- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:5.13.89-5.13.91
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克莱门阐论希腊哲学学说——包括斯多亚派的上帝与质料观、伊壁鸠鲁的偶然论、亚里士多德对护理的局限,以及柏拉图关于死后刑罚与守护天使的描写——皆源于对希伯来圣经的误解与抄袭。
XIV. τὰ δ’ ἑξῆς προςαποδοτέον καὶ τὴν ἐκ τῆς βαρβάρου φιλοσοφίας Ἑλληνικὴν κλοπὴν σαφέστερον ἤδη παραστατέον. Φασὶ γὰρ σῶμα εἶναι τὸν θεὸν οἱ Στωϊκοὶ καὶ πνεῦμα κατ’ οὐσίαν, ὥσπερ ἀμέλει καὶ τὴν ψυχήν. πάντα ταῦτα ἄντικρυς εὑρήσεις ἐν ταῖς γραφαῖς. μὴ γάρ μοι τὰς ἀλληγορίας αὐτῶν ἐννοήσῃς1 τὰ νῦν ὡς ἡ γνωστικὴ παραδίδωσιν ἀλήθεια, εἰ ἄλλο τι δεικνύουσαι, καθάπερ οἱ σοφοὶ παλαισταί, ἄλλο μηνύουσιν. ἀλλ’ οἳ μὲν διήκειν διὰ πάσης τῆς οὐσίας τὸν θεόν φασιν, ἡμεῖς δὲ ποιητὴν μόνον αὐτὸν καλοῦμεν καὶ λόγῳ ποιητήν. παρήγαγεν δὲ αὐτοὺς τὸ ἐν τῇ Σοφίᾳ εἰρημένον διήκει δὲ καὶ χωρεῖ διὰ πάντων διὰ τὴν καθαριότητα, ἐπεὶ μὴ συνῆκαν λέγεσθαι ταῦτα ἐπὶ τῆς σοφίας τῆς πρωτοκτίστου τῷ θεῷ. ναί, φασίν, ἀλλὰ ὕλην ὑποτίθενται οἱ φιλόσοφοι ἐν ταῖς ἀρχαῖς, οἵ τε Στωϊκοὶ καὶ Πλάτων καὶ Πυθαγόρας, ἀλλὰ καὶ Ἀριστοτέλης ὁ Περιπατητικός, οὐχὶ δὲ μίαν ἀρχήν. ἴστωσαν οὖν τὴν καλουμένην ὕλην ἄποιον καὶ ἀσχημάτιστον λεγομένην πρὸς αὐτῶν, καὶ τολμηρότερον ἤδη μὴ ὂν πρὸς τοῦ Πλάτωνος εἰρῆσθαι. καὶ μή τι μυστικώτατα μίαν τὴν ὄντως οὖσαν ἀρχὴν εἰδὼς ἐν τῷ Τιμαίῳ αὐταῖς φησι λέξεσιν·2 νῦν δ’ οὖν τὸ παρ’ ἡμῶν ὧδε ἐχέτω· τὴν μὲν περὶ πάντων εἴτε ἀρχὴν εἴτε ἀρχὰς εἴτε ὅπῃ δοκεῖ τούτων πέρι, τὸ νῦν οὐ ῥητέον, δἰ ἄλλο μὲν οὐδέν, διὰ δὲ τὸ χαλεπὸν εἶναι κατὰ τὸν παρόντα τρόπον τῆς διεξόδου δηλῶσαι τὰ δοκοῦντα.
