← 亚历山太的革利免

杂记

§5.13.92-5.13.94

柏拉图在创世论与属灵争战上对摩西的借鉴

作者引用柏拉图的数篇对话,论证了哲学家们从摩西处借用了世界为被造物、与行恶之魂(魔鬼)的属灵争战,以及理智世界与感觉世界二重划分的学说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.13.92

Ναὶ μὴν γενετὸν εἶναι τὸν κόσμον ἐκ Μωυσέως παραλαβόντες ἐδογμάτισαν οἱ φιλόσοφοι. καὶ ὅ γε Πλάτων ἄντικρυς εἴρηκεν· πότερον ἦν, ἀρχὴν ἔχων γενέσεως οὐδεμίαν, ἢ γέγονεν, ἀπ’ ἀρχῆς τινος ἀρξάμενος; γέγονεν· ὁρατὸς γὰρ ὢν ἁπτός ἐστιν ἁπτός τε ὢν καὶ σῶμα ἔχει. αὖθίς τε ὁπόταν εἴπῃ τὸν μὲν οὖν ποιητὴν καὶ πατέρα τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον, οὐ μόνον γενητὸν ἔδειξεν τὸν κόσμον, ἀλλὰ καὶ ἐξ αὐτοῦ γεγονέναι σημαίνει καθάπερ υἱόν, πατέρα δὲ αὐτοῦ κεκλῆσθαι, ὡς ἂν ἐκ μόνου γενομένου καὶ ἐκ μὴ ὄντος ὑποστάντος.1 γενητὸν δὲ καὶ οἱ Στωϊκοὶ τίθενται τὸν κόσμον. Τόν τε ὑπὸ τῆς βαρβάρου φιλοσοφίας θρυλούμενον διάβολον, τὸν τῶν δαιμόνων ἄρχοντα, κακοεργὸν εἶναι ψυχὴν ἐν τῷ δεκάτῳ τῶν Νόμων ὁ Πλάτων λέγει ταῖσδε ταῖς λέξεσιν· ψυχὴν διοικοῦσαν καὶ ἐνοικοῦσαν τοῖς πάντῃ κινουμένοις μῶν οὐ καὶ τὸν οὐρανὸν ἀνάγκη διοικεῖν φάναι; τί μήν; μίαν ἢ πλείους; πλείους, ἐγὼ ὑπὲρ σφῶν ἀποκρινοῦμαι. δυοῖν μέν που ἔλαττον μηδὲν τιθῶμεν, τῆς τε εὐεργέτιδος καὶ τῆς τἀναντία δυναμένης ἐξεργάσασθαι.

再者,哲学家们从摩西那里接受了世界是被造的这一教义,并将其确立为信条。至少柏拉图直截了当地说过: “世界是不曾有过生成的起点而已然存在呢,还是从某个起点开始而生成的呢?它是生成的;因为它是可见的,所以也是可触摸的,而既然是可触摸的,它也就具有形体。” 而且,每当他又说: “要找出这万物的创造者与父,原是一件难事”,他不仅表明了世界是生成的,更指明世界如同儿子一般是从祂而出,祂被称为世界的父,乃是因为世界单单由祂而生,并从非存在中被赋予实存。斯多亚学派同样认为世界是生成的。 此外,关于蛮族哲学中所传讲的魔鬼,即诸鬼魔(代蒙)的首领,柏拉图在《法律篇》第十卷中用原话称其为一个行恶的灵魂: “那统领并居住在各处一切运动之物之中的灵魂,难道我们不必然要说它也统领着诸天吗?岂能不是这样?是一个灵魂还是多个灵魂?是多个,我替你们回答。我们至少且设定不少于两个灵魂:一个是施恩的灵魂,另一个则是能够造成正相反效果的灵魂。”

