- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:5.13.125-5.13.129
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者将以赛亚书与耶利米书等先知经文与奥菲斯、阿尔基罗库斯、伪福西利德斯、索福克勒斯及品达等人的诗句并列对照,论证希腊诗人同样认识到上帝的独一性、全能性与不可测透性,以及天使的存在。
καὶ τὰ διὰ Ἡσαΐου τίς ἐμέτρησεν τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί; πάλιν ὅταν εἴπῃ· "αἰθέρος ἠδ’ Ἀίδου, πόντου γαίης τε τύραννε, ὅς βρονταῖς σείεις βριαρὸν δόμον Οὐλύμποιο· δαίμονες ὃν φρίσσουσι, θεῶν δὲ δέδοικεν ὅμιλος· ᾧ Μοῖραι πείθονται, ἀμείλικτοί περ ἐοῦσαι· ἄφθιτε, μητροπάτωρ,1 οὗ θυμῷ πάντα δονεῖται· ὃς κινεῖς ἀνέμους, νεφέλῃσι δὲ πάντα καλύπτεις, πρηστῆρσι σχίζων πλατὺν αἰθέρα· σὴ μὲν ἐν ἄστροις τάξις, ἀναλλάκτοισιν ἐφημοσύναισι τρέχουσα· σῷ δὲ θρόνῳ πυρόεντι παρεστᾶσιν πολύμοχθοι ἄγγελοι, οἷσι μέμηλε βροτοῖς ὡς πάντα τελεῖται·2 σὸν μὲν ἔαρ λάμπει νέον ἄνθεσι πορφυρέοισιν· σὸς χειμὼν ψυχραῖσιν ἐπερχόμενος νεφέλαισιν· σάς ποτε βακχευτὴς Βρόμιος διένειμεν ὀπώρας. "
经由以赛亚所说的话亦是如此: “谁曾用虎口量苍天,用手掌称全地呢?” 又如当他说道: “以太与冥府、海洋与大地的君主啊,你以雷霆震撼奥林匹斯的坚固居所;灵魅因你而战栗,诸神的群落亦心生畏惧;甚至连冷酷无情的命运三女神也顺从于你;不朽者,母兼父者,因你的震怒万物颤动;你驭使风云,以云彩遮蔽万有,用雷火劈开广阔的以太;群星中的秩序归你掌管,遵照不可变更的诫命运行;在你的火焰宝座旁侍立着辛劳的使者,他们关切凡人中间万事如何成就;你崭新的春天以紫色的繁花闪耀;你的冬日伴着清冷的云雾降临;曾几何时狂欢之神布罗米俄斯所分赐的,亦是你的秋实果实。”
εἶτα ἐπιφέρει, ῥητῶς παντοκράτορα ὀνομάζων τὸν θεόν· ἄφθιτον, ἀθάνατον, ῥητὸν μόνον ἀθανάτοισιν. ἐλθέ, μέγιστε θεῶν πάντων, κρατερῇ σὺν ἀνάγκῃ, φρικτός, ἀήττητος, μέγας, ἄφθιτος, ὃν στέφει αἰθήρ. διὰ μὲν τοῦ μητροπάτωρ οὐ μόνον τὴν ἐκ μὴ ὄντων γένεσιν ἐμήνυσεν, δέδωκεν δὲ ἀφορμὰς τοῖς τὰς προβολὰς εἰσάγουσι τάχα καὶ σύζυγον νοῆσαι τοῦ θεοῦ· παραφράζει δὲ ἐκείνας τὰς προφητικὰς γραφάς, τήν τε διὰ Ὠσηὲ ἐγὼ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα, οὗ αἱ χεῖρες τὴν στρατιὰν τοῦ οὐρανοῦ ἐθεμελίωσαν, καὶ τὴν διὰ Μωυσέως· ἴδετε· ἴδετε, ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἔστι θεὸς ἕτερος πλὴν ἐμοῦ· ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω· πατάξω κἀγὼ ἰάσομαι· καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου. "αὐτὸς δὲ ἐξ ἀγαθοῖο κακὸν θνητοῖσι φυτεύει καὶ πόλεμον κρυόεντα καὶ ἄλγεα δακρυόεντα "κατὰ τὸν Ὀρφέα.
