- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:5.13.86-5.13.88
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者将信心确立为正当行为的基础,借由希腊哲学对行为的区分及神圣观念的论述,指出人类天生拥有对上帝的领会并藉着圣灵得到成全,同时见证基督是唯一的救恩之门。
Ἤδη δὲ ἡ πίστις εἰ καὶ ἑκούσιος τῆς ψυχῆς συγκατάθεσις, ἀλλὰ ἐργάτις ἀγαθῶν καὶ δικαιοπραγίας θεμέλιος. κἂν ὁ Ἀριστοτέλης τεχνολογῇ, τὸ μὲν ποιεῖν καὶ ἐπὶ τῶν ἀλόγων ζῴων τάσσεσθαι καὶ ἐπὶ ἀψύχων διδάσκων, τὸ δὲ πράττειν ἀνθρώπων εἶναι μόνων, εὐθυνέτω1 τοὺς λέγοντας ποιητὴν τῶν ὅλων τὸν θεόν. τὸ δὲ πρακτὸν ἢ ὡς ἀγαθὸν ἢ ὡς ἀναγκαῖόν φησι. τὸ τοίνυν ἀδικεῖν ἀγαθὸν οὐκ ἔστιν (οὐδεὶς γὰρ εἰ μὴ διά τι ἕτερον ἀδικεῖ), τῶν δὲ ἀναγκαίων οὐδὲν ἑκούσιον· τὸ τοίνυν ἀδικεῖν ἑκούσιον, ὥστε οὐδὲ ἀναγκαῖον. τῶν δὲ φαύλων οἱ σπουδαῖοι μάλιστα ταῖς τε αἱρέσεσι καὶ ταῖς ἀστείαις ἐπιθυμίαις διαφέρουσιν. πᾶσα γὰρ μοχθηρία ψυχῆς μετὰ ἀκρασίας ἐστίν, καὶ ὁ διὰ πάθος πράττων δι’ ἀκρασίαν πράττει καὶ μοχθηρίαν. ἔπεισιν οὖν μοι παρ’ ἕκαστα θαυμάζειν τὴν θείαν ἐκείνην φωνήν· ἀμὴν ἀμήν, λέγω ὑμῖν· ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλήν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων· τούτῳ ὁ θυρωρὸς ἀνοίγει. εἶτα ἐπεξηγούμενος ὁ κύριος λέγει· ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων.
现在,信心即使是灵魂自愿的赞同,但也是美善之事的促成者和端正行为的基石。即便亚里士多德在理论上辨析,教导说“制作”既适用于无理性的动物也适用于无生命之物,而“行事”则单单属于人类,那就任由他去责难那些称上帝为万物“创造者”的人吧。他还说,可付诸实行之事要么被当作善,要么被当作必需之事。因此,行不义绝非善事(因为若非为了别的目的,无人会行不义),而在必需之事中没有一件是出于自愿的;因此,行不义是自愿的,从而也不是必需的。而善人与恶人之差别,尤在乎他们的抉择和高尚的欲求。因为灵魂的一切邪恶都伴随着放纵失控,而凭着情欲行事的人,正是由于放纵失控与邪恶而行事。因此,在每一个场合,我的心中都不由得赞叹那句神圣的言语: “我实实在在告诉你们,那不从门进羊圈,倒从别处爬进去的,那人是贼,是强盗;从门进去的,才是羊的牧人。看门的就给他开门。” 接着主解释道: “我就是羊的门。”
δεῖ τοίνυν διὰ Χριστοῦ τὴν ἀλήθειαν μεμαθηκότας σῴζεσθαι, κἂν φιλοσοφήσαντες τὴν Ἑλληνικὴν φιλοσοφίαν τύχωσιν· νῦν γὰρ ἐδείχθη ἐναργῶς, ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, νῦν ἀπεκαλύφθη· θεοῦ μὲν γὰρ ἔμφασις ἑνὸς ἦν τοῦ παντοκράτορος παρὰ πᾶσι τοῖς εὖ φρονοῦσι πάντοτε φυσική, καὶ τῆς ἀιδίου κατὰ τὴν θείαν πρόνοιαν εὐεργεσίας ἀντελαμβάνοντο οἱ πλεῖστοι, οἱ καὶ μὴ τέλεον ἀπηρυθριακότες πρὸς τὴν ἀλήθειαν. καθόλου γοῦν τὴν περὶ τοῦ θείου ἔννοιαν Ξενοκράτης ὁ Καλχηδόνιος οὐκ ἀπελπίζει καὶ ἐν τοῖς ἀλόγοις ζῴοις, Δημόκριτος δέ, κἂν μὴ θέλῃ, ὁμολογήσει διὰ τὴν ἀκολουθίαν τῶν δογμάτων· τὰ γὰρ αὐτὰ πεποίηκεν εἴδωλα τοῖς ἀνθρώποις προσπίπτοντα καὶ τοῖς ἀλόγοις ζῴοις ἀπὸ τῆς θείας οὐσίας. πολλοῦ γε δεῖ ἄμοιρον εἶναι2 θείας ἐννοίας τὸν ἄνθρωπον, ὅς γε καὶ τοῦ ἐμφυσήματος ἐν τῇ γενέσει μεταλαβεῖν ἀναγέγραπται, καθαρωτέρας οὐσίας παρὰ τὰ ἄλλα ζῷα μετασχών.
