← 亚历山太的革利免

杂记

§5.13.117-5.13.120

神的不可把握性与希腊诗人论内在公义

作者援引荷马、埃庇卡尔摩斯和米南德等人的诗作,论证了神圣者的不可把握性、理性的神圣根源,以及外在祭祀的无益与内在公义的必要,指出它们与圣经教导相契合。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.13.117

φησὶ γοῦν· "τίπτε με, Πηλέος υἱέ, ποσὶν ταχέεσσι διώκεις, αὐτὸς θνητὸς ἐών, θεὸν ἄμβροτον; οὐδέ νυ πώ με ἔγνως ὡς θεός εἰμι." οὐχ ἁλωτὸν γὰρ εἶναι θνητῷ οὐδὲ καταληπτὸν τὸ θεῖον1 οὔτε ποσὶν οὔτε χερσὶν οὔτε ὀφθαλμοῖς οὐδ’ ὅλως τῷ σώματι δεδήλωκεν. τίνι ὡμοιώσατε κύριον; ἢ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν; φησὶν ἡ γραφή. μὴ εἰκόνα ἐποίησε τέκτων, ἢ χρυσοχόος χωνεύσας χρυσίον περιεχρύσωσεν αὐτόν; καὶ τὰ ἐπὶ τούτοις.

他至少如此说道: “珀琉斯之子啊,你为何以迅捷的双足追赶我,你自己是凡人,而我却是不朽的神?难道你至今还未认出我是神吗?” 因为他已表明,对于凡人而言,神圣者是不可捕捉、不可企及的,无论凭双足、双手、双眼,还是根本凭肉体。 “你们将主比作谁?又用什么形象来与他相比呢?” 经上说: “难道是木匠造了偶像,或是金匠熔化黄金为之镀金吗?” 以及接下来的那些话。

§5.13.118

Ὅ τε κωμικὸς Ἐπίχαρμος σαφῶς περὶ τοῦ λόγου ἐν τῇ Πολιτείᾳ λέγει ὧδέ πως· "ὁ βίος ἀνθρώποις λογισμοῦ καὶ ἀριθμοῦ δεῖται πάνυ· ζῶμεν ἀριθμῷ καὶ λογισμῷ· ταῦτα γὰρ σῴζει βροτούς·" εἶτα διαρρήδην ἐπιφέρει· "ὁ λόγος ἀνθρώπους κυβερνᾷ, κατὰ τρόπον σῴζει·" εἶτα, εἰ "ἔστιν ἀνθρώπῳ λογισμός, ἔστι καὶ θεῖος λόγος· ὃ μὲν ἐν ἀνθρώπῳ πέφυκεν περὶ βίου καταστροφάς· ὃ δέ γε τᾶς τέχνας ἅπασι συνέπεται θεῖος λόγος,2 ἐκδιδάσκων αὐτὸς αὐτούς, ὅ τι ποιεῖν δεῖ συμφέρον· οὐ γὰρ ἄνθρωπος τέχναν εὗρ· ὁ δὲ θεὸς ταύταν φέρει. ὁ δέ γε τἀνθρώπου πέφυκεν ἀπό γε τοῦ θείου λόγου. "

喜剧诗人埃庇卡尔摩斯在《理想国》中亦论及道(逻各斯),清楚地大致说道: “人类的生活极需计算与数;我们依数与计算而活,因为这些拯救了凡人。” 随后他又明确地补述道: “道引导人类,并以合宜的方式施以拯救。” 然后又言,如果“人有理性推算,便亦有神圣的道。其一自然存在于人内,关乎生活的转折变迁;而另一者,技艺的神圣之道,则伴随着众人,亲自教导他们应当行何等有益之事;因为并非人发明了技艺,而是上帝赐予了技艺;而属于人之理性的,实乃出于神圣的道。”

§5.13.119

Ναὶ μὴν διὰ τοῦ Ἡσαΐου τοῦ πνεύματος κεκραγότος τί μοι πλῆθος τῶν θυσιῶν; λέγει κύριος· πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων οὐ βούλομαι καὶ μετ’ ὀλίγα ἐπάγοντος λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν καὶ τὰ ἐπὶ τούτοις, Μένανδρος ὁ κωμικὸς αὐταῖς γράφει ταῖς λέξεσιν· "εἴ τις δὲ θυσίαν προσφέρων, ὦ Πάμφιλε, ταύρων τι πλῆθος ἢ ἐρίφων, ἢ νὴ Δία ἑτέρων τοιούτων, ἢ κατασκευάσματα, χρυσᾶς ποιήσας χλαμύδας ἤτοι πορφυρᾶς, ἢ δἰ ἐλέφαντος ἢ σμαράγδου ζῴδια, εὔνουν νομίζει τὸν θεὸν καθιστάναι, πεπλάνηται ἐκεῖνος καὶ φρένας κούφας ἔχει. δεῖ γὰρ τὸν ἄνδρα χρήσιμον πεφυκέναι, μὴ παρθένους φθείροντα καὶ μοιχώμενον, κλέπτοντα καὶ σφάττοντα χρημάτων χάριν· μηδὲ βελόνης ἔναμμα ἐπιθυμήσῃς, φίλε· ὁ γὰρ θεὸς βλέπει σε πλησίον παρών." θεὸς ἐγγίζων ἐγώ εἰμι καὶ οὐχὶ θεὸς πόρρωθεν· ἢ ποιήσει τι ἄνθρωπος ἐν κρυφαίοις καὶ οὐχὶ ὄψομαι αὐτόν; διὰ Ἱερεμίου φησίν.

