← 亚历山太的革利免

杂记

§5.13.134-5.13.137

外邦人的上帝认知与自由意志招致的恶

作者引用使徒保罗与旧约诸先知(以赛亚、约拿、玛拉基),论证外邦人亦潜在地认识作为造物主的上帝,并引证柏拉图与希腊诗人,说明邪恶之因在于人的自由意志而非上帝。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.13.134

πολὺ δὲ πλέον οἱ παρ’ Ἕλλησι πολυπράγμονες ἐκ τῆς βαρβάρου ὁρμώμενοι φιλοσοφίας τῷ ἀοράτῳ καὶ μόνῳ καὶ δυνατωτάτῳ καὶ τεχνικωτάτῳ καὶ τῶν καλλίστων αἰτιωτάτῳ τὴν προνομίαν ἔδοσαν, τὰ ἀκόλουθα τούτοις, εἰ μὴ κατηχηθεῖεν πρὸς ἡμῶν, οὐκ ἐπιστάμενοι, ἀλλ’ οὐδ’ αὐτὸν ὅπως νοεῖσθαι πέφυκεν τὸν θεόν,1 μόνον δ’, ὡς ἤδη πολλάκις εἰρήκαμεν, κατὰ περίφρασιν ἀληθῆ. εἰκότως οὖν ὁ ἀπόστολος ἢ Ἰουδαίων μόνων φησὶν ὁ θεός; οὐχὶ καὶ Ἑλλήνων; οὐ μόνον προφητικῶς λέγων καὶ τοὺς ἐξ Ἑλλήνων πιστεύοντας Ἕλληνας εἴσεσθαι τὸν θεόν, ἀλλὰ κἀκεῖνο μηνύων, ὡς δυνάμει μὲν ὁ κύριος καὶ θεὸς πάντων ἂν εἴη καὶ τῷ ὄντι παντοκράτωρ, κατὰ δὲ τὴν γνῶσιν οὐ πάντων θεός· οὔτε γὰρ ὅ ἐστιν οὔθ’ ὅπως κύριος καὶ πατὴρ καὶ ποιητής, οὐδὲ τὴν ἄλλην ἴσασιν οἰκονομίαν τῆς ἀληθείας, μὴ οὐ πρὸς αὐτῆς διδαχθέντες.2

然而,希腊人中的探求者以异邦哲学为出发点,将首要地位赋予那不可见、唯一、至大能、至工巧且为至美之物的终极原因者,其程度远甚于此;然而,他们若未受我们的教导,便不明白随之而来的结论,甚至不知道在本质上当如何认识上帝本身,而仅仅如我们已多次说过的那样,是通过一种真实的迂回表述。因此使徒说: “难道上帝单是犹太人的上帝吗? 不也是外邦人的吗?” 这诚然是理所当然的。他不仅预言性地表明那些信从的希腊人亦将认识上帝,而且还指出,尽管从权能上讲主确实是万有之上帝且实为全能者,但就认知而言,他并非万有之上帝。因为他们既不知他为何物,亦不知他如何为主、为父、为造物主,若非被真理本身所教导,他们亦不知真理的其他经纶。

§5.13.135

Ὡσαύτως καὶ τὰ προφητικὰ τὴν αὐτὴν ἔχει τῷ ἀποστολικῷ λόγῳ δύναμιν. Ἡσαΐας μὲν γάρ φησιν· εἰ δὲ λέγετε· ἐπὶ κύριον τὸν θεὸν ἡμῶν πεποίθαμεν· νῦν μίχθητε τῷ κυρίῳ μου βασιλεῖ τῶν Ἀσσυρίων. καὶ ἐπιφέρει· καὶ νῦν μὴ ἄνευ κυρίου ἀνέβημεν ἐπὶ τὴν χώραν ταύτην τοῦ πολεμῆσαι αὐτήν; Ἰωνᾶς δὲ ὁ καὶ αὐτὸς προφήτης τὸ αὐτὸ αἰνίσσεται δι’ ὧν φησιν· καὶ εἰσῆλθεν πρὸς αὐτὸν ὁ πρῳρεὺς καὶ εἶπεν αὐτῷ· τί σὺ ῥέγχεις; ἀνάστηθι, ἐπικαλοῦ τὸν θεόν σου, ὅπως διασώσῃ ἡμᾶς καὶ μὴ ἀπολώμεθα. τὸ μὲν γὰρ ὁ θεός σου τῷ κατ’ ἐπίγνωσιν εἰδότι εἶπεν, τῷ δὲ ὅπως διασώσῃ ἡμᾶς ὁ θεὸς τὴν συναίσθησιν τῶν εἰς τὸν παντοκράτορα ἐπιβαλόντων τὸν νοῦν ἐθνῶν ἐδήλωσεν τῶν μηδέπω πεπιστευκότων. καὶ πάλιν ὁ αὐτός· καὶ εἶπεν πρὸς αὐτούς· δοῦλος κυρίου ἐγώ εἰμι καὶ κύριον τὸν θεὸν τοῦ οὐρανοῦ ἐγὼ φοβοῦμαι.

