- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:5.13.98-5.13.100
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
革利免引用柏拉图《理想国》的金属神话和《泰阿泰德篇》中哲学家的形象来阐明基督徒卓越的生活,并进一步论证希腊诗人和哲学家关于创世、人由泥土所造以及神之全能的论述皆源自摩西与旧约圣经。
Καὶ τὰ μὲν τῇδε ἐχέτω· ἀδελφοὺς δὲ εἶναι ἡμᾶς, ὡς ἂν τοῦ ἑνὸς θεοῦ ὄντας καὶ ἑνὸς διδασκάλου,1 φαίνεταί που καὶ Πλάτων καλῶν ὧδέ πως· ἐστὲ μὲν γὰρ πάντες οἱ ἐν τῇ πόλει ἀδελφοί, ὡς φήσομεν πρὸς αὐτοὺς μυθολογοῦντες, ἀλλ’ ὁ θεὸς πλάττων, ὅσοι μὲν ὑμῶν ἱκανοὶ ἄρχειν, χρυσὸν ἐν τῇ γενέσει συνέμιξεν αὐτοῖς, διὸ τιμιώτατοί εἰσιν· ὅσοι δὲ ἐπίκουροι, ἄργυρον· σίδηρον δὲ καὶ χαλκὸν τοῖς γεωργοῖς καὶ τοῖς ἄλλοις δημιουργοῖς. ὅθεν ἀνάγκη φησὶ ἀσπάζεσθαί τε καὶ φιλεῖν τούτους μὲν ταῦτα ἐφ’ οἷς γνῶσις, ἐκείνους δὲ ἐφ’ οἷς δόξα. ἴσως γὰρ τὴν ἐκλεκτὴν ταύτην φύσιν γνώσεως ἐφιεμένην μαντεύεται, εἰ μή τι τρεῖς τινας ὑποτιθέμενος φύσεις, τρεῖς πολιτείας, ὡς ὑπέλαβόν τινες, διαγράφει, καὶ Ἰουδαίων μὲν ἀργυρᾶν, Ἑλλήνων δὲ τὴν τρίτην, Χριστιανῶν δέ, ᾗ ὁ χρυσὸς ὁ βασιλικὸς ἐγκαταμέμικται, τὸ ἅγιον πνεῦμα·2 τόν τε Χριστιανῶν βίον ἐμφαίνων κατὰ λέξιν γράφει ἐν τῷ Θεαιτήτῳ· λέγωμεν δὴ περὶ τῶν κορυφαίων. τί γὰρ ἄν τις τούς γε φαύλως διατρίβοντας ἐν φιλοσοφίᾳ λέγοι; οὗτοι δέ που οὔτε εἰς ἀγορὰν ἴσασι τὴν ὁδὸν οὔτε ὅπου δικαστήριον ἢ βουλευτήριον ἤ τι κοινὸν ἄλλο τῆς πόλεως συνέδριον, νόμους δὲ καὶ ψηφίσματα γεγραμμένα οὔτε ὁρῶσιν οὔτε ἀκούουσιν. σπουδαὶ δὲ ἑταιριῶν καὶ σύνοδοι καὶ οἱ σὺν αὐλητρίσι κῶμοι οὐδὲ ὄναρ πράττειν προσίσταται αὐτοῖς. εὖ δὲ ἢ κακῶς τις γέγονεν ἐν πόλει ἢ τί τῳ κακόν ἐστι γεγονὸς ἐκ προγόνων, μᾶλλον αὐτοὺς λέληθεν ἢ οἱ τῆς θαλάσσης λεγόμενοι χόες. καὶ ταῦτ’ οὐδ’ ὅτι οὐκ οἶδεν, οἶδεν, ἀλλὰ τῷ ὄντι τὸ σῶμα κεῖται αὐτοῦ καὶ ἐπιδημεῖ, αὐτὸς δὲ πέταται, κατὰ Πίνδαρον, τὰς τε γᾶς ὑπένερθεν οὐρανοῦ τε ὕπερ ἀστρονομῶν3 καὶ πᾶσαν πάντῃ φύσιν ἐρευνώμενος.
