← 亚历山太的革利免

杂记

§5.13.101-5.13.103

希腊诗哲对独一神与灵魂救赎的见证

作者引述品达、阿拉托斯、荷马、德谟克利特、柏拉图和恩培多克勒等希腊诗人与哲学家的论述,论证他们见证了独一造物主上帝、三位一体以及灵魂的复活与升天。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.13.101

ὁ μελοποιὸς δέ· "θεῷ δὲ δυνατὸν ἐκ μελαίνας νυκτὸς ἀμίαντον ὄρσαι φάος, κελαινεφέι δὲ σκότει καλύψαι καθαρὸν ἁμέρας σέλας "(ὁ μόνος ἡμέρας ἐνεστώσης νύκτα ποιῆσαι δυνάμενος, φησίν, θεὸς οὗτός ἐστιν), ἔν τε τοῖς Φαινομένοις ἐπιγραφομένοις Ἄρατος, "ἐκ Διὸς ἀρχώμεσθα " εἰπών, "τὸν οὐδέποτ’, ἄνδρες, ἐῶμεν ἄρρητον· μεσταὶ δὲ Διὸς πᾶσαι μὲν ἀγυιαί, πᾶσαι δ’ ἀνθρώπων ἀγοραί, μεστὴ δὲ θάλασσα καὶ λιμένες· πάντῃ δὲ Διὸς κεχρήμεθα πάντες·" ἐπιφέρει· "τοῦ γὰρ καὶ γένος ἐσμέν, "οἷον δημιουργία, "ὁ δ’ ἤπιος ἀνθρώποισιν δεξιὰ σημαίνει, λαοὺς δ’ ἐπὶ ἔργα ἀγείρει· αὐτὰρ τάδε σήματ’ ἀν οὐρανῷ ἐστήριξεν, ἄστρα διακρίνας· ἐσκέψατο δ’ εἰς ἐνιαυτὸν ἀστέρας, οἵ κε μάλιστα τετυγμένα σημαίνοιεν ἀνδράσιν Ὡράων, ὄφρ’ ἔμπεδα πάντα φύηται· καί μιν ἀεὶ πρῶτόν τε καὶ ὕστατον ἱλάσκονται· χαῖρε, πάτερ, μέγα θαῦμα, μέγ’ ἀνθρώποισιν ὄνειαρ." καὶ πρὸ τούτου δὲ Ὅμηρος ἐπὶ τῆς ἡφαιστοτεύκτου ἀσπίδος κοσμοποιῶν κατὰ Μωυσέα "ἐν μὲν γαῖαν ἔτευξ̓, ἐν δ’ οὐρανόν, ἐν δὲ θάλασσαν "φησίν, "ἐν δὲ τὰ τείρεα πάντα, τά τ’ οὐρανὸς ἐστεφάνωται." ὁ γὰρ διὰ τῶν ποιημάτων καὶ καταλογάδην συγγραμμάτων ᾀδόμενος Ζεὺς τὴν ἔννοιαν ἐπὶ τὸν θεὸν ἀναφέρει.

抒情诗人则说道: “对于神而言,从黑夜中升起无瑕的光芒,用乌云密布的幽暗遮蔽白昼清澈的光辉,皆是可能的”(他说,唯有在白天当头时能造出黑夜者,方是这位神);而在题为《物象》的诗篇中,阿拉托斯说道: “让我们从宙斯开始,”又接着说: “世人啊,我们绝不可让他不被颂扬;所有的街道都充满了宙斯,人类所有的市集,海洋与港口也都充满了;在各处我们所有人皆仰赖宙斯;”并继续写道: “因为我们确实也是他的后嗣,”这犹如说是造物;“而他待人慈和,显示吉兆,唤起民众去劳作;他在天上安置了这些标志,划分了群星;他为一年勘定了星辰,使它们最能向人们指示时节的征象,以便万物稳固地生长;人们总是最先也是最后向他祈求息怒。万福,天父,伟大的奇迹,人类伟大的助益!” 而在他之前,荷马在赫淮斯托斯打造的盾牌上依照摩西的方式创世,说道: “他在上面铸造了大地,在上面铸造了苍天,在上面铸造了海洋,”又言: “在上面铸造了群星,那是苍天的冠冕。” 因为在诗歌与散文著作中被歌咏的宙斯,乃是将这一概念引向神。

