← 亚历山太的革利免

杂记

§5.13.121-5.13.124

异教诗篇所见死后审判与世界终末

作者引用喜剧诗人狄菲鲁斯、悲剧残篇、奥菲斯诗篇及恩培多克勒的著作,论证死后审判、宇宙火焚与万物复原,以及上帝的不可见性与至高统治同样见证于异教诗人的作品之中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.13.121

Δίφιλος πάλιν ὁ κωμικὸς τοιαῦτά τινα περὶ τῆς κρίσεως διαλέγεται· "οἴει σὺ τοὺς θανόντας, ὦ Νικήρατε, τρυφῆς ἁπάσης μεταλαβόντας ἐν βίῳ, πεφευγέναι τὸ θεῖον ὡς λεληθότας; ἔστιν Δίκης ὀφθαλμός, ὃς τὰ πάντα ὁρᾷ. καὶ γὰρ καθ’ Ἅιδην δύο τρίβους νομίζομεν· μίαν δικαίων, ἑτέραν δὲ ἀσεβῶν εἶναι ὁδόν." καί· "εἰ τοὺς δύω καλύψει ἡ γῆ (φησί) τῷ παντὶ χρόνῳ,1 ἅρπαζε ἀπελθών, κλέπτε, ἀποστέρει, κύκα· μηδὲν πλανηθῇς· ἔστι καὶ ἐν Ἅιδου κρίσις· ἥνπερ ποιήσει θεὸς ὁ πάντων δεσπότης, οὗ τὸ ὄνομα φοβερὸν οὐδ’ ἂν ὀνομάσαιμι ἐγώ· ὃς τοῖς ἁμαρτάνουσι πρὸς μῆκος βίον δίδωσιν. Εἴ τις δὲ θνητῶν οἴεται τὸ ὑφ’ ἡμέραν2 κακόν τι πράσσων τοὺς θεοὺς λεληθέναι, δοκεῖ πονηρὰ καὶ δοκῶν ἁλίσκεται, ὅταν σχολὴν ἄγουσα τυγχάνῃ Δίκη. Ὁρᾶτε ὅσοι δοκεῖτε οὐκ εἶναι θεόν. ἔστιν γάρ, ἔστιν· εἰ δέ τις πράττει καλῶς, κακὸς πεφυκώς, τὸν χρόνον κερδαινέτω· χρόνῳ γὰρ οὗτος ὕστερον δώσει δίκην." συνᾴδει δὲ τούτοις ἡ τραγῳδία διὰ τῶνδε· "ἔσται γάρ, ἔσται κεῖνος αἰῶνος χρόνος, ὅταν πυρὸς γέμοντα θησαυρὸν σχάσῃ χρυσωπὸς αἰθήρ, ἡ δὲ βοσκηθεῖσα φλὸξ ἅπαντα τἀπίγεια καὶ μετάρσια φλέξει μανεῖσα. "

喜剧诗人狄菲鲁斯亦就审判之事论述了如下的话: “尼凯拉托斯啊,你以为生前享尽一切奢华的死者,竟能如同瞒过了神一般逃脱神明吗?正义有一只洞察万物的眼睛。因为我们确实相信,在冥府中有两条途径:一条属于义人,另一条属于不敬神之人。” 他又说: “如果大地将把这两等人(他说)永久地掩埋,那么你尽管去抢劫、偷盗、敲诈、制造混乱吧;但切勿受骗:在冥府中亦有审判;万有的主宰上帝必将施行这审判,那令人敬畏的名我甚至不敢直呼;他赐予犯罪之人长久的生命。若有凡人以为自己日复一日作恶却瞒过了诸神,他便是心存恶念,且正在如此作想时便落入法网,每逢正义得暇之时。所有认为没有上帝的人,你们看吧!因为他是存在的,确实存在;即便有人生性邪恶却生活顺遂,且让他赢得暂时的光阴吧;因为假以时日,他终将受到惩罚。” 悲剧亦通过如下诗句与此相合: “因为那一世的时刻终将来临,必将来临,届时金色的苍穹将裂开其蓄满烈火的宝库,被滋养的火焰发狂般焚尽地上与空中的一切。”

