← 亚历山太的革利免

杂记

§5.1.10-5.1.13

希腊哲学借用预言与纯正信仰的探求

克莱门特论述了希腊哲学中真理与谬误的交织源于对先知预言的借鉴与误解,主张信仰不应停滞而当伴随摒弃争竞的探求,并将纯正寻求神的态度比作孩童的顺从与神殿铭文的洁净。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.1.10

Παρεστήσαμεν δ’ ἐν τῷ πρώτῳ Στρωματεῖ κλέπτας λέγεσθαι τοὺς τῶν Ἑλλήνων φιλοσόφους, παρὰ Μωυσέως καὶ τῶν προφητῶν τὰ κυριώτατα τῶν δογμάτων οὐκ εὐχαρίστως εἰληφότας. οἷς δὴ κἀκεῖνα προσθήσομεν, ὡς οἱ ἄγγελοι ἐκεῖνοι οἱ τὸν ἄνω κλῆρον εἰληχότες κατολισθήσαντες εἰς ἡδονὰς ἐξεῖπον τὰ ἀπόρρητα ταῖς γυναιξίν, ὅσα γε εἰς γνῶσιν αὐτῶν ἀφῖκτο, κρυπτόντων τῶν ἄλλων ἀγγέλων, μᾶλλον δὲ τηρούντων εἰς τὴν τοῦ κυρίου παρουσίαν. ἐκεῖθεν ἡ τῆς προνοίας διδασκαλία ἐρρύη καὶ ἡ τῶν μετεώρων ἀποκάλυψις. τῆς προφητείας δὲ ἤδη εἰς τοὺς τῶν Ἑλλήνων ποιητὰς διαδοθείσης ἡ δογματικὴ πραγματεία τοῖς φιλοσόφοις πῇ μὲν ἀληθὴς κατὰ στοχασμὸν ἐπιβαλλομένοις, πῇ δὲ πεπλανημένη τὸ ἐπικεκρυμμένον τῆς προφητικῆς ἀλληγορίας μὴ συνιέντων γέγονεν,1 ὃ καὶ παρασημήνασθαι πρόκειται διὰ βραχέων ἐπιδραμοῦσι τὰ κατεπείγοντα.

我们在《杂记》第一卷中已经指出,希腊哲学家被称为盗贼,因为他们从摩西和先知们那里领受了最重要的教义,却不存感恩之心。对此我们还要补充的是:那些领受了天上分额的堕落天使,因沉溺于享乐,便向妇人们泄露了机密——至少是达到他们所知的那些,而其他天使则将其隐匿,或者说留待主的显现。关于天意的学说以及对天体现象的揭示正是由此流出。当预言已经流传给希腊的诗人们时,哲学家们对教条的探究,在他们凭推测去领会的一面是真实的,在他们不理解先知寓言隐藏之义的一面则是谬误的;在粗略浏览了紧要问题之后,这也正是我们接下来要简要注记的内容。

§5.1.11

Τὴν πίστιν τοίνυν οὐκ ἀργὴν καὶ μόνην, ἀλλὰ σὺν ζητήσει δεῖν προβαίνειν φαμέν. οὐ γὰρ τοῦτο λέγω μηδ’ ὅλως ζητεῖν· ζήτει γάρ, καὶ εὑρήσεις λέγει. "τὸ δὲ ζητούμενον ἁλωτόν, ἐκφεύγει δὲ τἀμελούμενον, "κατὰ τὸν Σοφοκλέα. τὰ δ’ ὅμοια καὶ Μένανδρος ὁ κωμικὸς λέγει· "πάντα τὰ ζητούμενα δεῖσθαι μερίμνης φασὶν οἱ σοφώτατοι." ἀλλὰ τὸ μὲν διορατικὸν τῆς ψυχῆς ἀποτείνειν πρὸς τὴν εὕρεσιν χρὴ καὶ τὰ ἐμποδὼν διακαθαίρειν φιλονικίαν τε αὖ καὶ φθόνον καὶ τὴν ἔριν αὐτὴν τὴν κάκιστα ἐξ ἀνθρώπων ὀλουμένην ἀπορρῖψαι τέλεον. παγκάλως γὰρ ὁ Φλειάσιος Τίμων γράφει· "φοιτᾷ δὲ βροτολοιγὸς Ἔρις κενεὸν λελακυῖα, Νείκης ἀνδροφόνοιο κασιγνήτη καὶ ἔριθος· ἥ τ’ ἀλαὴ περὶ πάντα κυλίνδεται, αὐτὰρ ἔπειτα ἐς βροτοῦ ἐστήριξε κάρη καὶ ἐς ἐλπίδα βάλλει." ἔπειτα ὀλίγον ὑποβὰς ἐπιφέρει· "τίς γὰρ τούσδ’ ὀλοῇ ἔριδι ξυνέηκε μάχεσθαι; Ἠχοῦς σύνδρομος ὄχλος· ὃ γὰρ σιγῶσι χολωθεὶς νοῦσον ἐπ’ ἀνέρας ὦρσε λάλην, ὀλέκοντο δὲ πολλοὶ "περὶ ψευδαποφάσκοντος λόγου καὶ κερατίνου διαλεληθότος τε αὖ καὶ κροκοδειλίνου σωρίτου τε ἔτι καὶ ἐγκεκαλυμμένου περί τε ἀμφιβολιῶν καὶ σοφισμάτων.