十四、接下来的论点必须加以补充阐述,而希腊人对蛮族哲学的剽窃,如今必须更清晰地展现出来。 因为斯多亚派主张上帝是有形实体的身体,在本质上是灵,正如他们毫无疑问对灵魂也是如此主张的。这一切你都可以在圣经中直接找到。目下你切莫向我构想他们的寓意,哪怕它们就像灵知真理所传授的那样,像精明的摔跤手一样指示一物却暗示另一物。然而,他们说上帝贯穿一切实体,而我们只称祂为创造者,且是藉着道(逻各斯)成为创造者的。《智慧篇》中所说的这句话误导了他们: “因其纯洁,她贯穿并渗透万物”,因为他们未能明白,这乃是指着上帝最初创造的智慧说的。他们说:是的,但哲学家们——包括斯多亚派、柏拉图、毕达哥拉斯,乃至漫步学派的亚里士多德——都在始基中假定了质料,而非单一的始基。那么让他们知道,所谓质料被他们自己称作无性质且无形状的,甚至被柏拉图更大胆地称为“非存在”。难道他不是最神秘地知晓那独一真实存在的始基,而在《蒂迈欧篇》中用原话这样说吗: “无论如何,现在我们的观点且定为如此:关于万物的始基或诸始基,或对此所持的任何看法,目前且不可言说,绝非因为别的缘故,只因依照当下的阐述方式,要明示所见之事实在困难。”
ἄλλως τε ἡ λέξις ἡ προφητικὴ ἐκείνη ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος ἀφορμὰς αὐτοῖς ὑλικῆς οὐσίας παρέσχηται. Ναὶ μὴν Ἐπικούρῳ μὲν ἡ τοῦ αὐτομάτου παρείσδυσις οὐ παρακολουθήσαντι τῷ ῥητῷ γέγονεν ἐντεῦθεν ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης. Ἀριστοτέλει δὲ μέχρι σελήνης ἐπῆλθε καταγαγεῖν τὴν πρόνοιαν ἐκ τοῦδε τοῦ ψαλμοῦ· κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν. οὐδέπω γὰρ ἀποκεκάλυπτο ἡ τῶν προφητικῶν δήλωσις μυστηρίων πρὸ τῆς τοῦ κυρίου παρουσίας. Τάς τε αὖ μετὰ θάνατον κολάσεις καὶ τὴν διὰ πυρὸς τιμωρίαν ἀπὸ τῆς βαρβάρου φιλοσοφίας ἥ τε ποιητικὴ πᾶσα μοῦσα, ἀλλὰ καὶ ἡ Ἑλληνικὴ φιλοσοφία ὑφείλετο. Πλάτων γοῦν ἐν τῷ τελευταίῳ τῆς Πολιτείας αὐταῖς φησι ταῖς λέξεσιν· ἐνταῦθα δὴ ἄνδρες ἄγριοι, διάπυροι ἰδεῖν, παρεστῶτες, καταμανθάνοντες τὸ φθέγμα, τοὺς μὲν ἰδίᾳ παραλαβόντες ἦγον, τὸν δὲ Ἀριδαῖον καὶ τοὺς ἄλλους συμποδίσαντες χεῖράς τε καὶ πόδας καὶ κεφαλήν, καταβαλόντες καὶ ἐκδείραντες, εἷλκον παρὰ τὴν ὁδὸν ἐκτὸς ἐπ’ ἀσπαλάθων κνάπτοντες. οἱ μὲν γὰρ ἄνδρες οἱ διάπυροι ἀγγέλους αὐτῷ βούλονται δηλοῦν, οἳ παραλαβόντες τοὺς ἀδίκους κολάζουσιν· ὁ ποιῶν, φησί, τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον.