同样,先知书亦具有与使徒言论相同的效力。 因为以赛亚说: “若你们说:我们倚靠主我们的上帝;如今当与我主亚述王结盟。” 随后他又补充道: “如今我们上来攻打这地以与它争战,岂是没有主的意思吗?” 而同为先知的约拿亦借其所言暗示了同样的事: “船长来到他面前,对他说:你为何沉睡打鼾?起来,求告你的上帝,或许上帝会拯救我们,使我们不致灭亡。” 因为他说“你的上帝”,是对那凭真知而晓得者说的;而借着“或许上帝会拯救我们”,他显明了那些尚未信从、却将心思归向全能者的外邦人之自觉。这位先知又说: “他对他们说:我是主的仆人,我敬畏那天上的上帝、主。”

§5.13.136

αὖθίς τε ὁ αὐτός· καὶ εἶπαν· μηδαμῶς, κύριε· μὴ ἀπολώμεθα ἕνεκεν τῆς ψυχῆς τοῦ ἀνθρώπου τούτου. Μαλαχίας δὲ ὁ προφήτης ἄντικρυς ἐμφαίνει τὸν θεὸν λέγοντα· θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν, διότι ἀπ’ ἀνατολῆς ἡλίου ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυσία μοι προσφέρεται. καὶ πάλιν· διότι βασιλεὺς μέγας ἐγώ εἰμι, λέγει κύριος παντοκράτωρ, καὶ τὸ ὄνομά μου ἐπιφανὲς ἐν τοῖς ἔθνεσιν. ποῖον ὄνομα; ἐν μὲν τοῖς πεπιστευκόσιν ὁ υἱὸς πατέρα μηνύων, ἐν δὲ τοῖς Ἕλλησι τὸ θεὸς ποιητής. τό τε αὐτεξούσιον ὁ Πλάτων ἐνδείκνυται διὰ τῶνδε· ἀρετὴ δὲ ἀδέσποτον, ἣν τιμῶν καὶ ἀτιμάζων πλέον καὶ ἔλαττον ἕκαστος αὐτῆς μεθέξει. αἰτία ἑλομένου· θεὸς ἀναίτιος.3 κακῶν γὰρ ὁ θεὸς οὔποτε αἴτιος. "Ὦ Τρῶες ἀρηίφιλοι, "ὁ λυρικός φησι, "Ζεὺς ὑψιμέδων, ὃς ἅπαντα δέρκεται, οὐκ αἴτιος θνατοῖς μεγάλων ἀχέων· ἀλλ’ ἐν μέσῳ κεῖται κιχεῖν πᾶσιν ἀνθρώποισι Δίκαν ὁσίαν, ἁγνᾶς Εὐνομίας ἀκόλουθον καὶ πινυτᾶς θέμιδος· ὀλβίων παῖδες οἵ νιν εὑρόντες σύνοικον. "

他又说: “他们说:绝不,主啊;愿我们不致因这人的性命而灭亡。” 先知玛拉基亦直截了当地显明上帝说: “我不从你们手中悦纳祭物,因为从日出之地到日落之处,我的名在外邦中被尊为大,且在各处皆有人向我献上祭物。” 又说: “全能的主说:因为我是大君王,我的名在外邦中显赫。” 这是怎样的名呢?在信从者之中,是指明父的“子”;而在希腊人中,则是“造物主上帝”。柏拉图亦借以下言辞表明了自由意志: “美德不受任何主人支配,各人或尊重它或轻慢它,便或多或少地分有它。责任在选择者;上帝无咎。” 因为上帝绝非邪恶之因。 抒情诗人说: “爱好战争的特洛伊人啊,鉴察万有的居于高处的宙斯绝非凡人巨大悲痛之因;相反,人人皆可求取神圣的正义,她是贞洁的良好秩序与明智之法则的伴侣;寻得她作同住者的人,乃是有福之人的后裔。”

