- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:5.13.130-5.13.133
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者援引赫西俄德、荷马、米南德、埃斯库罗斯、德尔斐神谕、毕达哥拉斯派及柏拉图等人的言论,论证希腊文学对上帝公义、良善与全能的认知,进而阐明全受造界与四方各民族对至高造物主皆怀有与生俱来的先入之见。
Πάλιν, τοῦ Μωυσέως εἰς μόχθους καὶ πόνους διὰ τὴν παράβασιν τέξεσθαι τὴν γυναῖκα προφητεύσαντος, ποιητής τις οὐκ ἄσημος γράφει· "οὐδέ ποτ’ ἦμαρ παύσονται καμάτου καὶ ὀιζύος, οὐδέ τι νύκτωρ στεινόμενοι· χαλεπὰς δὲ θεοὶ δώσουσι μερίμνας." ἔτι Ὅμηρος μέν, εἰπὼν "αὐτὸς δὲ χρύσεια πατὴρ ἐτίταινε τάλαντα, "δίκαιον τὸν θεὸν μηνύει· Μένανδρος δὲ ὁ κωμικός, ἀγαθὸν ἑρμηνεύων τὸν θεόν, φησίν· "ἅπαντι δαίμων ἀνδρὶ συμπαρίσταται εὐθὺς γενομένῳ μυσταγωγὸς τοῦ βίου ἀγαθός· κακὸν γὰρ δαίμονα οὐ νομιστέον εἶναι, βίον βλάπτοντα χρηστόν." εἶτα ἐπιφέρει· "ἅπαντα δ’ ἀγαθὸν εἶναι τὸν θεόν,1 "ἤτοι πάντα θεὸν ἀγαθὸν λέγων ἤ, ὅπερ καὶ μᾶλλον, ἐν πᾶσι τὸν θεὸν ἀγαθὸν εἶναι.
再者,摩西曾预言女人因着过犯必在劳苦与痛苦中生产,一位并非无名之辈的诗人写道: “无论白天,他们都不得从劳苦与悲叹中停歇,夜间亦受压迫;诸神必赐下沉重的忧虑。” 此外,荷马说了: “父亲自高举起金色的天平,”以此表明上帝是公义的;而喜剧诗人米南德将上帝阐释为良善的,说道: “每一个人一出生,便有一位善的灵魅侍立身旁,作他生命的引路人;因为绝不可认为有恶的灵魅败坏善良的生活。” 随后他又补充道: “而上帝在凡事上皆是良善的,”这要么是说每一位神都是良善的,要么——而且更可能是——上帝在凡事上都是良善的。
Πάλιν αὖ Αἰσχύλος μὲν ὁ τραγῳδοποιός, τὴν δύναμιν τοῦ θεοῦ παρατιθέμενος, οὐκ ὀκνεῖ καὶ ὕψιστον αὐτὸν προσαγορεύειν διὰ τούτων· "χώριζε θνητῶν τὸν θεὸν καὶ μὴ δόκει ὅμοιον σαυτῷ σάρκινον καθεστάναι. οὐκ οἶσθα δ’ αὐτόν· ποτὲ μὲν ὡς πῦρ φαίνεται ἄπλατος ὁρμή, ποτὲ δὲ ὕδωρ, ποτὲ γνόφος· καὶ θηρσὶν αὐτὸς γίνεται παρεμφερής, ἀνέμῳ νεφέλῃ τε καὶ ἀστραπῇ, βροντῇ, βροχῇ. ὑπηρετεῖ δὲ αὐτῷ θάλασσα καὶ πέτραι, καὶ πᾶσα πηγὴ καὶ ὕδατος συστήματα. τρέμει δ’ ὄρη καὶ γαῖα καὶ πελώριος βυθὸς θαλάσσης καὶ ὀρέων ὕψος μέγα, ἐπὰν ἐπιβλέψῃ γοργὸν ὄμμα δεσπότου. πάντα δυνατὴ γὰρ δόξα ὑψίστου θεοῦ." ἀρ’ οὐ δοκεῖ σοι ἐκεῖνο παραφράζειν τὸ ἀπὸ προσώπου κυρίου τρέμει ἡ γῆ;
悲剧诗人埃斯库罗斯再次陈述上帝的大能,毫不犹豫地借着以下的话称他为至高者: “当将上帝与凡人分别开来,休要想他有如你一般的血肉之躯。你并不认识他;有时他显现为火,势不可挡;有时显现为水,有时显现为幽暗;他亲自变得有如野兽,有如风云、闪电、雷鸣与雨。海洋与磐石皆听命于他,一切泉源与渊水之汇聚亦然。当主宰可畏的眼目垂顾之时,群山大地、汪洋之深渊与群山之崇高皆为之战栗。因为至高上帝的荣耀是无所不能的。” 你难道不觉得他是在转述那句经文吗: “大地在主面前战栗”?