因此,通过基督认识了真理的人必然得救,即便他们恰巧研习过希腊哲学;因为如今已昭然表明,“在别的世代没有给人类的子孙知道的事,现在已经启示出来了”;因为对独一全能上帝的直觉领会,在所有心智健全的人中间向来都是天生的,而且大多数未曾对真理全然丧失廉耻之人,都领受了依照神圣护理而来的永恒恩泽。至少迦克墩的色诺克拉底绝不否定甚至在无理性动物中也有关于神性的观念,而德谟克利特无论情愿与否,因其学说的一贯性也必会认同这一点;因为他设定了从神圣实体发出的同样影像既撞击人类,也撞击无理性动物。人断不可能与神圣观念无涉,在创世记中记载他领受了神圣之气的吹入,比起其他动物分享了更为纯净的实体。
ἐντεῦθεν οἱ ἀμφὶ τὸν Πυθαγόραν θείᾳ μοίρᾳ τὸν νοῦν εἰς ἀνθρώπους ἥκειν φασί, καθάπερ Πλάτων καὶ Ἀριστοτέλης ὁμολογοῦσιν. ἀλλ’ ἡμεῖς μὲν τῷ πεπιστευκότι προσεπιπνεῖσθαι τὸ ἅγιον πνεῦμά φαμεν, οἳ δὲ ἀμφὶ τὸν Πλάτωνα νοῦν μὲν ἐν ψυχῇ θείας μοίρας ἀπόρροιαν ὑπάρχοντα, ψυχὴν δὲ ἐν σώματι κατοικίζουσιν· ἀναφανδὸν γὰρ διὰ Ἰωὴλ ἑνὸς τῶν δώδεκα προφητῶν εἴρηται· καὶ ἔσται μετὰ ταῦτα, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν προφητεύσουσιν. ἀλλ’ οὐχ ὡς μέρος θεοῦ ἐν ἑκάστῳ ἡμῶν τὸ πνεῦμα. ὅπως δὲ ἡ διανομὴ αὕτη καὶ ὅ τί ποτέ ἐστι τὸ ἅγιον πνεῦμα, ἐν τοῖς Περὶ προφητείας κἀν τοῖς Περὶ ψυχῆς ἐπιδειχθήσεται ἡμῖν. ἀλλὰ τὰ μὲν τῆς γνώσεως βάθη κρύπτειν ἀπιστίη ἀγαθὴ καθ’ Ἡράκλειτον, ἀπιστίῃ γὰρ διαφυγγάνει μὴ γιγνώσκεσθαι.3
由此,毕达哥拉斯的门徒宣称理智是凭神意分配临到人类的,正如柏拉图与亚里士多德所赞同的那样。然而,我们宣称圣灵是额外吹给信靠之人,而柏拉图学派则将作为神意分配之流溢的理智置于灵魂之中,再将灵魂安置于身体之内;因为藉着十二先知之一的约珥已公开宣示: “以后,我要将我的灵浇灌凡有血气的,你们的儿女要说预言。” 但圣灵并非作为上帝的一部分存在于我们每个人之中。至于这分配是如何进行的,以及圣灵究竟是什么,我们将在《论预言》和《论灵魂》中阐明。然而关于知识的深奥奥秘,正如赫拉克利特所言: “不信有利于隐匿,”因为 “借由不信,它们得以免于被认知。”
- 5.13.86κἂν ὁ Ἀριστοτέλης τεχνολογῇ, ... εὐθυνέτω
κἂν(即 καὶ ἐάν)引导让步从句,主句谓语为第三人称单数现在时祈使语气动词 εὐθυνέτω(“任由他审查/纠责”)。主语由上下文承接为亚里士多德:“即便亚里士多德在术语上严格区分……那就任由他去责难那些称上帝为万物创造者的人吧”。
- 5.13.87πολλοῦ γε δεῖ ἄμοιρον εἶναι
非人称成语 πολλοῦ δεῖ 与不定式连用,意为“远非如此”、“绝不可能……”。此处 τὸν ἄνθρωπον 是不定式 ἄμοιρον εἶναι 的逻辑主语(宾格),表示强烈的否定:“人绝不可能没有神圣观念”。
- 5.13.88διαφυγγάνει μὴ γιγνώσκεσθαι
引用赫拉克利特残篇(B86)。表示逃避、回避的动词 διαφεύγω 后接不定式时,常规性地带有多余(赘生)否定词 μή。该句意为“逃脱被认识(即不为人知)”,不可将 μή 误解为双重否定而得出相反的肯定含义。