§5.13.137

Πίνδαρος δὲ ἄντικρυς καὶ σωτῆρα Δία συνοικοῦντα Θέμιδι εἰσάγει, βασιλέα, σωτῆρα δίκαιον, ἑρμηνεύων ὧδέ πως· "πρῶτα μὲν εὔβουλον Θέμιν οὐρανίαν, χρυσέαισιν ἵπποισιν Ὠκεανοῦ παρὰ παγᾶν Μοῖραι ποτὶ κλίμακα σεμνὰν ἆγον Ὀλύμπου λιπαρὰν καθ’ ὁδόν, σωτῆρος ἀρχαίαν ἄλοχον Διὸς ἔμμεν· ἁ δὲ τὰς χρυσάμπυκας ἀγλαοκάρπους τίκτεν ἀλαθέας Ὥρας." ὁ τοίνυν μὴ πειθόμενος τῇ ἀληθείᾳ, διδασκαλίᾳ δὲ ἀνθρωπίνῃ τετυφωμένος, δυσδαίμων, ἄθλιός τε καὶ κατὰ τὸν Εὐριπίδην, "ὃς τάδε λεύσσων θεὸν οὐχὶ νοεῖ, μετεωρολόγων δ’ ἑκὰς ἔρριψεν σκολιὰς ἀπάτας,4 ὧν ἀτηρὰ γλῶσσα εἰκοβολεῖ περὶ τῶν ἀφανῶν, οὐδὲν γνώμης μετέχουσα."

品达亦直截了当地引入与法则同居的救主宙斯,将他阐释为君王与公义的救主,大意如下: “起初,命运女神们驾着金马,引领深谋远虑的天界法则从大洋泉源沿着辉煌大道登上奥林匹斯的圣梯,作救主宙斯的古老发妻;她遂生下了头戴金束带、结出绚烂果实的真实的季节女神们。” 因此,那不顺服真理、反因人的教导而自高自大的人,乃是不幸且可怜的,正如欧里庇得斯所言: “目睹这些而不领悟上帝,且未曾将占星家们曲折的欺罔弃于远处之人;后者的祸害之舌对隐秘之事妄加臆测,毫无明哲之见。”

语法注4 条
  1. 5.13.134αὐτὸν ὅπως νοεῖσθαι πέφυκεν τὸν θεόν

    先取构词(prolepsis)。间接疑问从句的逻辑主语 τὸν θεόν 被提前至宾格位置,与先行代词 αὐτόν 构成同位关系。其核心结构为:ὅπως αὐτὸς ὁ θεὸς νοεῖσθαι πέφυκεν(“上帝本身在本质上当如何被认识”)。

  2. 5.13.134μὴ οὐ πρὸς αὐτῆς διδαχθέντες

    承接前文的否定句(οὐδὲ ... ἴσασιν),μὴ οὐ 与分词 διδαχθέντες 结合,表示条件性的排除(“若非受到……的教导”)。这是否定意义句之后的惯用双重否定结构,起到等同于条件从句(εἰ μὴ διδαχθεῖεν)的作用。

  3. 5.13.136αἰτία ἑλομένου· θεὸς ἀναίτιος

    引自柏拉图《理想国》卷十(617E),省略了系动词 ἐστί。不定过去时中间位分词 ἑλομένου 无冠词名词化,属格表示归属:“责任归于选择者”。与之紧密对照的是 θεὸς ἀναίτιος(“上帝无咎/无责”)。

  4. 5.13.137ὃς τάδε λεύσσων θεὸν οὐχὶ νοεῖ, μετεωρολόγων δ’ ἑκὰς ἔρριψεν σκολιὰς ἀπάτας

    引自欧里庇得斯的佚作残篇。否定词 οὐχί 直接修饰前半句的 νοεῖ;难点在于该否定是否延伸至由 δέ 连接的动词 ἔρριψεν。从上下文来看,否定效力必须统摄前后两分句(“既不领悟上帝,亦未将欺罔摒弃”),因为抛弃欺罔本属善德,不能视作受谴责之人的特征。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:5.13.134-5.13.137