- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:5.2.14-5.2.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者援引柏拉图的多篇对话录(《克里托篇》《斐德罗篇》《会饮篇》《泰阿泰德篇》)、使徒保罗的话语以及恩培多克勒和巴门尼德的诗句,论述了希腊哲学中关于希望与爱的思想。
Περὶ μὲν οὖν πίστεως ἱκανὰ μαρτύρια τῶν παρ’ Ἕλλησι γραφῶν παρατεθείμεθα· ὡς δὲ μὴ ἐπὶ μήκιστον παρεξίωμεν καὶ περὶ τῆς ἐλπίδος καὶ τῆς ἀγάπης πλεῖστα φιλοτιμούμενοι συναγαγεῖν, ἀπόχρη μόνα ταῦτα εἰπεῖν, ὡς ἐν τῷ Κρίτωνι ὁ Σωκράτης, πρὸ τοῦ ζῆν τὸ εὖ ζῆν καὶ τεθνάναι τιθέμενος,1 ἐλπίδα τινὰ ἑτέρου βίου μετὰ τὴν τελευτὴν ἔχειν οἴεται. καὶ γὰρ καὶ ἐν τῷ Φαίδρῳ αὐτὴν καθ’ αὑτὴν γενομένην τὴν ψυχὴν λέγων μόνην δύνασθαι τῆς ἀληθινῆς σοφίας καὶ κρείττονος τῆς ἀνθρωπίνης δυνάμεως μεταλαβεῖν, ὅταν αὐτὴν ὁ ἐνθένδε ἔρως εἰς οὐρανὸν πτερώσῃ, διὰ τῆς φιλοσόφου ἀγάπης εἰς τὸ τῆς ἐλπίδος τέλος ἀφικομένην φησὶν2 ἄλλου βίου ἀιδίου ἀρχὴν λαμβάνειν.
关于信仰,我们已经从希腊人的著作中引述了充分的见证;但为了不至于因力图搜集尽可能多关于希望和爱的证据而陷入极长的偏题,仅说明以下这点便已足够:在《克里托篇》中,苏格拉底将美好地生活与赴死置于单纯活着之上,认为自己在死后拥有对另一生命的某种希望。 事实上在《斐德罗篇》中,当他谈到灵魂唯有在独处于自身时才能分享超越人之力量的真正智慧时,他说道,当地上的爱给灵魂赋予飞向天国的翅膀时,灵魂便通过哲学的爱到达希望的终点,获得了另一个永恒生命的开端。
ἐν δὲ τῷ Συμποσίῳ πᾶσι μὲν ἔρωτα φυσικὸν ἐγκεκρᾶσθαι λέγει τῆς τοῦ ὁμοίου γενέσεως, καὶ τοῖς μὲν ἀνθρώποις ἀνθρώπων μόνον, τῷ δὲ σπουδαίῳ τοῦ παραπλησίου. ἀδύνατον δ’ ἐστὶ τοῦτο ποιῆσαι τὸν σπουδαῖον μὴ ἔχοντα τελείους τὰς ἀρετάς, καθ’ ἃς παιδεύσει τοὺς προσιόντας νέους καί, ὡς ἐν Θεαιτήτῳ φησί, γεννήσει καὶ ἀνθρώπους ἀποτελέσει· κυεῖν γὰρ τοὺς μὲν κατὰ σῶμα, τοὺς δὲ κατὰ ψυχήν, ἐπεὶ καὶ παρὰ τοῖς βαρβάροις φιλοσόφοις τὸ κατηχῆσαί τε καὶ φωτίσαι ἀναγεννῆσαι λέγεται, καὶ ἐγὼ ὑμᾶς ἐγέννησα