- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:5.13.83-5.13.85
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者论证凡落入名称之下的皆为受造物,灵魂的上升必须依赖卓越的神圣恩典,并征引柏拉图《美诺篇》与《蒂迈欧篇》,将美德由神所赐以及对神明子嗣的信靠与基督宗教的启示相印证。
Πᾶν τοίνυν, ὃ ὑπὸ ὄνομα πίπτει, γεννητόν ἐστιν, ἐάν τε βούλωνται ἐάν τε μή. εἴτ’ οὖν ὁ πατὴρ αὐτὸς ἕλκει πρὸς αὑτὸν πάντα τὸν καθαρῶς βεβιωκότα καὶ εἰς ἔννοιαν τῆς μακαρίας καὶ ἀφθάρτου φύσεως κεχωρηκότα, εἴτε τὸ ἐν ἡμῖν αὐτεξούσιον εἰς γνῶσιν ἀφικόμενον τἀγαθοῦ σκιρτᾷ τε καὶ πηδᾷ ὑπὲρ τὰ ἐσκαμμένα,1 ᾗ φασιν οἱ γυμνασταί, πλὴν οὐ χάριτος ἄνευ τῆς ἐξαιρέτου πτεροῦταί τε καὶ ἀνίσταται καὶ ἄνω τῶν ὑπερκειμένων αἴρεται ἡ ψυχή, πᾶν τὸ βρῖθον ἀποτιθεμένη καὶ ἀποδιδοῦσα τῷ συγγενεῖ. λέγει δὲ καὶ ὁ Πλάτων ἐν τῷ Μένωνι θεόσδοτον τὴν ἀρετήν, ὡς δηλοῦσιν αἱ λέξεις αἵδε· ἐκ μὲν τοίνυν τούτου τοῦ λογισμοῦ, ὦ Μένων, θείᾳ ἡμῖν φαίνεται μοίρᾳ παραγινομένη ἡ ἀρετὴ οἷς παραγίνεται. ἆρ’ οὐ δοκεῖ σοι τὴν οὐκ εἰς πάντας ἥκουσαν γνωστικὴν ἕξιν θείαν μοῖραν ᾐνίχθαι; σαφέστερον δὲ ἐπιφέρει· εἰ δὲ νῦν ἡμεῖς ἐν παντὶ τῷ λόγῳ τούτῳ καλῶς ἐζητήσαμεν, ἀρετὴ ἂν εἴη οὔτε φύσει οὔτε διδακτόν, ἀλλὰ θείᾳ μοίρᾳ παραγιγνόμενον, ἄνευ νοῦ, οἷς ἂν παραγίγνηται. θεόσδοτος τοίνυν ἡ σοφία, δύναμις οὖσα τοῦ πατρός, προτρέπει μὲν ἡμῶν τὸ αὐτεξούσιον, ἀποδέχεται δὲ τὴν πίστιν καὶ ἀμείβεται τὴν ἐπίστασιν τῆς ἐκλογῆς ἄκρᾳ κοινωνίᾳ.