Ἐπὶ τούτοις ὁ μαντικώτατος Ἀπόλλων, μαρτυρῶν τῇ δόξῃ τοῦ θεοῦ, λέγειν ἀναγκάζεται περὶ τῆς Ἀθηνᾶς, ἡνίκα ἐπὶ τὴν Ἑλλάδα ἐστράτευον οἱ Μῆδοι, ὡς ἐδεῖτό τε καὶ ἱκέτευε τὸν Δία περὶ τῆς Ἀττικῆς. ἔχει δὲ ὧδε ὁ χρησμός· "οὐ δύναται Παλλὰς Δἴ Ὀλύμπιον ἐξιλάσασθαι, λισσομένη πολλοῖσι λόγοις καὶ μήτιδι πυκνῇ· πολλοὺς δ’ ἀθανάτων νηοὺς μαλερῷ πυρὶ δώσει, οἵ που νῦν ἱδρῶτι ῥεεύμενοι ἑστήκασιν δείματι παλλόμενοι, "καὶ τὰ ἐπὶ τούτοις.
除此以外,最善预言的阿波罗亦为上帝的荣耀作见证;当米底亚人进军希腊之时,他被迫述说雅典娜如何为阿提卡向宙斯哀求与祈祷。那神谕如下: “帕拉斯纵以诸多言辞与深密智谋哀求,亦无法平息奥林匹斯宙斯的怒火;但他必将诸不朽者的众多神庙付诸猛火,那些神庙如今正流淌着汗水,在惊恐中颤抖着伫立,”以及随后的诗句。
Θεαρίδας δὲ ἐν τῷ Περὶ φύσεως γράφει· ἁ ἀρχὰ τῶν ὄντων, ἀρχὰ μὲν ὄντως ἀληθινά, μία· κείνα γὰρ ἐν ἀρχᾷ τέ ἐστιν ἓν καὶ μόνον, "οὐδέ τις ἔσθ’ ἕτερος χωρὶς μεγάλου βασιλῆος, "Ὀρφεὺς λέγει· ᾧ πειθόμενος ὁ κωμικὸς Δίφιλος γνωμικώτατα τὸν ὄντα πάντων, φησί, "πατέρα τοῦτον διὰ τέλους τίμα μόνον, ἀγαθῶν τοσούτων εὑρετὴν καὶ κτίστορα." εἰκότως τοίνυν καὶ Πλάτων ἐθίζει τὰς βελτίστας φύσεις ἀφικνεῖσθαι πρὸς τὸ μάθημα, ὃ ἐν τῷ πρόσθεν ἔφαμεν εἶναι μέγιστον, ἰδεῖν τε τἀγαθὸν καὶ ἀναβῆναι ἐκείνην τὴν ἀνάβασιν. τοῦτο δέ, ὡς ἔοικεν, οὐκ ὀστράκου ἂν εἴη περιστροφή,2 ἀλλὰ ψυχῆς περιαγωγή, ἐκ νυκτερινῆς τινος ἡμέρας εἰς ἀληθινὴν τοῦ ὄντος οὖσαν ἐπάνοδον, ἣν δὴ φιλοσοφίαν ἀληθῆ φήσομεν εἶναι. καὶ τοὺς ταύτης μετασχόντας τοῦ χρυσοῦ γένους κρίνει, ἐστὲ μὲν δὴ πάντες ἀδελφοί λέγων, οἱ δὲ τοῦ χρυσοῦ γένους ἀκριβέστατα καὶ πάντῃ. Τοῦ πατρὸς ἄρα καὶ ποιητοῦ τῶν συμπάντων ἐμφύτως καὶ ἀδιδάκτως ἀντιλαμβάνεται πάντα πρὸς πάντων,3 τὰ μὲν ἄψυχα συμπαθοῦντα τῷ ζῴῳ, τῶν δὲ ἐμψύχων τὰ μὲν ἤδη ἀθάνατα καθ’ ἡμέραν ἐργαζόμενα, τῶν δὲ ἔτι