ἐν Χριστῷ Ἰησοῦ ὁ καλός που λέγει ἀπόστολος. ὁ δὲ Ἐμπεδοκλῆς ἐν ταῖς ἀρχαῖς καὶ φιλότητα συγκαταριθμεῖται, συγκριτικήν τινα ἀγάπην νοῶν, "ἣν σὺ νόῳ δέρκευ μηδ’ ὄμμασιν ἧσο τεθηπώς." ἀλλὰ καὶ Παρμενίδης ἐν τῷ αὐτοῦ ποιήματι περὶ τῆς Ἐλπίδος αἰνισσόμενος τὰ τοιαῦτα λέγει· "λεῦσσε δ’ ὅμως ἀπεόντα νόῳ παρεόντα βεβαίως· οὐ γὰρ ἀποτμήξει τὸ ἐὸν τοῦ ἐόντος ἔχεσθαι3 οὔτε σκιδνάμενον πάντῃ πάντως κατὰ κόσμον οὔτε συνιστάμενον·"
而在《会饮篇》中,他说所有人体内都渗透着繁衍同类的天然之爱,对于常人而言仅是生出人,而对于卓越之人而言则是生出与自己相类似的存在。然而,卓越之人若不拥有完满的美德,便不可能做到这一点;他将依据这些美德教育前来就学的青年,并如在《泰阿泰德篇》中所说的那样,生养他们并将他们造就为健全的人;因为有的人在肉体上怀胎,有的人则在灵魂中受孕,因为即使在异族哲学家那里,施教与启蒙亦被称为重生,正如“我在基督耶稣里生了你们”这位尊贵的使徒在某处所说的那样。恩培多克勒也在始基中列入了“友爱”,将其视为某种聚合性的爱: “你当用心灵去凝视她,莫要睁大双眼呆坐。” 不仅如此,巴门尼德在他的诗篇中暗指“希望”时也如此说道: “但你当用心灵坚定地注视虽不在场却宛如在场的事物;因为这绝不会斩断‘存在’对‘存在’的紧密依系,它既不会在宇宙中以任何方式彻底四散,也不会聚拢在一起。”
- 5.2.14πρὸ τοῦ ζῆν τὸ εὖ ζῆν καὶ τεθνάναι τιθέμενος
介词 πρό(优先于、置于……之前)支配冠词引导的不定式 τοῦ ζῆν,而中动分词 τιθέμενος(看重、置于首位)的直接宾语是宾格短语 τὸ εὖ ζῆν καὶ τεθνάναι(美好地生活与赴死)。该结构表达了将“美好生活与赴死”置于“单纯活命(τὸ ζῆν)”之上的价值取向。
- 5.2.14καὶ γὰρ καὶ ἐν τῷ Φαίδρῳ αὐτὴν καθ’ αὑτὴν γενομένην τὴν ψυχὴν λέγων μόνην δύνασθαι... φησίν
全句骨干为:修饰苏格拉底的分词 λέγων 支配一个宾格不定式结构(αὐτὴν καθ’ αὑτὴν γενομένην τὴν ψυχὴν... δύνασθαι),随后的时间状语从句(ὅταν... πτερώσῃ)插入其间,最后由主动词 φησίν 支配第二个宾格不定式结构(省略的[τὴν ψυχήν]... ἀρχὴν λαμβάνειν)。后一不定式的宾格逻辑主语虽未明言,但由同修饰的宾格阴性单数分词 ἀφικομένην 清楚显示其承前指代 τὴν ψυχήν。
- 5.2.15οὐ γὰρ ἀποτμήξει τὸ ἐὸν τοῦ ἐόντος ἔχεσθαι
此处引自巴门尼德残篇(DK 28 B 4)。及物动词 ἀποτμήξει(切断、阻隔)的主语在语境中可理解为“心灵(νόος)”或未指明的隐含主语;宾格 τὸ ἐόν(存在者)为直接宾语,随后接附带分离属格的不定式短语 τοῦ ἐόντος ἔχεσθαι(紧附于存在者),意即“[心灵]绝不能斩断存在对存在的紧密粘连”。
