- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:5.13.95-5.13.97
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
革利免论述了斯多亚派和柏拉图关于至善、同化于神以及德性自足等伦理信条皆源于摩西律法,并借助泰勒斯的言论与犹太学者亚里斯多布的著述来证明希腊哲学的希伯来渊源。
ἐντεῦθεν οἱ μὲν Στωϊκοὶ τὸ τέλος τῆς φιλοσοφίας τὸ ἀκολούθως τῇ φύσει ζῆν εἰρήκασι, Πλάτων δὲ ὁμοίωσιν θεῷ (ὡς ἐν τῷ δευτέρῳ παρεστήσαμεν Στρωματεῖ)· Ζήνων δὲ ὁ Στωϊκὸς παρὰ Πλάτωνος λαβών, ὃ δὲ ἀπὸ τῆς βαρβάρου φιλοσοφίας,1 τοὺς ἀγαθοὺς πάντας ἀλλήλων εἶναι φίλους λέγει. φησὶ γὰρ ἐν τῷ Φαίδρῳ Σωκράτης ὡς οὐχ εἵμαρται κακὸν κακῷ φίλον εἶναι οὐδ’ ἀγαθὸν ἀγαθῷ μὴ φίλον, ὅπερ κἀν τῷ Λύσιδι ἀπέδειξεν ἱκανῶς, ὡς ἐν ἀδικίᾳ καὶ πονηρίᾳ οὐκ ἄν ποτε σωθείη φιλία. καὶ ὁ Ἀθηναῖος ξένος ὁμοίως φησὶ πρᾶξιν εἶναι φίλην καὶ ἀκόλουθον θεῷ καὶ ἕνα λόγον ἔχουσαν ἀρχαῖον, ὅταν τὸ μὲν ὅμοιον τῷ ὁμοίῳ μετρίῳ ὄντι φίλον ᾖ, τὰ δὲ ἄμετρα οὔτε τοῖς ἀμέτροις οὔτε τοῖς ἐμμέτροις.
由此,斯多亚派主张哲学的终极目的在于顺应自然而生活,而柏拉图则主张同化于神(正如我们在《杂记》第二卷中所证明的那样);斯多亚派的芝诺从柏拉图那里承袭,而柏拉图又从蛮族哲学那里承袭,认为所有善人彼此皆为朋友。因为苏格拉底在《斐德罗篇》中说,恶人与恶人为友、善人不与善人为友,绝非命定之理;关于这一点他在《吕西斯篇》中也作了充分的证明,指出在不义与邪恶之中绝不可能保全友谊。雅典异乡人同样说道,行为若要蒙神悦纳、顺从于神并符合一条古老的道理,乃在于同类之物对于适度的同类之物是友好的,而无度之物则既不与无度之物友好,亦不与有度之物友好。
ὁ δὲ θεὸς ἡμῖν πάντων χρημάτων μέτρον ἂν εἴη. εἶτα ὑποβὰς ἐπάγει πάλιν· πᾶς γὰρ δὴ ἀγαθὸς ἀγαθῷ ὅμοιος, κατὰ τοῦτο δὲ καὶ θεῷ ἐοικὼς ἀγαθῷ τε παντὶ φίλος ὑπάρχει καὶ θεῷ. ἐνταῦθα γενόμενος κἀκείνου ἀνεμνήσθην· ἐπὶ τέλει γὰρ τοῦ Τιμαίου λέγει τῷ κατανοουμένῳ τὸ κατανοοῦν ἐξομοιῶσαι δεῖν κατὰ τὴν ἀρχαίαν φύσιν, ὁμοιώσαντα δὲ τέλος ἔχειν2 τοῦ προτεθέντος ἀνθρώπῳ ὑπὸ θεῶν ἀρίστου βίου πρός τε τὸν παρόντα καὶ τὸν ἔπειτα χρόνον. ἴσον γὰρ τούτοις ἐκεῖνα δύναται· οὐ παύσεται ὁ ζητῶν, ἕως ἂν