← 亚历山太的革利免

杂记

§5.12.81-5.12.82

上帝的绝对超越性与借由道和恩典的认识

作者援引古典诗人和圣经的见证,阐述了上帝绝对的超越性与不可知性,指出上帝超越一切逻辑范畴、证明与名称,唯有借着神圣的恩典及其道方能领悟。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.12.81

σοφώτατα τοίνυν γέγραπται τῷ Σόλωνι ταῦτα περὶ θεοῦ· "γνωμοσύνης δ’ ἀφανὲς χαλεπώτατόν ἐστι νοῆσαι μέτρον, ὃ δὴ πάντων πείρατα μοῦνον ἔχει." τὸ γάρ τοι θεῖον, ὁ Ἀκραγαντῖνός φησι ποιητής, "οὐκ ἔστιν πελάσασθαι ἐν ὀφθαλμοῖσιν ἐφικτὸν ἡμετέροις ἢ χερσὶ λαβεῖν, ᾗπέρ τε μεγίστη πειθοῦς ἀνθρώποισιν ἁμαξιτὸς εἰς φρένα πίπτει. " καὶ Ἰωάννης ὁ ἀπόστολος· θεὸν οὐδεὶς ἑώρακεν πώποτε· ὁ μονογενὴς θεός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο, τὸ ἀόρατον καὶ ἄρρητον κόλπον ὀνομάσας θεοῦ· βυθὸν δ’ αὐτὸν κεκλήκασιν ἐντεῦθεν τινὲς ὡς ἂν περιειληφότα καὶ ἐγκολπισάμενον τὰ πάντα ἀνέφικτόν τε καὶ ἀπέραντον. ναὶ μὴν ὁ δυσμεταχειριστότατος περὶ θεοῦ λόγος οὗτός ἐστιν. ἐπεὶ γὰρ ἀρχὴ παντὸς πράγματος δυσεύρετος, πάντως που ἡ πρώτη καὶ πρεσβυτάτη ἀρχὴ δύσδεικτος, ἥτις καὶ τοῖς ἄλλοις ἅπασιν αἰτία τοῦ γενέσθαι καὶ γενομένους εἶναι.1 πῶς γὰρ ἂν εἴη ῥητὸν ὃ μήτε γένος ἐστὶ μήτε διαφορὰ μήτε εἶδος μήτε ἄτομον μήτε ἀριθμός, ἀλλὰ μηδὲ συμβεβηκός τι μηδὲ ᾧ συμβέβηκέν τι. οὐκ ἂν δὲ ὅλον εἴποι τις αὐτὸν ὀρθῶς· ἐπὶ μεγέθει γὰρ τάττεται τὸ ὅλον καὶ ἔστι τῶν ὅλων πατήρ. οὐδὲ μὴν μέρη τινὰ αὐτοῦ λεκτέον· ἀδιαίρετον γὰρ τὸ ἕν, διὰ τοῦτο δὲ καὶ ἄπειρον, οὐ κατὰ τὸ ἀδιεξίτητον νοούμενον, ἀλλὰ κατὰ τὸ ἀδιάστατον καὶ μὴ ἔχον πέρας, καὶ τοίνυν ἀσχημάτιστον καὶ ἀνωνόμαστον.

因此,梭伦关于上帝写得极富智慧: “判断的隐秘准绳极难领会,唯有它确实掌握着万物的边界。” 因为阿克拉加斯的诗人也谈到神圣者说: “它不可用我们的眼睛去接近企及,亦不可用双手去把握,而正是由此,说服的最大坦途通向凡人的心灵。” 使徒约翰亦说道:“从来没有人见过上帝,只有在父怀里的独生神,将祂表明出来”,他将上帝不可见且不可言说之处称为“怀”。因此,有人将祂称为“渊薮”,仿佛祂包揽万物并将万物纳入怀中,难以企及且无边无际。确实,这就是关于上帝最难把握的论述。因为任何事物的本原既然都难以寻见,那么无论如何,作为首要且最古老的本原必然极难证明,而它正是所有其他事物得以生成以及生成后得以存在的因由。因为既非属,亦非种差,亦非种,亦非不可分割的个体,亦非数目,甚至连偶性都不是,也不是拥有偶性的主体的存在,又怎能用言语表达呢?人也不能正确地称祂为“整体”;因为整体是就量度而言的,而祂是万有总体的父。诚然也不可谈论祂的任何部分;因为“一”是不可分割的,因而也是无限的——这不是就无法穿行而言的无限,而是就无维度且没有极限而言的,因此也是无形相与无名称的。