关于这些事情就谈到这里。然而,作为同属一位神和一位导师之人,我们彼此是弟兄,柏拉图似乎在某处也作了类似的称呼,言道:“因为城邦中的你们所有人确实皆为弟兄,正如我们在向他们讲述神话时所说的那样;但神在塑造时,在你们当中凡足以实施统治的人身上,于其诞生之际掺入了黄金,因此他们最为尊贵;凡作为辅助者的人,则掺入了白银;而在农夫和其他手艺人身上,掺入了铁和青铜。”由此他说,“前者必然倾心并喜爱那些依托真知的事物,而后者则喜爱那些依托意见的事物。”因为,倘若不是如某些人所推测的那样,他设定了三种本性并由此描摹了三种政体——将犹太人归为白银,将希腊人归为第三种,而将基督徒归为那掺入了王室黄金即圣灵的政体——那么他或许正是在预先洞察这种追求真知的获选本性。他在《泰阿泰德篇》中逐字写道,正显明了基督徒的生活:“那么我们就来谈谈那些领袖人物吧。因为何必去谈论那些在哲学中虚度光阴之人呢?这些人大概既不知去往广场的路,也不知法庭、议事厅或城邦其他任何公共集会场所在哪里;对于成文的法律与法令,他们既看不见也听不到。党派的狂热、集会以及伴有笛女的狂饮,他们连在梦中都不曾起意去参与。在城邦中某人门第是尊是卑,或者某人有何祖传的劣迹,对他们而言,甚至比海里能装多少升水更不为人所知。而且对于自己不知这些事,他甚至毫不知情;实际上,仅仅是他的肉体留在并居住在那里,而他自己,正如品达所说,飞翔于大地之下与苍穹之上,仰观天象,在一切处探究一切本性。”
Πάλιν αὖ τῷ τοῦ κυρίου ῥητῷ ἔστω ὑμῶν τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ, ἐκεῖνο ἀπεικαστέον· ἀλλά μοι ψεῦδός τε συγχωρῆσαι καὶ ἀληθὲς ἀφανίσαι οὐδαμῶς θέμις· τῇ τε περὶ τοῦ ὀμόσαι ἀπαγορεύσει συνᾴδει ἥδε ἡ ἐν τῷ δεκάτῳ τῶν Νόμων λέξις· ἔπαινος δὲ ὅρκος τε περὶ παντὸς ἀπέστω. καὶ τὸ σύνολον Πυθαγόρας καὶ Σωκράτης καὶ Πλάτων, λέγοντες ἀκούειν φωνῆς θεοῦ, τὴν κατασκευὴν τῶν ὅλων θεωροῦντες ἀκριβῶς ὑπὸ θεοῦ γεγονυῖαν καὶ συνεχομένην ἀδιαλείπτως, ἀκηκόασι τοῦ Μωυσέως λέγοντος ›εἶπεν, καὶ ἐγένετο‹, τὸν λόγον τοῦ θεοῦ ἔργον εἶναι διαγράφοντος. Ἐπί τε τῆς τοῦ ἀνθρώπου ἐκ χοὸς διαπλάσεως ἱστάμενοι γήινον μὲν οἱ φιλόσοφοι παρ’ ἕκαστα τὸ σῶμα ἀναγορεύουσιν· Ὅμηρος δὲ οὐκ ὀκνεῖ ἐν κατάρας μέρει θέσθαι τό· "ἀλλ’ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε, "καθάπερ Ἡσαΐας, καὶ καταπατήσατε αὐτοὺς λέγων ὡς πηλόν.