因此,我们主张信仰不应怠惰而孤立,而应伴随着探求而前行。因为我并非说绝不要探求,因为经上说:“寻找,就寻见。” “被寻找之物是可以捉住的,而被忽视之物则会逃逸,”正如索福克勒斯所言。喜剧诗人米南德也说过类似的话: “最智慧的人说,凡所探求之物皆需要劳心。” 然而,应当将心灵的洞察力专注于发现,扫清障碍,消除好胜心与嫉妒,并将那在人间最为可鄙地毁灭的争竞本身彻底抛弃。因为弗利乌斯的蒂蒙极其优美地写道: “灭绝凡人的‘纷争’虚声喧嚣地徘徊,她是杀人的‘争斗’的姐妹与同谋;她盲目地在万物周围盘旋,随后立于凡人的头顶,将他抛入指望之中。” 随后他稍降数行,又补充道: “究竟是谁使他们聚集在毁灭性的纷争中交战?乃是‘回声’的趋从之众;因为他们向沉默者发怒,在人世间激起了饶舌的疫病,以致许多人丧生”——为了虚妄否定命题、带角诡辩、潜伏诡辩、鳄鱼诡辩、堆垛诡辩、蒙面诡辩,以及关于双关歧义和智者把戏而毁灭。

§5.1.12

Τὸ δὲ ἄρα ζητεῖν περὶ θεοῦ, ἂν μὴ εἰς ἔριν, ἀλλὰ εἰς εὕρεσιν τείνῃ, σωτήριόν ἐστι. γέγραπται γὰρ ἐν τῷ Δαβίδ· φάγονται πένητες καὶ ἐμπλησθήσονται καὶ αἰνέσουσι κύριον οἱ ἐκζητοῦντες αὐτόν· ζήσεται ἡ καρδία αὐτῶν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. οἱ γὰρ ζητοῦντες κατὰ τὴν ζήτησιν τὴν ἀληθῆ αἰνοῦντες κύριον ἐμπλησθήσονται τῆς δόσεως τῆς παρὰ τοῦ θεοῦ, τουτέστι τῆς γνώσεως, καὶ ζήσεται ἡ ψυχὴ αὐτῶν· καρδία γὰρ ἡ ψυχὴ ἀλληγορεῖται ἡ τὴν ζωὴν χορηγήσασα, ὅτι δἰ υἱοῦ ὁ πατὴρ γνωρίζεται. οὐδὲ μὴν πᾶσιν ἀνέδην τοῖς λέγουσί τε καὶ γράφουσιν ἔκδοτα τὰ ὦτα παρέχειν χρή, ἐπεὶ καὶ αἱ κύλικες πρὸς πολλῶν λαμβανόμεναι τῶν ὤτων καταρυπανθεῖσαι ἀποβάλλουσι μὲν τὰ ὦτα, πρὸς δὲ τούτοις ἀποπίπτουσαι κατάγνυνται καὶ αὐταί. τὸν αὐτὸν γὰρ τρόπον καὶ οἱ ταῖς πολλαῖς φλυαρίαις καταρυπάναντες τὴν ἁγνὴν τῆς πίστεως ἀκοὴν τέλος ἤδη ἐκκωφούμενοι πρὸς τὴν ἀλήθειαν ἀχρεῖοί τε γίγνονται καὶ εἰς γῆν ἀποπίπτουσιν.