诚然,圣灵通过以赛亚呼喊道: “主说:你们许多的祭物与我何益?我已饱受公羊的燔祭,羊羔的脂油和公牛的血我并不喜悦,”稍后又引入道: “你们要洗濯,使自己洁净,从你们的灵魂中除掉恶行,”以及随后的那些话;喜剧诗人米南德便以一模一样的言辞写道: “潘菲罗斯啊,若有人献上祭牲,成群的公牛或山羊,或指宙斯起誓别的这类东西,或是器具,制成了黄金或紫袍的斗篷,或是象牙或绿宝石的小雕像,便以为能使上帝喜悦于他,那人便是受了迷惑,心智轻浮。因为人应当天性有益于人,不玷污处女,不行奸淫,不为了钱财偷盗与杀戮;朋友啊,甚至连缝衣针的线头你都不可贪图;因为上帝就在近旁注视着你。” “我是临近的上帝,而非远方的上帝;人若在隐秘处行事,我岂能看不见他呢?” 主借着耶利米说道。

§5.13.120

Καὶ πάλιν ὁ Μένανδρος παραφράζων τὴν γραφὴν ἐκείνην θύσατε θυσίαν δικαιοσύνης καὶ ἐλπίσατε ἐπὶ κύριον ὧδέ πως γράφει· "μηδὲ βελόνης, ὦ φίλτατε, ἐπιθυμήσῃς ποτὲ ἀλλοτρίας· ὁ γὰρ θεὸς δικαίοις ἔργοις ἥδεται καὶ οὐκ ἀδίκοις, πονοῦντα δὲ ἐᾷ τὸν ἴδιον ὑψῶσαι βίον, τὴν γῆν ἀροῦντα νύκτα καὶ τὴν ἡμέραν. θεῷ δὲ θῦε διὰ τέλους δίκαιος ὤν, μὴ λαμπρὸς ὢν ταῖς χλαμύσιν ὡς τῇ καρδίᾳ. † βροντῆς ἐὰν † ἀκούσῃς, μὴ φύγῃς, μηδὲν συνειδὼς αὐτὸς αὑτῷ,3 δέσποτα· ὁ γὰρ θεὸς βλέπει σε πλησίον παρών." ἔτι σοῦ λαλοῦντος, φησὶν ἡ γραφή, ἐρῶ· ἰδοὺ πάρειμι.

米南德再次转述那段经文: “当献上公义的祭,并当倚靠主,”大致如此写道: “至爱之人啊,切不可贪图哪怕属于他人的针;因为上帝喜悦公义的行为而不喜不义的行为,他容许日夜耕耘土地的辛勤劳作者提升自己的生活。你当始终作为公义之人向神献祭,不要只在斗篷上华美,而要在心中华美。若是听见雷鸣,只要心中自知无愧,便不要逃跑,主人啊;因为上帝就在近旁注视着你。” 经上说: “你还在说话的时候,我就要说:看哪,我在这里。”

语法注3 条
  1. 5.13.117οὐχ ἁλωτὸν γὰρ εἶναι θνητῷ οὐδὲ καταληπτὸν τὸ θεῖον

    带不定式的宾格结构,作主动词 δεδήλωκεν 的宾语从句(间接引语)。形容词 ἁλωτὸν 与 καταληπτὸν 作谓语,与宾格主语 τὸ θεῖον 一致;与格 θνητῷ 则表示与可能/能力相关的对象(动作主体或利益承受者)。

  2. 5.13.118ὃ μὲν ἐν ἀνθρώπῳ πέφυκεν ... ὃ δέ γε τᾶς τέχνας ἅπασι συνέπεται θεῖος λόγος

    埃庇卡尔摩斯残篇中的对比结构。定冠词(或代词性)的 ὃ μὲν ... ὃ δέ 构成对称,前者指人类内在的推算/理性(λογισμός),后者指指导技艺的“神圣之道”。τᾶς τέχνας 为多利斯方言属格单数形式(=τῆς τέχνης),修饰 θεῖος λόγος,而与格复数 ἅπασι(“众人”)作动词 συνέπεται 的补语。

  3. 5.13.120μηδὲν συνειδὼς αὐτὸς αὑτῷ

    惯用句 σύνοιδα ἐμαυτῷ(心中自省、自知有愧/无愧)的分词形式。与中性否定词 μηδὲν 连用,作伴随或条件分词:“内心未觉察到自己有任何过错”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:5.13.117-5.13.120