῦν τῆς ἀγνοίας ἐπίστασις τὸ πρῶτόν ἐστι μάθημα τῷ κατὰ λόγον βαδίζοντι. ἀγνοήσας τις ἐζήτησεν, καὶ ζητήσας εὑρίσκει τὸν διδάσκαλον εὑρών τε ἐπίστευσεν καὶ πιστεύσας ἤλπισεν ἀγαπήσας τε ἐντεῦθεν ἐξομοιοῦται τῷ ἠγαπημένῳ, τοῦτ’ εἶναι σπεύδων ὃ φθάσας ἠγάπησεν. τοιαύτην τινὰ μέθοδον Σωκράτης ὑποδείκνυσιν Ἀλκιβιάδῃ ὧδε πυνθανομένῳ· Οὐκ ἂν οἴει ἄλλως εἰδέναι με περὶ τῶν δικαίων; — Ναί, εἴ γε εὕροις. — Ἀλλ’ οὐκ ἂν εὑρεῖν με ἡγῇ; — Καὶ μάλα γε, εἰ ζητήσαις. — Εἶτα ζητῆσαι οὐκ ἂν οἴει με; — Ἔγωγε, εἰ οἰηθείης γε μὴ εἰδέναι. ταύτῃ τοι καὶ αἱ τῶν φρονίμων παρθένων λαμπάδες αἱ νύκτωρ ἀνημμέναι ἐν πολλῷ τῆς ἀγνοίας σκότει, ἣν νύκτα ᾐνίξατο ἡ γραφή· φρόνιμοι ψυχαί, καθαραὶ ὡς παρθένοι, συνεῖσαι σφᾶς αὐτὰς ἐν ἀγνοίᾳ καθεστώσας κοσμικῇ, τὸ φῶς ἀνάπτουσι2 καὶ τὸν νοῦν ἐγείρουσι καὶ φωτίζουσι τὸ σκότος καὶ τὴν ἄγνοιαν ἐξελαύνουσι καὶ ζητοῦσι τὴν ἀλήθειαν καὶ τοῦ διδασκάλου τὴν ἐπιφάνειαν ἀναμένουσι. φιλόσοφον μὲν οὖν, ἦν δ’ ἐγώ, πλῆθος ἀδύνατον γενέσθαι. ναρθηκοφόροι μὲν πολλοί, βάκχοι δέ τε παῦροι κατὰ τὸν Πλάτωνα. πολλοὶ γὰρ κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί· καὶ οὐκ ἐν πᾶσι φησὶν ὁ ἀπόστολος ἡ γνῶσις. προσεύχεσθε δὲ ἵνα ῥυσθῶμεν ἀπὸ τῶν ἀτόπων καὶ πονηρῶν ἀνθρώπων· οὐ γὰρ πάντων ἡ πίστις. καὶ ἡ Κλεάνθους δὲ τοῦ Στωϊκοῦ φιλόσοφος ποιητικὴ ὧδέ πως τὰ ὅμοια γράφει· "μὴ πρὸς δόξαν ὅρα, ἐθέλων σοφὸς αἶψα γενέσθαι, μηδὲ φοβοῦ πολλῶν ἄκριτον καὶ ἀναιδέα δόξαν. οὐ γὰρ πλῆθος ἔχει συνετὴν κρίσιν οὔτε δικαίων οὔτε καλῶν, ὀλίγοις δὲ παρ’ ἀνδράσι τοῦτό κεν εὕροις. "
总之,认识到自己的无知,乃是依从道而行之人的第一堂课。人唯有在不知之后方去寻求,寻求之后便寻见教师,寻见之后便相信,相信之后便怀抱希望,由此生发爱意,便同化于所爱者,急切地想要成为自己先前所爱的那样。苏格拉底对如此发问的阿尔西比亚德指明了这样一种途径: “难道你不认为我能通过别的方式认识正义之事吗?”——“是的,只要你能找得到。”——“但你不认为我能找到吗?”——“当然,只要你去寻求。”——“那么你不认为我会去寻求吗?”——“我倒是〔这么认为〕,只要你认为自己并不知道。” 正因如此,聪慧童女的灯才在夜间点亮,置于无知的深重黑暗之中——圣经以黑夜暗指这种无知;聪慧的灵魂如同童女般纯洁,意识到自己身处世俗的无知之中,便点燃亮光,唤醒心灵,照亮黑暗,驱逐无知,寻求真理,期盼教师的显现。 我说:“因此,大众是不可能具有哲学心性的。” 正如柏拉图所言: “执杖者虽众,得悟巴克科斯者实寡。” 因为“被召的人多,选上的人少”;使徒亦说:“并非人人都有这等知识。” “且要祈求使我们脱离不合常理与邪恶之人,因为信道并非人人皆有。” 斯多亚派哲学家克莱安特斯的哲学诗篇亦大致同样写道: “切莫急于求智而汲汲于声名,亦莫惧大众盲目而无耻的议论。因为大众对正义与美好之物并无明达的判断,唯在少数人中你方可觅得此道。”