θνητῶν τὰ μὲν ἐν φόβῳ, καὶ διὰ τῆς μητρὸς αὐτῶν ἔτι κατὰ γαστρὸς ὀχούμενα, τὰ δὲ αὐτεξουσίῳ, καὶ τῶν ἀνθρώπων πάντες Ἕλληνές τε καὶ βάρβαροι. γένος δ’ οὐδὲν οὐδαμοῦ τῶν γεωργούντων οὐδὲ νομάδων, ἀλλ’ οὐδὲ τῶν πολιτικῶν δύναται ζῆν, μὴ προκατειλημμένον τῇ τοῦ κρείττονος πίστει. διὸ πᾶν μὲν ἔθνος ἑῴων, πᾶν δὲ ἑσπερίων ἁπτόμενον ᾐόνων βόρειόν τε καὶ τὰ πρὸς τῷ νότῳ πάντα μίαν ἔχει καὶ τὴν αὐτὴν πρόληψιν περὶ τοῦ καταστησαμένου τὴν ἡγεμονίαν, εἴ γε καὶ τὰ καθολικώτατα τῶν ἐνεργημάτων αὐτοῦ διαπεφοίτηκεν ἐπ’ ἴσης πάντα·
塞阿里达斯在《论自然》中写道: “万有的本原,作为真正真实的本原,乃是唯一的;因为在起初,那本原即是唯一而独一的,”奥菲斯亦说: “离开那伟大的君王,绝无任何他者;”喜剧诗人狄菲鲁斯遵从这教导,极富格言色彩地说道: “这位作为万有之父者,唯当终身敬奉他,他是如此多美善之物的发明者与创造主。” 因此,柏拉图亦理所当然地使最优秀的禀赋去达到我们先前所说为最伟大的学问,既得见善本身,又作那样的攀登。 正如人们所见,这绝非贝壳的翻转,而是灵魂从某种如夜之昼转向通往存在者的真实上升,我们将确凿地称之为真正的哲学。 他判定那些分享此道的人属于黄金种族,说道: “你们固然皆为弟兄,”而黄金种族的人最为精确且完全地属于此列。 因此,万物无不由万方生来且未经教导地领悟万有的父与造物主:无生物与有生物同感,有生物中已得不朽者日日作工,尚属必死者中有者在恐惧中且尚在母腹中被孕育时便然,有者则凭自由意志,而在人类之中,无论是希腊人还是蛮族人皆是如此。无论农夫、游牧民还是城邦居民,在任何地方都没有一个种族能在不先受对至高者的信仰所占据的情况下生存。因此,凡接壤东方海岸之民族、西方海岸之民族、北方以及南方的一切民族,关于那位确立统治者皆拥有同一先入之见,因为他最普遍的作为确已平等地遍及万物。
- 5.13.130ἅπαντα δ’ ἀγαθὸν εἶναι τὸν θεόν
关于 ἅπαντα 的语法功能,作者在引文之后紧接着提出了两种解释:其一是将 πάντα 视为主语修饰语,意为“每一位神都是良善的”(πάντα θεὸν ἀγαθὸν λέγων);其二是作副词性宾格(关系宾格),意为“上帝在凡事上皆是良善的”(ἐν πᾶσι τὸν θεὸν ἀγαθὸν εἶναι)。作者通过 ὅπερ καὶ μᾶλλον(“而这更为妥当”)明确倾向于后者。
- 5.13.133οὐκ ὀστράκου ἂν εἴη περιστροφή
此句脱胎于柏拉图《理想国》521c中掷贝壳游戏(ostrakinda)的成语典故。它将涂有黑白两面的贝壳翻转(比喻轻率、表面的翻转或儿戏)与灵魂从幽暗转向真实之光的根本性回转(περιαγωγή)相对比。
- 5.13.133ἀντιλαμβάνεται πάντα πρὸς πάντων
中性复数主语 πάντα 支配单数动词 ἀντιλαμβάνεται,属于标准雅典语语法(中性复数主语接单数动词)。介词短语 πρὸς πάντων(“由万物/从各方”)表施事,表明对造物主的认知普遍地贯穿于受造界的各个层面与维度。