εὕρῃ· εὑρὼν δὲ θαμβηθήσεται, θαμβηθεὶς δὲ βασιλεύσει, βασιλεύσας δὲ ἐπαναπαήσεται. Τί δ’; οὐχὶ κἀκεῖνα τοῦ Θάλητος ἐκ τῶνδε ἤρτηται; τὸ εἰς τοὺς αἰῶνας τῶν αἰώνων δοξάζεσθαι τὸν θεὸν καὶ τὸ καρδιογνώστην λέγεσθαι πρὸς ἡμῶν ἄντικρυς ἑρμηνεύει. ἐρωτηθεὶς γέ τοι ὁ Θάλης, τί ἐστι τὸ θεῖον, τὸ μήτε ἀρχήν, ἔφη, μήτε τέλος ἔχον. πυθομένου δὲ ἑτέρου, εἰ λανθάνει τὸ θεῖον πράσσων τι ἄνθρωπος, καὶ πῶς, εἶπεν, ὅς γε οὐδὲ διανοούμενος;3 Ναὶ μὴν μόνον τὸ καλὸν ἀγαθὸν οἶδεν ἡ βάρβαρος φιλοσοφία καὶ τὴν ἀρετὴν αὐτάρκη πρὸς εὐδαιμονίαν, ὁπηνίκα ἂν εἴπῃ· ἰδού, δέδωκα πρὸ ὀφθαλμῶν σου τὸ ἀγαθὸν καὶ τὸ κακόν, τὴν ζωὴν καὶ τὸν θάνατον· ἔκλεξαι τὴν ζωήν. τὸ μὲν γὰρ ἀγαθὸν ζωὴν καλεῖ καὶ καλὸν τὴν τούτου ἐκλογήν, κακὸν δὲ τὴν τοῦ ἐναντίου αἵρεσιν. ἀγαθοῦ δὲ καὶ ζωῆς ἓν τέλος τὸ φιλόθεον γενέσθαι· αὕτη γὰρ ἡ ζωή σου καὶ τὸ πολυήμερον, ἀγαπᾶν τὸ πρὸς ἀλήθειαν.
“而神在我们看来应当是万物的尺度。”随后他往下又接着说:“因为凡善人必与善人相似,在此意义上也与神相似,因而他既是每一个善人的朋友,也是神的朋友。” 行文至此,我也想起了那句话;因为他在《蒂迈欧篇》末尾说,人应当照着原初的本性,使能认识的主体同化于被认识的对象,并在同化之后,不论是就今生而言还是就来世而言,皆得着诸神为人类所设定的至善生活的终极圆满。 因为那句话与这些话具有同等的力量:“寻找的人不会停止,直到寻见;寻见时他必惊异,惊异时他必掌权,掌权时他必得安息。” 又如何呢?泰勒斯的那番话不也是依附于此吗?他直截了当地阐明了神得荣耀直到世世代代,以及祂被我们称为“知心者”。泰勒斯在被问及何为神圣时,回答说:“既无起点亦无终点者。”另一个人问他,人若有所行动,是否能瞒过神圣者,他说:“连心存意念都无法瞒过,又怎能瞒过呢?” 再者,蛮族哲学深知唯有高尚美善之物才是善,且德性对于幸福是自足的,每当它说:“看哪,我将善与恶、生与死摆在你眼前,你要拣选生命。”因为它将善称为生命,将拣选这善称为美善,而将拣选相反之物称为恶。善与生命的唯一目的在于成为爱神之人:“因为这就是你的生命,你的日子得以长久”,即爱那关乎真理之事。
Σαφέστερον δὲ ἐκεῖνα ἔχει. ὁ γὰρ σωτήρ, ἀγαπᾶν παραγγείλας τὸν θεὸν καὶ τὸν πλησίον, ἐν ταύταις φησὶ ταῖς δυσὶν ἐντολαῖς ὅλον τὸν νόμον καὶ τοὺς προφήτας κρέμασθαι. ταῦτα θρυλοῦσιν οἱ Στωϊκοὶ τὰ δόγματα καὶ πρὸ τούτων ὁ Σωκράτης ἐν Φαίδρῳ εὐχόμενος· ὦ Πάν