γνωμικώτερον δὲ ὁ κωμικὸς ἐν βραχεῖ· "αἰσχρὸν δὲ κρίνειν τὰ καλὰ τῷ πολλῷ ψόφῳ." ἀκηκόασι γάρ, οἶμαι, τῆς καλῆς ἐκείνης λεγούσης ἡμῖν σοφίας· εἰς μέσον ἀσυνέτων συντήρησον καιρόν, εἰς μέσον δὲ διανοουμένων ἐνδελέχιζε. καὶ πάλιν· σοφοὶ κρύψουσιν αἴσθησιν· ἐνέχυρον γὰρ τῆς ἀληθείας τὴν ἀπόδειξιν ἀπαιτοῦσιν οἱ πολλοὶ οὐκ ἀρκούμενοι ψιλῇ τῇ ἐκ πίστεως σωτηρίᾳ. "ἀλλὰ κακοῖς μὲν κάρτα πέλει κρατέουσιν ἀπιστεῖν· ὡς δὲ παρ’ ἡμετέρης κέλεται πιστώματα Μούσης, γνῶθι διατμηθέντος ἐνὶ σπλάγχνοισι λόγοιο." τοῖς μὲν γὰρ κακοῖς τοῦτο σύνηθες, φησὶν ὁ Ἐμπεδοκλῆς, τὸ ἐθέλειν κρατεῖν τῶν ἀληθῶν διὰ τοῦ ἀπιστεῖν. ὅτι δέ ἐστι τὰ ἡμέτερα ἔνδοξα καὶ πιστεύεσθαι ἄξια, γνώσονται Ἕλληνες τοῦ λόγου μᾶλλον ἐξεταζομένου διὰ τῶν ἑπομένων· τῷ γὰρ ὁμοίῳ τὸ ὅμοιον ἐκδιδασκόμεθα.3 ὅτι ἀποκρίνου φησὶν ὁ Σολομὼν τῷ μωρῷ ἐκ τῆς μωρίας αὐτοῦ. διὸ καὶ τοῖς τὴν σοφίαν αἰτοῦσι τὴν παρ’ αὐτοῖς ὀρεκτέον τὰ οἰκεῖα, ὡς ἂν ῥᾷστα διὰ τῶν ἰδίων εἰς πίστιν ἀληθείας εἰκότως ἀφίκοιντο· τοῖς γὰρ πᾶσι πάντα ἐγενόμην, λέγει, ἵνα τοὺς πάντας κερδήσω, ἐπεὶ καὶ τῆς θείας χάριτος ὁ ὑετὸς ἐπὶ δικαίους καὶ ἀδίκους καταπέμπεται· ἢ Ἰουδαίων μόνων ἐστὶν ὁ θεός; οὐχὶ καὶ ἐθνῶν; ναὶ καὶ ἐθνῶν, εἴπερ εἷς ὁ θεός, ὁ γενναῖος κέκραγεν ἀπόστολος.
而喜剧诗人则更为凝练地作警句道: “以众人的喧嚣来评判美好之事,实为可耻。” 因为我想,他们曾听闻那美好的智慧对我们说道:“在愚妄人中间当审时度势,在明理人中间则当坚持不懈。”又云:“智慧人隐藏知识”;因为众人索求论证作为真理的抵押,而不满足于单由信仰而得的纯粹救恩。 “然而恶人极易以不信实施掌控;但正如我们缪斯的信约所命,当言语在胸中剖析分明时,你当领悟。” 恩培多克勒说,恶人的习性便是企图通过不信来压制真理。但我们的教义是荣耀且配受坚信的,希腊人随着下文对道展开进一步的审察便会明白;因为我们是通过同类之物来被施教同类之事的。正如所罗门所说: “要照愚昧人的愚昧话回答他。” 因此,对那些寻求他们自身之智慧的人,必须向其提供他们所熟悉之物,以便他们能最顺理成章地通过自身的事物极其容易地达到对真理的信仰;因为他说:“向什么样的人,我就作什么样的人,为要得着一切的人”,因为上帝恩典的雨露亦降给义人,也降给不义的人。“难道上帝仅仅是犹太人的上帝吗?不也是外邦人的上帝吗?是的,也是外邦人的上帝,既然上帝只有一位”,那位高贵的使徒如此呼喊道。
- 5.3.16οὐδὲν δὲ πώποτε τῶν τοιούτων τοῖς ὀφθαλμοῖς εἴδομεν ἀλλ’ ἢ μόνῳ τῷ νῷ
短语 ἀλλ’ ἤ 表示强烈的排除(“除了……之外没有别的”),与前面的全盘否定 οὐδὲν πώποτε 相互呼应,构成鲜明对比:“从未用肉眼见过此类事物,而唯有用心灵得见”。
- 5.3.17ταύτῃ τοι καὶ αἱ τῶν φρονίμων παρθένων λαμπάδες αἱ νύκτωρ ἀνημμέναι ἐν πολλῷ τῆς ἀγνοίας σκότει, ἣν νύκτα ᾐνίξατο ἡ γραφή· φρόνιμοι ψυχαί, καθαραὶ ὡς παρθένοι, συνεῖσαι σφᾶς αὐτὰς ἐν ἀγνοίᾳ καθεστώσας κοσμικῇ, τὸ φῶς ἀνάπτουσι
句首的 ταύτῃ τοι καὶ αἱ ... λαμπάδες 仅给出了主格主语而缺乏直接的限定动词,构成了破格句(anacoluthon);随后该主语在语义上被转接入同位性的 φρόνιμοι ψυχαί(聪慧的灵魂),并由此统辖以 τὸ φῶς ἀνάπτουσι(点燃亮光)为首的一连串限定动词。
- 5.3.18τῷ γὰρ ὁμοίῳ τὸ ὅμοιον ἐκδιδασκόμεθα
动词 ἐκδιδασκόμεθα 是及物动词 ἐκδιδάσκω(教授)的被动态,保留了直接宾语宾格(τὸ ὅμοιον,“同类之物”),并带有表示手段或工具的与格(τῷ ὁμοίῳ,“借由同类之物”),构成“我们借由同类之物被施教同类之物”的被动句式。
