← 亚历山太的革利免

杂记

§5.13.112-5.13.116

希腊文学与哲学中的独一神和超越心智

作者援引梅拉尼皮德斯、巴门尼德、悲剧诗人索福克勒斯、欧里庇得斯、埃斯库罗斯,以及赫拉克利特和洛克里的提迈欧等人的文本,论述希腊诗歌与哲学中亦映射出独一上帝、超越性心智乃至父与子教义的端倪。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.13.112

Ὁ μελοποιὸς δὲ Μελανιππίδης ᾄδων φησίν· "κλῦθί μοί, ὦ πάτερ, θαῦμα βροτῶν, τᾶς ἀειζώου ψυχᾶς μεδέων." Παρμενίδης δὲ ὁ μέγας, ὥς φησιν ἐν Σοφιστῇ Πλάτων, ὧδέ πως περὶ τοῦ θείου γράφει· "πολλὰ μάλ’, ὡς ἀγένητον ἐὸν καὶ ἀνώλεθρόν ἐστιν,1 οὖλον μουνογενές τε καὶ ἀτρεμὲς ἠδ’ ἀγένητον." ἀλλὰ καὶ ὁ Ἡσίοδος "αὐτὸς γὰρ πάντων "φησὶ "βασιλεὺς καὶ κοίρανός ἐστιν ἀθανάτων· σέο δ’ οὔτις ἐρήρισται κράτος ἄλλος.2 " Ναὶ μὴν καὶ ἡ τραγῳδία ἀπὸ τῶν εἰδώλων ἀποσπῶσα εἰς τὸν οὐρανὸν ἀναβλέπειν διδάσκει.

而抒情诗人梅拉尼皮德斯在歌中唱道: “听我祈求,父啊,凡人的奇迹,统御永生之魂魄者。” 伟大的巴门尼德,正如柏拉图在《智者篇》中所言,论及神圣者大致如此写道: “有极多的[征兆],表明它非受造且不灭,完整、独一、不动摇且非受造。” 不仅如此,赫西俄德亦言: “因他自己乃是不朽者众人的王与主宰;无有他人能匹敌你的权能。”

§5.13.113

Ὁ μὲν Σοφοκλῆς, ὥς φησιν Ἑκαταῖος ὁ τὰς ἱστορίας συνταξάμενος ἐν τῷ Κατ’ Ἄβραμον καὶ τοὺς Αἰγυπτίους, ἄντικρυς ἐπὶ τῆς σκηνῆς ἐκβοᾷ· "εἷς ταῖς ἀληθείαισιν, εἷς ἐστιν θεός, ὃς οὐρανόν τε ἔτευξε καὶ γαῖαν μακρὴν "" πόντου τε χαροπὸν οἶδμα καὶ ἀνέμων βίαν. θνητοὶ δὲ πολλοὶ καρδίαν πλανώμενοι,3 ἱδρυσάμεσθα πημάτων παραψυχὴν θεῶν ἀγάλματα ἐκ λίθων, ἢ χαλκέων ἢ χρυσοτεύκτων ἢ ἐλεφαντίνων τύπους· θυσίας τε τούτοις καὶ κακὰς πανηγύρεις στέφοντες, οὕτως εὐσεβεῖν νομίζομεν. "

诚然,悲剧亦将人从偶像中引开,教导人仰望苍穹。 索福克勒斯,正如撰写历史的赫卡泰乌斯在《论亚伯拉罕与埃及人》中所言,公然在舞台上高呼: “真实中唯一,上帝乃是唯一,他造就了苍天与辽阔的大地, 以及大海湛蓝的波涛和狂风之威势。然而我们许多凡人心中受惑,为慰藉苦难,便立起石造的神像,或青铜、或黄金打造、或象牙的雕像;向这些奉献祭祀,装点可怜的狂欢集会,以此自以为虔敬。”

§5.13.114

Εὐριπίδης δὲ ἐπὶ τῆς αὐτῆς σκηνῆς τραγῳδῶν "ὁρᾷς "φησὶ "τὸν ὑψοῦ τόνδ’ ἄπειρον αἰθέρα καὶ γῆν πέριξ ἔχοντα ὑγραῖς ἐν ἀγκάλαις; τοῦτον νόμιζε Ζῆνα, τόνδ’ ἡγοῦ θεόν." ἐν δὲ τῷ Πειρίθῳ δράματι ὁ αὐτὸς καὶ τάδε τραγῳδεῖ· "σὲ τὸν αὐτοφυῆ,4 τὸν ἐν αἰθερίῳ ῥόμβῳ πάντων φύσιν ἐμπλέξαντα, ὃν πέρι μὲν φῶς, πέρι δ’ ὀρφναία νύξ αἰολόχρως ἄκριτός τ’ ἄστρων ὄχλος ἐνδελεχῶς ἀμφιχορεύει." ἐνταῦθα γὰρ τὸν μὲν αὐτοφυῆ τὸν δημιουργὸν νοῦν εἴρηκεν, τὰ δ’ ἑξῆς ἐπὶ τοῦ κόσμου τάσσεται, ἐν ᾧ καὶ αἱ ἐναντιότητες φωτός τε καὶ σκότους. ὅ τε Εὐφορίωνος Αἰσχύλος ἐπὶ τοῦ θεοῦ σεμνῶς σφόδρα φησίν· "Ζεύς ἐστιν αἰθήρ, Ζεὺς δὲ γῆ, Ζεὺς δ’ οὐρανός· Ζεύς τοι τὰ πάντα χὥτι τῶνδε ὑπέρτερον. "