随后他又补充道,明白地称上帝为“全能者”:“不朽者,永生者,唯有对不朽者方可述说的主;来吧,万神中至大者,带着强大的必然,令人生畏、不可战胜、伟大而不朽者,以太为你加冕。”借着“母兼父者”这一称呼,他不仅表明了从无到有的生成,亦为那些引入流出说的人提供了契机,使他们或许设想出上帝的配偶。而他正在转述那些先知的经文,既有经由何西阿所传的: “我是那立定雷霆、造作风者,”其双手奠定了天上万军的根基;又有经由摩西所传的: “你们看,看哪,唯有我是,除我以外并无别神;我使人死,使人活;我击伤,我也医治;无人能从我手中救出。” 正如奥菲斯所言: “他亲自从善中为凡人栽植恶, 栽植寒战的战祸与令人垂泪的悲痛。”
Τοιαῦτα καὶ ὁ Πάριος Ἀρχίλοχος λέγει· "ὦ Ζεῦ, πάτερ Ζεῦ, σὸν μὲν οὐρανοῦ κράτος, σὺ δ’ ἔργα ἐπ’ ἀνθρώπων ὁρᾷς λεωργὰ κἀθέμιστα." πάλιν ἡμῖν ᾀσάτω ὁ Θρᾴκιος Ὀρφεύς· "χεῖρα δὲ δεξιτερὴν ἐπὶ τέρματος ὠκεανοῖο πάντοθεν ἐκτέτακεν, γαίη δ’ ὑπὸ ποσσὶ βέβηκεν." ταῦτα ἐμφανῶς ἐκεῖθεν εἴληπται· ὁ κύριος σώσει πόλεις κατοικουμένας, καὶ τὴν οἰκουμένην ὅλην καταλήψεται τῇ χειρὶ ὡς νεοσσιάν· κύριος ὁ ποιήσας τὴν γῆν ἐν ἰσχύι τῇ αὑτοῦ, ὥς φησιν Ἱερεμίας, καὶ ἀνορθώσας τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ. ἔτι πρὸς τοῖσδε Φωκυλίδης τοὺς ἀγγέλους δαίμονας καλῶν, τοὺς μὲν εἶναι ἀγαθοὺς αὐτῶν, τοὺς δὲ φαύλους διὰ τούτων παρίστησιν, ἐπεὶ καὶ ἡμεῖς ἀποστάτας τινὰς παρειλήφαμεν· "ἀλλ’ ἄρα δαίμονές εἰσιν ἐπ’ ἀνδράσιν ἄλλοτε ἄλλοι· " οἳ μὲν ἐπερχομένου κακοῦ ἀνέρας ἐκλύσασθαι.3
帕罗斯的阿尔基罗库斯亦如此说道: “宙斯啊,父宙斯,天上的权柄属于你,你鉴察人间凶残与不法的行为。” 再让色雷斯的奥菲斯为我们歌唱吧: “他将右手伸向四方大洋的边际,大地立于他的双足之下。” 这些话显然是取自这里: “主必拯救有人居住的城邑,且要用手将整个世界如鸟巢般取来;”正如耶利米所言: “主以其大能创造大地,以其智慧坚立世界。” 除此之外,福西利德斯将天使称为“灵魅”,借着以下诗句说明他们有的良善,有的邪恶,因为我们也承袭了关于某些叛离之者的教训: “然而确有灵魅临到众人,时此而时彼;”其中有的在祸患临头时拯救凡人。
καλῶς οὖν καὶ Φιλήμων ὁ κωμικὸς τὴν εἰδωλολατρείαν ἐκκόπτει διὰ τούτων· "οὐκ ἔστιν ἡμῖν οὐδεμία Τύχη θεός, οὐκ ἔστιν, ἀλλὰ ταὐτόματον ὃ γίγνεται ὡς ἔτυχ’ ἑκάστῳ, προσαγορεύεται τύχη." Σοφοκλῆς δὲ ὁ τραγῳδοποιὸς "οὐδὲ θεοῖς, "λέγει, "αὐθαίρετα πάντα πέλονται, νόσφι Διός· κεῖνος γὰρ ἔχει τέλος ἠδὲ καὶ ἀρχήν." ὅ τε Ὀρφεύς· "ἓν κράτος, εἷς δαίμων γένετο, μέγας οὐρανὸν αἴθων, ἓν δὲ τὰ πάντα τέτυκται, ἐν ᾧ τάδε πάντα κυκλεῖται, πῦρ καὶ ὕδωρ καὶ γαῖα, "