因此,凡落入名称之下的,无论他们情愿与否,都是受生的。因此,无论是父亲自将每一个纯洁度日并进入那福乐不朽之本性观念的人吸引归向祂自己,还是我们内在的自由意志在达到对善的认识后,如教练们所说的那样,雀跃腾踔跳越“掘槽的标线”,无论如何,若没有非凡的恩典,灵魂决不能生出羽翼、奋起自拔,被提升到居于其上之诸物之上,退卸掉一切压沉自身的重负,并将其归还给其同属之物。柏拉图在《美诺篇》中亦称美德是神赐的,正如以下字句所表明的: “因此,美诺啊,根据这种推论,在我们看来,美德对于那些获得它的人,似乎是凭着神意分配而临到的。” 在你看来,他把那未曾临到所有人的认知性状态隐喻为“神意分配”,难道不是这样吗?并且他更加清楚地补充道: “如果在这一整篇对话中我们现在的探讨是正确的,那么美德既非出自本性,亦非可教导的,而是凭着神意分配临到那些获得它的人,且并无理智参与。” 因此,那作为父的大能的神赐智慧,一方面激励我们的自由意志,另一方面接纳信仰,并以至高的共融奖赏坚定抉择的笃定。
καὶ δὴ αὐτόν σοι Πλάτωνα παραστήσω ἄντικρυς ἤδη θεοῦ παισὶ πιστεύειν ἀξιοῦντα· περὶ γὰρ θεῶν ὁρατῶν τε καὶ γενητῶν ποιησάμενος τὸν λόγον ἐν τῷ Τιμαίῳ περὶ δὲ τῶν ἄλλων δαιμόνων εἰπεῖν καὶ γνῶναι τὴν γένεσιν φησὶ μεῖζον ἢ καθ’ ἡμᾶς, πειστέον δὲ τοῖς εἰρηκόσιν ἔμπροσθεν, ἐκγόνοις μὲν θεῶν οὖσιν, ὡς ἔφασαν, σαφῶς δέ πως τοὺς ἑαυτῶν προγόνους εἰδότων.2 ἀδύνατον οὖν θεῶν παισὶν ἀπιστεῖν, καίπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσιν. οὐκ οἶμαι δύνασθαι σαφέστερον ὑπὸ Ἑλλήνων προσμαρτυρήσεσθαι τὸν σωτῆρα ἡμῶν καὶ τοὺς εἰς προφητείαν κεχρισμένους,3 τοὺς μὲν παῖδας θεοῦ ἀνηγορευμένους, τὸν δὲ κύριον υἱὸν ὄντα γνήσιον, ἀληθεῖς εἶναι περὶ τῶν θείων μάρτυρας· διὸ καὶ δεῖν πιστεύειν αὐτοῖς ἐνθέοις οὖσι προσέθηκε. κἂν τραγικώτερον εἴπῃ τις μὴ πιστεύειν· "οὐ γάρ τί μοι Ζεὺς ἦν ὁ κηρύξας τάδε, "ἀλλ’ ἴστω αὐτὸν τὸν θεὸν διὰ τοῦ υἱοῦ τὰς γραφὰς κηρύξαντα. πιστὸς δὲ ὁ τὰ οἰκεῖα καταγγέλλων, ἐπεὶ μηδεὶς φησὶν ὁ κύριος τὸν πατέρα ἔγνω, εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ.
而且,我现在就要向你证明,柏拉图本人亦直截要求人相信神明的子裔;因为在《蒂迈欧篇》中论及可见且受造的诸神之后,他说: “至于谈论其他神灵并知晓其生发起源, 这超越了我们的能力,但我们必须相信那些先前的宣说者,正如他们所说,他们既是神明的后裔,又以某种方式清楚知晓自己的祖先。因此,即便他们没有提供合理的与必然的证明,我们也不可能不信神明的子嗣。” 我认为,希腊人不可能更加明白地附带作证我们的救主以及那些受膏以行预言之人——后者被宣称是神明的后嗣,而主则是真正的儿子——是关于神圣之事的真实见证者;正因如此,他还补充道,既然他们是受神启发的,就必须相信他们。即使有人带有悲剧色彩地宣称不可相信: “因为向我宣告这些话的断非宙斯,”然而他也应当知道,是上帝亲自藉着儿子宣告了圣经。宣告属于自己家中之事的人是可信的,因为主说: “除了子,以及子所启示的人, 没有人认识父。”