§5.13.122

καὶ μετ’ ὀλίγα αὖθις ἐπιφέρει· "ἐπὰν δὲ ἐκλίπῃ τὸ πᾶν, φροῦδος μὲν ἔσται κυμάτων ἅπας βυθός, γῆ δὲ ἑδράνων ἔρημος, οὐδ’ ἀὴρ ἔτι πτερωτὰ φῦλα βαστάσει πυρουμένη, κἄπειτα σώσει πάντα ἃ πρόσθ’ ἀπώλεσεν." τὰ ὅμοια τούτοις κἀν τοῖς Ὀρφικοῖς εὑρήσομεν ὧδέ πως γεγραμμένα· "πάντας γὰρ κρύψας αὖθις φάος ἐς πολυγηθὲς ἐξ ἱερῆς κραδίης ἀνενέγκατο, μέρμερα ῥέζων." ἢν δὲ ὁσίως καὶ δικαίως διαβιώσωμεν, μακάριοι μὲν ἐνταῦθα, μακαριώτεροι δὲ μετὰ τὴν ἐνθένδε ἀπαλλαγήν, οὐ χρόνῳ τινὶ τὴν εὐδαιμονίαν ἔχοντες, ἀλλὰ ἐν αἰῶνι ἀναπαύεσθαι δυνάμενοι, "ἀθανάτοις ἄλλοισιν ὁμέστιοι, ἔν τε τραπέζαις ἐόντες ἀνδρείων ἀχέων ἀπόκληροι, ἀτειρεῖς, " ἡ φιλόσοφος Ἐμπεδοκλέους λέγει ποιητική. οὐχ οὕτω τις μέγας ἔσται καὶ καθ’ Ἕλληνας ὡς ὑπερέχειν τὴν δίκην, οὐδὲ σμικρὸς ὡς λαθεῖν.

稍后他又补充道: “当宇宙消亡之时,波涛的深渊将尽皆消逝,大地失去居所而荒芜,被点燃的空气亦不再托举有翼的族类;随后他将拯救昔日所毁灭的一切。” 我们亦会在奥菲斯的诗篇中发现类似的大致如下的记载: “因为在隐藏了万物之后,他又从神圣的心中将它们重新带入充满欢乐的光明之中,施行奇妙的作为。” 如果我们虔敬而公义地度日,在此世固然是有福的,离开此世之后则更有福,我们的幸福并非受限于某一时间,而是能够安息于永恒之中,“与其他不朽者同炉共灶,列席同宴,免于人间的悲痛,永不衰朽,”恩培多克勒的哲学诗如是说。即便是按照希腊人的观念,也没有任何人伟大到可以凌驾于正义之上,亦没有人微小到可以避开正义的目光。

§5.13.123

ὁ δὲ αὐτὸς Ὀρφεὺς καὶ ταῦτα λέγει· "εἰς δὲ λόγον θεῖον βλέψας τούτῳ προσέδρευε, ἰθύνων κραδίης νοερὸν κύτος· εὖ δ’ ἐπίβαινε ἀτραπιτοῦ, μοῦνον δ’ ἐσόρα κόσμοιο ἄνακτα ἀθάνατον." αὖθίς τε περὶ τοῦ θεοῦ, ἀόρατον αὐτὸν λέγων, μόνῳ γνωσθῆναι ἑνί τινί φησι τὸ γένος Χαλδαίῳ, εἴτε τὸν Ἀβραὰμ λέγων τοῦτον εἴτε καὶ τὸν υἱὸν τὸν αὐτοῦ, διὰ τούτων· "εἰ μὴ μουνογενής τις ἀπορρὼξ φύλου ἄνωθεν Χαλδαίων·3 ἴδρις γὰρ ἔην ἄστροιο πορείης, καὶ σφαίρης κίνημ’ ἀμφὶ χθόνα ὡς περιτέλλει κυκλοτερὲς ἐν ἴσῳ τε κατὰ σφέτερον κνώδακα, πνεύματα δ’ ἡνιοχεῖ περί τ’ ἠέρα καὶ περὶ χεῦμα. "