τε καὶ ἄλλοι θεοί, δοίητέ μοι τἄνδον εἶναι καλῷ. ἐν δὲ τῷ Θεαιτήτῳ διαρρήδην φησίν· ὁ γὰρ καλῶς λέγων καλός τε κἀγαθός. κἀν τῷ Πρωταγόρᾳ καλλίονι Ἀλκιβιάδου ἐντυχεῖν ὁμολογεῖ τοῖς ἑταίροις, εἴ γε τὸ σοφώτατον κάλλιστόν ἐστιν· τὴν γὰρ ἀρετὴν τὸ κάλλος τῆς ψυχῆς ἔφη εἶναι, κατὰ δὲ τὸ ἐναντίον τὴν κακίαν αἶσχος ψυχῆς. Ἀντίπατρος μὲν οὖν ὁ Στωϊκός, τρία συγγραψάμενος βιβλία περὶ τοῦ ὅτι κατὰ Πλάτωνα μόνον τὸ καλὸν ἀγαθόν, ἀποδείκνυσιν ὅτι καὶ κατ’ αὐτὸν αὐτάρκης ἡ ἀρετὴ πρὸς εὐδαιμονίαν, καὶ ἄλλα πλείω παρατίθεται δόγματα σύμφωνα τοῖς Στωϊκοῖς. Ἀριστοβούλῳ δὲ τῷ κατὰ Πτολεμαῖον γεγονότι τὸν Φιλομήτορα, οὗ μέμνηται ὁ συνταξάμενος τὴν τῶν Μακκαβαϊκῶν ἐπιτομήν, βιβλία γέγονεν ἱκανά, δι’ ὧν ἀποδείκνυσι τὴν Περιπατητικὴν φιλοσοφίαν ἔκ τε τοῦ κατὰ Μωυσέα νόμου καὶ τῶν ἄλλων ἠρτῆσθαι προφητῶν.
而以下的话阐释得更为明了。救主吩咐我们要爱神与爱邻舍,并说全律法和先知的道理都系于这两条诫命之上。斯多亚派常常谈论这些信条,而在他们之前,苏格拉底在《斐德罗篇》中也曾如此祈祷:“潘神啊,以及其他的众神,请赐予我内心的美善。”在《泰阿泰德篇》中他也明确说道:“因为那言辞美善之人,就是美善之人。”在《普罗泰戈拉篇》中,他向同伴们承认自己遇见了比阿尔基比亚德斯更美的人,只要至智之人即为至美之人;因为他说德性乃是灵魂之美,相反,邪恶则是灵魂之丑。因此,斯多亚派的安提帕特著有三卷书,题为《论柏拉图主张唯有美善才是善》,证明在柏拉图看来德性对于幸福也是自足的,并引证了更多与斯多亚派一致的信条。而在托勒密·斐洛墨托尔时代生活的亚里斯多布——编纂《马加比书》节略本的作者曾提及他——著有相当多的卷册,在其中证明了漫步学派(逍遥学派)的哲学乃是源自摩西的律法及其他先知书。
- 5.13.95ὃ δὲ ἀπὸ τῆς βαρβάρου φιλοσοφίας
此处 ὃ 与连接助词 δέ 连用,具有指示代词的功能(相当于 ὁ δέ),指代前文的柏拉图(Πλάτων)。句中承前省略了分词 λαβών,构成平行对照结构,意为“芝诺从柏拉图那里承袭,而后者(柏拉图)则从蛮族哲学中承袭”。
- 5.13.96ὁμοιώσαντα δὲ τέλος ἔχειν
承接前文间接引语中非人称动词 δεῖν(引自 δεῖ ἐξομοιῶσαι),后接不定词 ἔχειν 的逻辑主语由宾格分词 ὁμοιώσαντα 体现,指代前文中作为行动主体的“人”(ἄνθρωπον)。
- 5.13.96καὶ πῶς, εἶπεν, ὅς γε οὐδὲ διανοούμενος;
这是一个高度省略的反诘结构。主句动词及关系从句中的述词均被省略,根据上文的问句可补出 λανθάνειν(瞒过、逃脱),整句逻辑为:“一个人在仅动意念时都无法瞒过神,又怎能[在有所行动时]瞒得过呢?”