§5.13.93

ὁμοίως δὲ κἀν τῷ Φαίδρῳ ταῦτα γράφει· ἔστι μὲν δὴ καὶ ἄλλα κακά, ἀλλά τις δαίμων ἔμιξε τοῖς πλείστοις ἐν τῷ παραυτίκα ἡδονήν. ἀλλὰ κἀν τῷ δεκάτῳ τῶν Νόμων ἄντικρυς τὸ ἀποστολικὸν δείκνυσιν ἐκεῖνο· οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τὰ πνευματικὰ τῶν ἐν οὐρανοῖς, ὧδέ πως γράφων· ἐπειδὴ γὰρ συνεχωρήσαμεν ἡμῖν αὐτοῖς εἶναι μὲν τὸν οὐρανὸν πολλῶν μεστὸν ἀγαθῶν, εἶναι δὲ καὶ τῶν ἐναντίων, πλειόνων δὲ τῶν μή,2 μάχη, φαμέν, ἀθάνατός ἐσθ’ ἡ τοιαύτη καὶ φυλακῆς θαυμαστῆς δεομένη. Κόσμον τε αὖθις τὸν μὲν νοητὸν οἶδεν ἡ βάρβαρος φιλοσοφία, τὸν δὲ αἰσθητόν, τὸν μὲν ἀρχέτυπον, τὸν δὲ εἰκόνα τοῦ καλουμένου παραδείγματος· καὶ τὸν μὲν ἀνατίθησι μονάδι, ὡς ἂν νοητόν, τὸν δὲ αἰσθητὸν ἑξάδι· γάμος γὰρ παρὰ τοῖς Πυθαγορείοις, ὡς ἂν γόνιμος ἀριθμός, ἡ ἑξὰς καλεῖται. καὶ ἐν μὲν τῇ μονάδι συνίστησιν οὐρανὸν ἀόρατον καὶ γῆν ἀειδῆ καὶ φῶς νοητόν· ἐν ἀρχῇ γάρ φησιν ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· ἡ δὲ γῆ ἦν ἀόρατος.

同样,在《斐德罗篇》中他也写道: “固然还有其他的恶事,但某种神灵在大多数恶事中掺入了当下的快乐。” 不仅如此,在《法律篇》第十卷中,他写下大意如下的话,也直截了当地显明了使徒的那句名言: “我们并不是与属血气的争战,乃是与那些执政的、掌权的、以及诸天之上的属灵〔势力〕争战”: “因为既然我们彼此同意,诸天充满了许多美善的事物,也充满了相反的事物,但那些非美善的事物却更为繁多,所以我们说,这样的一场争战乃是不朽的,需要何等惊人的戒备。” 再者,蛮族哲学一方面知晓理智世界,另一方面知晓感觉世界;前者为原型,后者为所谓范型的影像。它将前者归于太一(单子),视其为理智性的;将感觉世界归于数字六,因为在毕达哥拉斯学派中,六因其为繁衍之数而被称作“婚姻”。在太一之中,神设立了不可见的诸天、未赋形的土地以及理智之光;因为经上记着: “起初神创造天地;地是不可见的。”