同一位奥菲斯亦如此说道: “当定睛仰望神圣的道,依附于他,端正内心领悟的器皿;当稳步踏上正道,惟独仰望宇宙不朽的主宰。” 随后他又论及上帝,称他是不可见的,并借着以下诗句说明唯有迦勒底族裔中的一个人知晓他——无论他所指的这人是亚伯拉罕还是其子: “除了一位从古老的迦勒底部族衍生出来的独一苗裔;因他通晓星辰的运行,知晓天球的运转如何围绕大地在其轴心上均匀而圆转地周旋,并驭导着空气与水流周围的风。”

§5.13.124

εἶτα οἷον παραφράζων τὸ ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου ἐπιφέρει· "αὐτὸς δ’ αὖ μέγαν αὖτις ἐπ’ οὐρανὸν ἐστήρικται χρυσέῳ εἰνὶ θρόνῳ, γαίη δ’ ὑπὸ ποσσὶ βέβηκεν. χεῖρα δὲ δεξιτερὴν περὶ τέρμασιν ὠκεανοῖο ἐκτέτακεν, ὀρέων δὲ τρέμει βάσις ἔνδοθι θυμῷ οὐδὲ φέρειν δύναται κρατερὸν μένος. ἔστι δὲ πάντῃ αὐτὸς ἐπουράνιος καὶ ἐπὶ χθονὶ πάντα τελευτᾷ, ἀρχὴν αὐτὸς ἔχων καὶ μέσσην ἠδὲ τελευτήν. ἄλλως οὐ θεμιτόν σε λέγειν· τρομέω δέ τε γυῖα ἐν νόῳ. ἐξ ὑπάτου κραίνει, "καὶ τὰ ἐπὶ τούτοις. διὰ γὰρ τούτων δεδήλωκεν πάντα ἐκεῖνα τὰ προφητικά· ἐὰν ἀνοίξῃς τὸν οὐρανόν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη καὶ τακήσεται, ὡς ἀπὸ προσώπου πυρὸς τήκεται κηρός·

接着,他仿佛转述那段经文: “天是我的座位,地是我的脚凳,”又补充道: “他又重新安坐于崇高之天的金宝座上,大地立于他的双足之下。他将右手伸向大洋的边际,群山的基石在灵里颤抖,无法承受他强大的威力。他全然在天,并在地上成就一切,他亲自执掌起始、当中与终结。以别样的方式谈论你是不合神圣法度的;我的肢体在心智中颤抖。他从至高之处裁决一切,”以及随后的那些话。因为通过这些诗句,他已经表明了所有那些预言的言辞: “你若把天打开,群山必因你而颤抖并融化,正如蜡在火面前融化一般。”

语法注3 条
  1. 5.13.121εἰ τοὺς δύω καλύψει ἡ γῆ ... τῷ παντὶ χρόνῳ

    由 εἰ 搭配将来时直说语气构成的条件从句,语境上带有讽刺性的让步假设(“如果大地终究只是将两等人永远掩埋,死后别无审判的话”)。随后主句中的一系列命令式动词(ἅρπαζε, κλέπτε 等)构成反语修辞(“那你大可肆意行恶”)。

  2. 5.13.121τὸ ὑφ’ ἡμέραν

    介词短语 ὑφ’ ἡμέραν(“日复一日”、“逐日”)加上中性单数宾格定冠词 τό,起副词性修饰作用,修饰分词 πράσσων(“日复一日作恶”)。

  3. 5.13.123εἰ μὴ μουνογενής τις ἀπορρὼξ φύλου ἄνωθεν Χαλδαίων

    开头的 εἰ μή 表示排除的连词短语(“除……之外”)。承接前文克莱门特关于“上帝是不可见的,只被唯独一人所认识”的论述,所引诗句的语法骨架为“除迦勒底人的一位苗裔之外,无人能见/识上帝”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:5.13.121-5.13.124