然而,若关于神的探求不是指向争端,而是指向发现,便具有拯救的功效。因为在大卫的篇章中写着: “谦卑人必吃得饱足,寻求耶和华的人必赞美他;他们的心必永远活着。” 因为那些按照真正的探求赞美主而寻求的人,必充满从神而来的恩赐,也就是知识,并且他们的灵魂必活着;因为灵魂作为赐予生命者被寓意为“心”,因为父乃是借着子被认识。绝不应当毫无节制地把耳朵交托给所有言说与著述之人;因为杯皿若被众人抓着把手(耳朵),就会被玷污而失去把手,此外跌落下来,杯皿自身也会破碎。因为同样地,那些因无数的虚妄之谈玷污了信仰的纯洁听觉之人,最终在真理面前变得耳聋,沦为无用之物而跌落于地。

§5.1.13

οὔκουν εἰκῇ τοῖς παιδίοις παρακελευόμεθα τῶν ὤτων λαμβανομένοις2 φιλεῖν τοὺς προσήκοντας, τοῦτο δήπου αἰνιττόμενοι δἰ ἀκοῆς ἐγγίγνεσθαι τῆς ἀγάπης τὴν συναίσθησιν, ἀγάπη δὲ ὁ θεὸς ὁ τοῖς ἀγαπῶσι γνωστός, ὡς πιστὸς ὁ θεὸς ὁ τοῖς πιστοῖς παραδιδόμενος διὰ τῆς μαθήσεως. καὶ χρὴ ἐξοικειοῦσθαι ἡμᾶς αὐτῷ δἰ ἀγάπης τῆς θείας, ἵνα δὴ τὸ ὅμοιον τῷ ὁμοίῳ θεωρῶμεν, κατακούοντες τοῦ λόγου τῆς ἀληθείας ἀδόλως καὶ καθαρῶς δίκην τῶν πειθομένων ἡμῖν παίδων. καὶ τοῦτο ἦν ὃ ᾐνίξατο ὅστις ἄρα ἦν ἐκεῖνος ὁ ἐπιγράψας τῇ εἰσόδῳ τοῦ ἐν Ἐπιδαύρῳ νεώ· "ἁγνὸν χρὴ νηοῖο θυώδεος ἐντὸς ἰόντα ἔμμεναι· ἁγνείη δ’ ἐστὶ φρονεῖν ὅσια." κἂν μὴ γένησθε ὡς τὰ παιδία ταῦτα, οὐκ εἰσελεύσεσθε, φησίν, εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ἐνταῦθα γὰρ ὁ νεὼς τοῦ θεοῦ, τρισὶν ἡδρασμένος θεμελίοις, πίστει, ἐλπίδι, ἀγάπῃ, φαίνεται.

因此,我们吩咐孩童抓着耳朵亲吻亲人并非没有缘由,这无疑是在暗指:爱的共鸣乃是借由听觉产生的;“神就是爱”,他被爱他的人所认识,正如“神是信实的”,他借着教习传授给信他的人。我们必须借着属神的爱使自己与他相契合,以便我们以同类观照同类,毫无诡诈且纯洁地顺服真理的道,正如服从我们的孩童一般。无论那位在埃皮达鲁斯神殿入口处题字的人是谁,这也正是他所暗指的: “凡进入芬芳神殿内部的人,必须洁净;洁净便是怀抱虔圣的心思。” 主说:“你们若不变成像这些小孩子,断不得进天国。”因为在那里,神的神殿显现出来,奠基于信、望、爱这三大基石之上。

语法注2 条
  1. 5.1.10πῇ μὲν ἀληθὴς κατὰ στοχασμὸν ἐπιβαλλομένοις, πῇ δὲ πεπλανημένη τὸ ἐπικεκρυμμένον τῆς προφητικῆς ἀλληγορίας μὴ συνιέντων γέγονεν

    在由 πῇ μέν... πῇ δέ... 引导的平行对照结构中出现了变格(语法失调)。前半句中,分词 ἐπιβαλλομένοις 采用与主节动词 γέγονεν 所支配的 τοῖς φιλοσόφοις 一致的与格;而在后半句中,并未承接与格分词(μὴ συνιεῖσιν),而是转用了独立属格结构 μὴ συνιέντων 来表原因(“由于他们不理解”)。

  2. 5.1.13τῶν ὤτων λαμβανομένοις

    中动分词 λαμβανομένοις 支配部分属格 τῶν ὤτων,在与格上与逻辑主语 παιδίοις 一致。此句指古代希腊的一种亲吻习俗(即抓住双耳亲吻,又称“提耳吻”χύτρα),作者借此双关杯子的“双耳(把柄)”与人耳的听觉。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:5.1.10-5.1.13