此外,那句先知的话: “而地是不可见且未成形的”,为他们提供了质料实体的契机。 甚至,伊壁鸠鲁对偶然(自然发生)的引入,也是由于他未能理解这句经文所致: “虚空的虚空,凡事都是虚空。” 而亚里士多德之所以起意将护理向下引至月亮为止,乃是源于这篇诗篇: “主啊,你的慈爱在天上,你的信实直到云端。” 因为在主降临之前,先知奥秘的昭示尚未被启示出来。 再者,关于死后的刑罚以及经由火的惩治,不论整个诗歌缪斯,还是希腊哲学,都是从蛮族哲学中偷窃而来的。至少柏拉图在《理想国》卷末用原话这样说: “就在那里,有些面目凶恶、浑身如火的人站在一旁,听明了声音,便把一些人分别带走领去;至于阿尔狄埃欧斯和其他人,他们捆住其手脚和头颅,摔倒在地,剥去其皮,沿着道路拖到外面,在荆棘上反复扯撕。” 因为在他看来,浑身如火的人意在指称那些接收了不义之人并惩治他们的天使: “神以风为使者,”圣经说,“以火焰为仆役。”
ἕπεται δὲ τούτοις τὴν ψυχὴν εἶναι ἀθάνατον. τὸ γὰρ κολαζόμενον ἢ παιδευόμενον ἐν αἰσθήσει ὂν ζῇ, κἂν πάσχειν λέγηται. τί δ’; οὐκ οἶδεν ὁ Πλάτων καὶ πυρὸς ποταμοὺς καὶ τῆς γῆς τὸ βάθος, τὴν πρὸς τῶν βαρβάρων Γέενναν καλουμένην Τάρταρον ποιητικῶς ὀνομάζων, Κωκυτόν τε καὶ Ἀχέροντα καὶ Πυριφλεγέθοντα καὶ τοιαῦτά τινα εἰς τὴν παίδευσιν σωφρονίζοντα παρεισάγων κολαστήρια; τῶν μικρῶν δὲ κατὰ τὴν γραφὴν καὶ ἐλαχίστων τοὺς ἀγγέλους τοὺς ὁρῶντας τὸν θεόν, πρὸς δὲ καὶ τὴν εἰς ἡμᾶς δἰ ἀγγέλων τῶν ἐφεστώτων ἥκουσαν ἐπισκοπὴν ἐμφαίνων οὐκ ὀκνεῖ γράφειν· ἐπειδὴ πάσας τὰς ψυχὰς τοὺς βίους ᾑρῆσθαι, ὥσπερ ἔλαχον, ἐν τάξει προσιέναι πρὸς τὴν Λάχεσιν,3 κείνην δὲ ἑκάστῳ, ὃν εἵλετο δαίμονα, τοῦτον φύλακα συμπέμπειν τοῦ βίου καὶ ἀποπληρωτὴν τῶν αἱρεθέντων. τάχα δὲ καὶ τῷ Σωκράτει τὸ δαιμόνιον τοιοῦτό τι ᾐνίσσετο.
随之而来的结论是,灵魂是不朽的。因为受惩罚或受管教者,哪怕据称正在受苦,也必是在感知中存活着。怎么,难道柏拉图不知道火河与大地的深处吗?他以诗意的方式将蛮族所谓的欣嫩子谷(地狱)命名为塔尔塔罗斯,并引入了科库托斯河、阿刻戎河、皮里佛勒革同河以及这类用于训诫警醒的惩罚之地。不仅如此,他还表明了照着圣经所载微小者与至微者的、朝见上帝的天使,更表明了借由主管之天使临到我们的监察,他毫不迟疑地写道: “当所有的灵魂都选定了各自的一生,正如他们抽签所得,便按次序来到拉刻西斯面前;而她为每个人派遣他所选择的守护神灵(代蒙),作为一生的护卫者和所选之事的成全者。” 或许对苏格拉底而言,那个神明之兆也是暗指这类事物。
- 5.13.89μὴ γάρ μοι τὰς ἀλληγορίας αὐτῶν ἐννοήσῃς
由 μή 加上不定过去式虚拟语气 ἐννοήσῃς 构成的禁止句式。μοι 是伦理与格,表达说话者的关切:“请莫对我构想他们的寓意”。
- 5.13.89καὶ μή τι μυστικώτατα μίαν τὴν ὄντως οὖσαν ἀρχὴν εἰδὼς ἐν τῷ Τιμαίῳ αὐταῖς φησι λέξεσιν·
μή τι 引导带有肯定预期的修辞性疑问或推测(“难道不是……吗?”),在此与直陈式 φησι 连用,暗示柏拉图实际上极为奥秘地知晓那独一的真实始基,只是暂时保留不言。
- 5.13.91ἐπειδὴ πάσας τὰς ψυχὰς τοὺς βίους ᾑρῆσθαι, ὥσπερ ἔλαχον, ἐν τάξει προσιέναι πρὸς τὴν Λάχεσιν
在间接引语中,由从属连词 ἐπειδή 引导的从属句内部动词被同化为宾格不定式结构,呈现为完成时不定式 ᾑρῆσθαι;其后主句对应的不定式为 προσιέναι。此处是对柏拉图《理想国》卷十(620d-e)的概括性转述。