此外,对照主的那句话“你们的话,是就说是,不是就说不是”,应当比照那句话:“然而对我而言,赞同虚谎而隐没真理,绝不合乎法度。”而在《法律篇》第十卷中的这番话,也正与关于起誓的禁令相契合:“关于万事,当远避称赞与起誓。” 总而言之,毕达哥拉斯、苏格拉底与柏拉图自称聆听神的声音,他们观察到万物的构造确实是由神造出并不断得以维系,乃是听见了摩西所言“祂说有,就有”,将神的道(罗各斯)描绘为实际的作为。 在谈及人由泥土塑造而成这一点上,哲学家们亦屡屡宣称肉体是属地的。荷马也毫不迟疑地将那句话置于诅咒之中:“愿你们所有人都化作水与土”,正如以赛亚所言“践踏他们如同泥土”。
Καλλίμαχος δὲ διαρρήδην γράφει· "ἦν κεῖνος οὑνιαυτός, ᾧ τό τε πτηνὸν καὶ τοὐν θαλάσσῃ καὶ τὸ τετράπουν οὕτως ἐφθέγγετο ὡς ὁ πηλὸς ὁ Προμήθειος." πάλιν τε αὖ ὁ αὐτός τε "εἴ σε (ἔφη) Προμηθεὺς ἔπλασε καὶ πηλοῦ μὴ ἐξ ἑτέρου γέγονας, " Ἡσίοδός τε ἐπὶ τῆς Πανδώρας λέγει· "Ἥφαιστον δ’ ἐκέλευσε περικλυτὸν ὅττι τάχιστα γαῖαν ὕδει φύρειν, ἐν δ’ ἀνθρώπου θέμεν αὐδὴν καὶ νόον." Πῦρ μὲν οὖν τεχνικὸν ὁδῷ βαδίζον εἰς γένεσιν τὴν φύσιν ὁρίζονται οἱ Στωϊκοί· πῦρ δὲ καὶ φῶς ἀλληγορεῖται ὁ θεὸς καὶ ὁ λόγος αὐτοῦ πρὸς τῆς γραφῆς. Τί δ’; οὐχὶ καὶ Ὅμηρος, παραφράζων τὸν χωρισμὸν τοῦ ὕδατος ἀπὸ τῆς γῆς καὶ τὴν ἀποκάλυψιν τὴν ἐμφανῆ τῆς ξηρᾶς, ἐπί τε τῆς Τηθύος καὶ τοῦ Ὠκεανοῦ λέγει· "ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται εὐνῆς καὶ φιλότητος." Πάλιν τὸ δυνατὸν ἐν πᾶσι προσάπτουσι καὶ οἱ παρ’ Ἕλλησι λογιώτατοι τῷ θεῷ, ὁ μὲν Ἐπίχαρμος (Πυθαγόρειος δὲ ἦν) λέγων· "οὐδὲν ἐκφεύγει τὸ θεῖον· τοῦτο γιγνώσκειν σε δεῖ, αὐτός ἐσθ’ ἁμῶν ἐπόπτης, ἀδυνατεῖ δὲ οὐδὲν θεός,"
卡利马科斯亦明确写道:“那是这样的一年,飞禽、海族与四足兽的言语,皆如普罗米修斯所造之泥人一般。”同一位作者又说:“他说:如果真是普罗米修斯塑造了你,且你不是出自别的泥土。”赫西俄德在谈及潘多拉时亦说道:“他吩咐闻名的赫淮斯托斯尽快用水调和泥土,并在其中注入人的声音和心智。” 斯多亚派将自然定义为循序渐进走向生成的技艺之火;而圣经亦将神与其道(罗各斯)寓意为火与光。 又如何呢?荷马在转述水与大地的分离以及旱地的清晰显露时,岂不也在谈及忒梯斯与俄刻阿诺斯时说道:“因为他们已长久远离彼此的床榻与情爱”? 希腊人中最博学之士同样将凡事全能归于神,毕达哥拉斯学派的埃庇卡摩斯便说道:“无物能逃过神圣者;这一点你应当晓得:祂亲自监察我们,而神无所不能。”
- 5.13.98ὡς ἂν τοῦ ἑνὸς θεοῦ ὄντας καὶ ἑνὸς διδασκάλου
此处 ὡς ἄν 与宾格分词 ὄντας(与 ἡμᾶς 一致)连用,表示假定或认定的理由(“作为属于……”)。在后古典希腊语中,ὡς ἄν 接分词常作为一种习惯用法来强调原因或视角,而无需后接虚拟式动词。
- 5.13.98ᾗ ὁ χρυσὸς ὁ βασιλικὸς ἐγκαταμέμικται, τὸ ἅγιον πνεῦμα
该从句由关系词 ᾗ(可视为关系副词“在其中”,或指代前文承前省略的先行词 πολιτεία 的阴性与格形式)引导。句末的 τὸ ἅγιον πνεῦμα 与句中主语 ὁ χρυσὸς ὁ βασιλικὸς 构成同位语,直接给出了这一意象的寓意解释。
- 5.13.98τὰς τε γᾶς ὑπένερθεν οὐρανοῦ τε ὕπερ ἀστρονομῶν
此处系经由柏拉图《泰阿泰德篇》173e 引用的品达残篇。τὰς 为多立斯方言形式(相当于中性复数宾格 τὰ,指代“诸境/万象”),受分词 ἀστρονομῶν 及后文的 ἐρευνώμενος 支配。后置介词 ὑπένερθεν 与 ὕπερ 围绕 γᾶς 和 οὐρανοῦ 构成了交错配列倒装。