πιστευτέον ἄρα τούτῳ καὶ κατὰ Πλάτωνα, κἂν ἄνευ γε εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων διά τε τῆς παλαιᾶς διά τε τῆς νέας διαθήκης κηρύσσηται καὶ λέγηται. ἐὰν γὰρ μὴ πιστεύσητε, φησὶν ὁ κύριος, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν· ἔμπαλιν δέ· ὁ πιστεύων ἔχει ζωὴν αἰώνιον. μακάριοι ἄρα πάντες οἱ πεποιθότες ἐπ’ αὐτῷ. πλεῖόν ἐστι τῆς πίστεως τὸ πεποιθέναι· ὅταν γὰρ ἐπίστηταί τις ὅτι ὁ υἱός ἐστι τοῦ θεοῦ ὁ διδάσκαλος ἡμῶν, πέποιθεν ἀληθῆ εἶναι τὴν διδασκαλίαν αὐτοῦ. ὡς δὲ ἡ μάθησις κατ’ Ἐμπεδοκλέα τὰς φρένας αὔξει, οὕτως ἡ εἰς τὸν κύριον πεποίθησις αὔξει τὴν πίστιν. τῶν αὐτῶν γοῦν φαμεν εἶναι φιλοσοφίαν μὲν ψέγειν, πίστεως δὲ κατατρέχειν4 ἀδικίαν τε ἐπαινεῖν καὶ τὸν κατ’ ἐπιθυμίαν βίον εὐδαιμονίζειν.
因此,依照柏拉图的观点,即便是“没有合理的与必然的证明”而通过旧约与新约被宣告和讲述出来,人也必须相信这位。因为主说: “你们若不信, 必要死在你们的罪中;”反之: “信的人有永生。” “因此,凡信靠祂的都是有福的。” 信靠乃是高于信仰;因为一旦有人确切知晓我们的导师乃是上帝的儿子,他就坚信祂的教导是真实的。正如依恩培多克勒所言: “学习增长心智,”照样,对主的信靠亦增进信仰。至少我们断言,指责哲学并贬低信仰,与称赞不义并艳羡放纵欲望的生活,全然出自同一等人。
- 5.13.83ὑπὲρ τὰ ἐσκαμμένα
源自古希腊跳远运动的习语,指跳跃比赛中挖掘的沙坑或界线(τὰ ἐσκαμμένα)。比喻超越常规、跳出限界或超出常度。
- 5.13.84ἐκγόνοις μὲν θεῶν οὖσιν, ὡς ἔφασαν, σαφῶς δέ πως τοὺς ἑαυτῶν προγόνους εἰδότων
引自柏拉图《蒂迈欧篇》40d–e。前面的分词短语 ἐκγόνοις... οὖσιν 在性数格上与前面的与格 τοῖς εἰρηκόσιν 一致,而后面的分词 εἰδότων 却突然转为属格复数。这忠实保留了柏拉图原文中依意结合(constructio ad sensum)或受属格独立结构混淆的特殊语法现象。
- 5.13.84οὐκ οἶμαι δύνασθαι σαφέστερον ὑπὸ Ἑλλήνων προσμαρτυρήσεσθαι τὸν σωτῆρα ἡμῶν καὶ τοὺς εἰς προφητείαν κεχρισμένους
动词 οὐκ οἶμαι 支配以 δύνασθαι 为核心的对格不定词结构,后者再支配被动未来不定词 προσμαρτυρήσεσθαι。被动不定词的意义主语对格是 τὸν σωτῆρα... καὶ τοὺς... κεχρισμένους,后附的 ἀληθεῖς εἶναι... μάρτυρας 则是修饰它们的述语对格不定词短语。
- 5.13.85τῶν αὐτῶν γοῦν φαμεν εἶναι φιλοσοφίαν μὲν ψέγειν, πίστεως δὲ κατατρέχειν
表特征的述语属性属格(predicate genitive of characteristic)。“τῶν αὐτῶν... εἶναι”意为“……属于/是同一类人的特征”。句末并列的四个不定词(ψέγειν, κατατρέχειν, ἐπαινεῖν, εὐδαιμονίζειν)充当 εἶναι 的语法主语。