因此,喜剧诗人菲勒蒙借着这些话极好地铲除了偶像崇拜: “对我们而言绝无什么机遇女神,绝无;乃是自然发生、偶然临到各人之事,被称为机遇。” 悲剧诗人索福克勒斯亦说: “即便是对于诸神, 离开宙斯,万事亦非全凭己愿; 因为唯有他执掌终结与开端。” 奥菲斯亦云: “诞生了唯一的王权,唯一的神,照耀上天的至大者;万有被造成一体,其中水火大地皆在其内循环回转,”
καὶ τὰ ἐπὶ τούτοις. Πίνδαρός τε ὁ μελοποιὸς οἷον ἐκβακχεύεται, ἄντικρυς εἰπών· "τί θεός; ὅ τι τὸ πᾶν." καὶ πάλιν· "θεὸς ὁ πάντα τεύχων βροτοῖς." ἐπὰν δὲ εἴπῃ· "τί ἔλπεαι σοφίαν; ὀλίγον τοι ἀνὴρ ὑπὲρ ἀνδρὸς ἔχει.4 τὰ θεῶν βουλεύματα ἐρευνᾶσαι βροτέᾳ φρενὶ δύσκολον· θνατᾶς δ’ ἀπὸ ματρὸς ἔφυ, " ἐκεῖθεν ἔσπακε τὴν διάνοιαν· τίς ἔγνω νοῦν κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; ἀλλὰ καὶ Ἡσίοδος δι’ ὧν γράφει συνᾴδει τοῖς προειρημένοις· "μάντις δ’ οὐδείς ἐστιν ἐπιχθονίων ἀνθρώπων, ὅστις ἂν εἰδείη Ζηνὸς νόον αἰγιόχοιο." εἰκότως ἄρα Σόλων ὁ Ἀθηναῖος ἐν ταῖς ἐλεγείαις, καὶ αὐτὸς κατακολουθήσας Ἡσιόδῳ, "πάντῃ δ’ ἀθανάτων ἀφανὴς νόος ἀνθρώποισι "γράφει.
以及随后的诗句。抒情诗人品达亦如狂喜附体般直截了当地说道: “何谓神?那成为万有的一切。” 他又说: “神乃是为凡人成就万事者。” 当他说道: “你为何指望智慧?一人胜过另一人不过微乎其微。以凡人的心智探求诸神的旨意是艰难的;因为他生自必死的母亲,”他是从那段经文中汲取了思想: “谁曾知道主的心?或者谁曾作过他的谋士呢?” 不仅如此,赫西俄德亦通过其笔墨与前述相符: “地上的人类中绝无先知,能洞晓执羊皮盾之宙斯的心意。” 雅典的梭伦本人亦随从赫西俄德,在其挽歌诗中写下如下之语,自是理所当然: “而不朽诸神的心意在凡人面前无论如何都是隐秘难寻的。”
- 5.13.125μητροπάτωρ
意为“母兼父者”的复合词。克莱门特在此指出,该词既表明了上帝作为双性根源从无到有的创造(ἐκ μὴ ὄντων γένεσις),但也给那些主张流出说(προβολαί)的人提供了契机(ἀφορμή),以臆想出上帝的配偶(σύζυγος)。
- 5.13.125οἷσι μέμηλε βροτοῖς ὡς πάντα τελεῖται
无人称动词 μέλω(完成时 μέμηλε)支配与格关系代词 οἷσι(指天使们),意为“……是其所关切的”。在间接疑问句 ὡς πάντα τελεῖται 内部,βροτοῖς 作关联或利害与格(“对凡人而言/在凡人中间”)。
- 5.13.127οἳ μὲν ἐπερχομένου κακοῦ ἀνέρας ἐκλύσασθαι
在关系从句 οἳ μὲν(“其中一部分”)之后,不定式 ἐκλύσασθαι 表达天使/灵魅的职能或目的(“为了搭救”),亦可视为省略了主要谓语动词的独立不定式结构。
- 5.13.129ὀλίγον τοι ἀνὴρ ὑπὲρ ἀνδρὸς ἔχει
意为“人胜过另一人之处实属微薄”。介词 ὑπέρ 带属格 ἀνδρός 表示比较或优越(“胜过/超过另一人”),与主语 ἀνήρ 相对照,说明人在智慧上的彼此差距微不足道。