§5.13.102

Ἤδη δὲ ὡς εἰπεῖν ὑπ’ αὐγὰς ὁ Δημόκριτος εἶναί τινας ὀλίγους γράφει τῶν ἀνθρώπων, οἳ δὴ ἀνατείναντες τὰς χεῖρας ἐνταῦθα ὃν νῦν ἠέρα καλέομεν οἱ Ἕλληνες, Ζεὺς μυθέεται καὶ πάνθ’ οὗτος οἶδε καὶ διδοῖ πάντα καὶ ἀφαιρέεται, καὶ βασιλεὺς οὗτος τῶν πάντων. μυστικώτερον δὲ ὁ μὲν Βοιώτιος Πίνδαρος, ἅτε Πυθαγόρειος ὤν, ἓν ἀνδρῶν, ἓν θεῶν γένος, ἐκ μιᾶς δὲ ματρὸς πνέομεν ἄμφω, τῆς ὕλης, παραδίδωσι καὶ ἕνα τὸν τούτων δημιουργόν, ὃν ἀριστοτέχναν πατέρα λέγει, τὸν καὶ τὰς προκοπὰς κατ’ ἀξίαν εἰς θειότητα παρεσχημένον. σιωπῶ γὰρ Πλάτωνα. ἄντικρυς οὗτος ἐν τῇ πρὸς Ἔραστον καὶ Κορίσκον ἐπιστολῇ φαίνεται πατέρα καὶ υἱὸν οὐκ οἶδ’ ὅπως ἐκ τῶν Ἑβραϊκῶν γραφῶν ἐμφαίνων, παρακελευόμενος κατὰ λέξιν· ἐπομνύντας1 σπουδῇ τε ἅμα μὴ ἀμούσῳ καὶ τῇ τῆς σπουδῆς ἀδελφῇ παιδείᾳ τὸν πάντων θεὸν αἴτιον καὶ τοῦ ἡγεμόνος καὶ αἰτίου πατέρα κύριον ἐπομνύντας, ὅν, ἐὰν ὀρθῶς φιλοσοφήσητε, εἴσεσθε. ἥ τε ἐν Τιμαίῳ δημηγορία πατέρα καλεῖ τὸν δημιουργὸν λέγουσα ὧδέ πως· θεοὶ θεῶν, ὧν ἐγὼ πατὴρ δημιουργός τε ἔργων.

德谟克利特也记述道,可以说在光天化日之下,在人类中有极少数 人,他们 向着我们希腊人如今称作空气的地方伸出双手,称其为宙斯,并说他知晓万事,赐予万事,也夺去万事,且他是万物的君王。 而玻俄提亚的品达出于毕达哥拉斯学派的背景,则更为神秘地传述道: “人类的种族为一,诸神的种族为一,我们双方皆自唯一的母亲” ——即质料—— “获取气息,”并指出他们有一位独一的造物主,称其为“巧夺天工的造物之父”,是他按功配予了通往神性的进阶。至于柏拉图,我自不必赘言。他在致埃拉斯托斯和科里斯科斯的书信中,不知何故显然是依据希伯来经卷而显明了父与子,逐字叮嘱道: “当以不乏雅致的郑重,并以郑重的姊妹——教养一同起誓,指着万物因由的上帝起誓,也指着领袖兼因由者的主与父起誓;若你们端正地行哲学之道,就必认识他。” 而《蒂迈欧篇》中的发言亦称造物主为父,大致言道: “诸神之神啊,我是你们的父,亦是这些工巧的造物者。”