§5.12.82

κἂν ὀνομάζωμεν αὐτό ποτε, οὐ κυρίως καλοῦντες ἤτοι ἓν ἢ τἀγαθὸν ἢ νοῦν ἢ αὐτὸ τὸ ὂν ἢ πατέρα ἢ θεὸν ἢ δημιουργὸν ἢ κύριον, οὐχ ὡς ὄνομα αὐτοῦ προφερόμενοι λέγομεν, ὑπὸ δὲ ἀπορίας ὀνόμασι καλοῖς προσχρώμεθα, ἵν’ ἔχῃ ἡ διάνοια, μὴ περὶ ἄλλα πλανωμένη, ἐπερείδεσθαι τούτοις.2 οὐ γὰρ τὸ καθ’ ἕκαστον μηνυτικὸν τοῦ θεοῦ, ἀλλὰ ἀθρόως ἅπαντα ἐνδεικτικὰ τῆς τοῦ παντοκράτορος δυνάμεως· τὰ γὰρ λεγόμενα ἢ ἐκ τῶν προσόντων αὐτοῖς ῥητά ἐστιν ἢ ἐκ τῆς πρὸς ἄλληλα σχέσεως, οὐδὲν δὲ τούτων λαβεῖν οἷόν τε περὶ τοῦ θεοῦ. ἀλλ’ οὐδὲ ἐπιστήμῃ λαμβάνεται τῇ ἀποδεικτικῇ· αὕτη γὰρ ἐκ προτέρων καὶ γνωριμωτέρων συνίσταται, τοῦ δὲ ἀγεννήτου οὐδὲν προϋπάρχει.3 λείπεται δὴ θείᾳ χάριτι καὶ μόνῳ τῷ παρ’ αὐτοῦ λόγῳ τὸ ἄγνωστον νοεῖν, καθὸ καὶ ὁ Λουκᾶς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων ἀπομνημονεύει τὸν Παῦλον λέγοντα· ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ. περιερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτο· ›ἀγνώστῳ θεῷ.‹ ὃν οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν.

即使我们有时给祂命名,非按本义地称祂为“一”,或“善”,或“心智”,或“实存本身”,或“父”,或“上帝”,或“造物主”,或“主”,我们这样说并非当作道出祂的名字,而是在困顿中借用美好的名称,好让思想不至于在别的事物周围游移漂泊,而能以这些名称为依托。因为没有任何单一名称能够揭示上帝,而是所有名称综合起来表明全能者的力量;因为被述说的诸事物,或者是由其所固有的属性言说,或者是由彼此的关系言说,但对于上帝而言,这两者皆不可能成立。甚至也不能通过证明性的知识来把握祂;因为这种知识是由先在且更为人所知的事物构成的,但对于非受造者而言,没有任何事物先于祂而存在。于是,唯有凭借神圣的恩典以及唯独出自祂的道,才能领悟这未知者,正如路加在《使徒行传》中记述保罗所说: “雅典人哪,我看你们在各方面都极有敬畏神明之心。因为我走过的时候,观看你们所敬拜的,也遇见一座坛,上面写着:‘给未识之神’。所以,你们所不认识而敬拜的这位,我告诉你们。”

语法注3 条
  1. 5.12.81γενομένους εἶναι

    在 τοῖς ἄλλοις ἅπασιν αἰτία τοῦ γενέσθαι καὶ γενομένους εἶναι 中,与 τοῦ γενέσθαι 并列的不定词 εἶναι,其逻辑主语并未采用前文的与格 τοῖς ἄλλοις ἅπασιν,而是转为宾格分词 γενομένους。这是希腊语不定词主语通常用宾格的语法惯例,表达“作为它们得以生成,以及生成后(它们自身)得以存在的因由”。

  2. 5.12.82ἵν’ ἔχῃ ἡ διάνοια, μὴ περὶ ἄλλα πλανωμένη, ἐπερείδεσθαι τούτοις

    此处动词 ἔχω 搭配不定词(ἐπερείδεσθαι),构成表示“能够……”或“有……之依托/凭借”的惯用结构。分词短语 μὴ περὶ ἄλλα πλανωμένη 作为插入成分修饰主语 ἡ διάνοια,整体受目的连词 ἵνα 引导,意为“好让思想不至于在别的事物周围游移漂泊,而能以这些名称为依托”。

  3. 5.12.82τοῦ δὲ ἀγεννήτου οὐδὲν προϋπάρχει

    动词 προϋπάρχω 是带有前缀 πρό(在……之前)的复合词,支配表示时间或逻辑先后的分离/比较属格(τοῦ ἀγεννήτου),主语为 οὐδέν,意为“对于非受造者而言,没有任何事物先于祂而存在”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:5.12.81-5.12.82