§5.13.94

εἶτ’ ἐπιφέρει· καὶ εἶπεν ὁ θεός· γενηθήτω φῶς· καὶ ἐγένετο φῶς. ἐν δὲ τῇ κοσμογονίᾳ τῇ αἰσθητῇ στερεὸν οὐρανὸν δημιουργεῖ τὸ δὲ στερεὸν αἰσθητόν’ γῆν τε ὁρατὴν καὶ φῶς βλεπόμενον. ἆρ’ οὐ δοκεῖ σοι ἐντεῦθεν ὁ Πλάτων ζῴων ἰδέας ἐν τῷ νοητῷ ἀπολείπειν κόσμῳ καὶ τὰ εἴδη τὰ αἰσθητὰ κατὰ τὰ γένη δημιουργεῖν τὰ νοητά; εἰκότως ἄρα ἐκ γῆς μὲν τὸ σῶμα διαπλάττεσθαι λέγει ὁ Μωυσῆς, ὃ γήινόν φησιν ὁ Πλάτων σκῆνος,3 ψυχὴν δὲ τὴν λογικὴν ἄνωθεν ἐμπνευσθῆναι ὑπὸ τοῦ θεοῦ εἰς πρόσωπον. ἐνταῦθα γὰρ τὸ ἡγεμονικὸν ἱδρῦσθαι λέγουσι, τὴν διὰ τῶν αἰσθητηρίων ἐπείσοδον τῆς ψυχῆς ἐπὶ τοῦ πρωτοπλάστου ἑρμηνεύοντες, διὸ καὶ κατ’ εἰκόνα καὶ ὁμοίωσιν τὸν ἄνθρωπον γεγονέναι. εἰκὼν μὲν γὰρ θεοῦ λόγος θεῖος καὶ βασιλικός, ἄνθρωπος ἀπαθής, εἰκὼν δ’ εἰκόνος ἀνθρώπινος νοῦς. ἑτέρῳ δ’ εἰ βούλει παραλαβεῖν ὀνόματι τὴν ἐξομοίωσιν, εὕροις ἂν παρὰ τῷ Μωυσεῖ ἀκολουθίαν ὀνομαζομένην θείαν· φησὶ γάρ· ὀπίσω κυρίου τοῦ θεοῦ ὑμῶν πορεύεσθε καὶ τὰς ἐντολὰς αὐτοῦ φυλάξατε. ἀκόλουθοι δ’, οἶμαι, καὶ θεραπευταὶ θεοῦ πάντες οἱ ἐνάρετοι.

接着又说: “神说:要有光,就有了光。” 而在感觉性的宇宙生成中,神创造了坚实的诸天——坚实之物是可感知的——以及可见的大地与被看见的光。由此看来,难道你不觉得柏拉图正是从这里把活物的理念留置于理智世界中,并照着理智的属创造出感觉的种吗?因此,摩西所言身体是由尘土塑造而成的——柏拉图称之为“地上的帐幕”——而理性的灵魂是由神从上吹入面容之中的,这岂非顺理成章吗?因为人们说统领机能(支配官能)设立于此处,这正是对那最初受造者灵魂经由感官进入的阐释,因而人也是“照着形象和样式”被造的。因为神的形象乃是神圣且属君王的道(逻各斯),是无激情的人,而形象的形象则是人类的心灵。如果你愿意用另一个名称来领会这种相似,你可以在摩西那里找到被称为“顺从神”的说法;因为他说: “你们要顺从耶和华你们的神,谨守祂的诫命。” 而我想,一切有德之人都是神的跟从者和侍奉者。

语法注3 条
  1. 5.13.92ὡς ἂν ἐκ μόνου γενομένου καὶ ἐκ μὴ ὄντος ὑποστάντος

    连词 ὡς ἄν 后接属格绝对结构(γενομένου 与 ὑποστάντος,其逻辑主语为世界),表达了称上帝为“父”的主观理由或比喻依据(“犹如它唯独由祂而生,并从非存在中获得实存一样”)。小辞 ἄν 增强了假设与情态色彩。

  2. 5.13.93πλειόνων δὲ τῶν μή

    引自柏拉图《法律篇》卷十(906a)。此处为与比较级 πλειόνων 搭配的省略属格结构,在否定词 μή 之后省略了名词或形容词(按上下文当为 τῶν ἀγαθῶν 或 τοιούτων),意为“非美善(即邪恶)的事物[比美善的事物]更多”。

  3. 5.13.94ὃ γήινόν φησιν ὁ Πλάτων σκῆνος

    关系代词 ὃ 指向前文的先行词 τὸ σῶμα,作动词 φησίν 的直接宾语,而 γήινον σκῆνος(“地上的帐幕”)在双宾格结构中充当宾语补足语(谓语宾格),即“柏拉图称之为‘地上的帐幕’的那个身体”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:5.13.92-5.13.94