§5.13.103

ὥστε καὶ ἐπὰν εἴπῃ περὶ τὸν πάντων βασιλέα πάντα ἐστὶ κἀκείνου ἕνεκεν τὰ πάντα κἀκεῖνο αἴτιον ἁπάντων τῶν καλῶν, δεύτερον δὲ περὶ τὰ δεύτερα καὶ τρίτον περὶ τὰ τρίτα, οὐκ ἄλλως ἔγωγε ἐξακούω ἢ τὴν ἁγίαν τριάδα μηνύεσθαι· τρίτον μὲν γὰρ εἶναι τὸ ἅγιον πνεῦμα, τὸν υἱὸν δὲ δεύτερον, δἰ οὗ πάντα ἐγένετο κατὰ βούλησιν τοῦ πατρός. ὁ δ’ αὐτὸς ἐν τῷ δεκάτῳ τῆς Πολιτείας Ἠρὸς τοῦ Ἀρμενίου, τὸ γένος Παμφύλου, μέμνηται, ὅς ἐστι Ζωροάστρης· αὐτὸς γοῦν ὁ Ζωροάστρης γράφει· τάδε συνέγραψα Ζωροάστρης ὁ Ἀρμενίου, τὸ γένος Πάμφυλος, ἐν πολέμῳ τελευτήσας, ὅσα ἐν Ἅιδῃ γενόμενος ἐδάην παρὰ θεῶν. τὸν δὴ Ζωροάστρην τοῦτον ὁ Πλάτων δωδεκαταῖον2 ἐπὶ τῇ πυρᾷ κείμενον ἀναβιῶναι λέγει· τάχα μὲν οὖν τὴν ἀνάστασιν, τάχα δὲ ἐκεῖνα αἰνίσσεται, ὡς διὰ τῶν δώδεκα ζῳδίων ἡ ὁδὸς ταῖς ψυχαῖς γίνεται εἰς τὴν ἀνάληψιν, αὐτὸς δὲ καὶ εἰς τὴν γένεσίν φησι τὴν αὐτὴν γίγνεσθαι κάθοδον. ταύτῃ ὑποληπτέον καὶ τὰ τοῦ Ἡρακλέους ἆθλα γενέσθαι δώδεκα, μεθ’ ἃ τῆς ἀπαλλαγῆς παντὸς τοῦ κόσμου τοῦδε τυγχάνει ἡ ψυχή. οὐ παραπέμπομαι καὶ τὸν Ἐμπεδοκλέα, ὃς φυσικῶς οὕτως τῆς τῶν πάντων ἀναλήψεως μέμνηται, ὡς ἐσομένης ποτὲ εἰς τὴν τοῦ πυρὸς οὐσίαν μεταβολῆς.3

因此,当他又说“万物皆围绕万物之王,万物皆为了他,他是万般美好之事的因由;第二等事物围绕第二者,第三等事物围绕第三者”时,我以为所指的绝非其他,正是圣三一;因为第三位乃是圣灵,第二位则是子,照着父的旨意,“万物皆由他造出”。 同一位作者在《理想国》第十卷中提到了阿尔梅尼奥斯之子、潘菲利亚族的厄尔,他正是琐罗亚斯德;这位琐罗亚斯德本人便写道: “我,阿尔梅尼奥斯之子、潘菲利亚族的琐罗亚斯德,在战死之后,将身处哈得斯时从诸神那里学到的一切,撰写于此。” 柏拉图说这位琐罗亚斯德在第十二日躺卧在柴堆上时复活了;或许他借此暗示了复活,抑或暗示了那件事——即灵魂升天的路径乃是通过黄道十二宫,而他称通往生成的下降亦经历同样的过程。依此亦当领会,赫拉克勒斯的功业成为十二项,灵魂在此之后得以脱离这整个尘世。我也不会忽略恩培多克勒,他以自然学的方式提及万物的恢复,认为终有一日会发生归于火之实体的转变。

语法注3 条
  1. 5.13.102ἐπομνύντας

    宾格分词 ἐπομνύντας 引自柏拉图《第六封书信》(323d),支配表示被指起誓之神圣位格的宾格(τὸν πάντων θεὸν αἴτιον ... καὶ πατέρα κύριον)。在原书信语境中,它承接带有命令或劝诫意味的结构,用以敦促立誓双方遵守庄严盟誓。

  2. 5.13.103δωδεκαταῖον

    该词为时间形容词,在句中作 τὸν ... Ζωροάστρην 的谓语性修饰语,体现了希腊语用序数词形容词表示特定发生日期的典型用法(“在第十二日”)。它表明琐罗亚斯德是在死后第十二日躺卧于柴堆上时苏醒复活的。

  3. 5.13.103ὡς ἐσομένης ποτὲ εἰς τὴν τοῦ πυρὸς οὐσίαν μεταβολῆς

    由连词 ὡς 引导的属格独立结构,其中 μεταβολῆς 为主语,将来时分词 ἐσομένης 为谓语。小词 ὡς 表明这是恩培多克勒所持的主观观点或构想(即“认定终有一日会发生归于火之本质的转变”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:5.13.101-5.13.103