欧里庇得斯在同一舞台上吟诵悲剧时亦言: “你可见这高处无垠的以太,在湿润的怀抱中环抱着大地?当视此为宙斯,视此为神。” 在剧作《庇里托俄斯》中,同一诗人亦如此咏唱: “你这自生者,在空中的漩涡中编织万物本性者,光芒环绕着你,斑斓昏暗的黑夜与无数星辰之群亦永不停息地环绕着你起舞。” 因为在此处,他以“自生者”指称创造者心智(奴斯),而随后的语句则是针对宇宙而言的,在宇宙中亦有光与暗的对立。欧福里翁之子埃斯库罗斯论及上帝亦极庄严地说道: “宙斯是以太,宙斯是大地,宙斯是苍天;宙斯实乃万物,以及凌驾于此之上者。”

§5.13.115

οἶδα ἐγὼ καὶ Πλάτωνα προσμαρτυροῦντα Ἡρακλείτῳ γράφοντι· ἓν τὸ σοφὸν μοῦνον λέγεσθαι οὐκ ἐθέλει καὶ ἐθέλει Ζηνὸς ὄνομα. καὶ πάλιν· νόμος καὶ βουλῇ πείθεσθαι ἑνός. κἂν τὸ ῥητὸν ἐκεῖνο ἀναγαγεῖν ἐθέλῃς ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω, εὕροις ἂν ὧδέ πως ἐμφαινόμενον πρὸς τοῦ Ἐφεσίου· ἀξύνετοι ἀκούσαντες κωφοῖς ἐοίκασι· φάτις αὐτοῖσιν μαρτυρεῖ παρεόντας ἀπεῖναι. Ἀλλ’ ἄντικρυς μίαν ἀρχὴν καὶ παρ’ Ἑλλήνων ἀκοῦσαι ποθεῖς; Τίμαιος ὁ Λοκρὸς ἐν τῷ φυσικῷ συγγράμματι κατὰ λέξιν ὧδέ μοι μαρτυρήσει· μία ἀρχὰ πάντων ἐστὶν ἀγένητος· εἰ γὰρ ἐγένετο, οὐκ ἂν ἦν ἔτι ἀρχά, ἀλλ’ ἐκείνα, ἐξ ἇς ἁ ἀρχὰ ἐγένετο. ἐρρύη γὰρ ἐκεῖθεν δόξα ἡ ἀληθής· ἄκουε, φησίν, Ἰσραήλ, κύριος ὁ θεός σου εἷς ἐστιν, καὶ αὐτῷ μόνῳ λατρεύσεις. "οὗτος ἰδοὺ πάντεσσι σαφὴς ἀπλάνητος ὑπάρχει, "ὥς φησιν ἡ Σίβυλλα.

我亦深知柏拉图为赫拉克利特作证,后者写道: “独一的智慧者既不愿又愿被称为宙斯之名。” 又言: “顺从独一者的旨意亦是法律。” 若你愿追溯那句名言: “有耳可听的,就应当听,”便可发现以弗所人已大致作了如此阐明: “听了却不明白的人如同聋子;俗语向他们作证说:‘在场而不在场’。” 然而你渴望直截了当地也从希腊人那里听闻单一的本原吗?洛克里的提迈欧在论自然的著作中将逐字逐句为我作证道: “万物的独一本原是非受造的;因若它是受造的,便不再是本原,而那从中生出本原者才成了本原。” 因为真实的见解实乃从那里流淌而出: “以色列啊,你要听,”经上说,“主你的神是独一的,唯独要侍奉他。” 正如西比拉所说: “看哪,此者对众人而言乃是显明而不谬的。”

§5.13.116

Ἤδη δὲ καὶ Ὅμηρος φαίνεται πατέρα καὶ υἱὸν διὰ τούτων, ὡς ἔτυχεν μαντείας εὐστόχου, λέγων· "εἰ μὲν δὴ οὔτις σε βιάζεται οἶον ἐόντα, νοῦσον δ’ οὔπως ἔστι Διὸς μεγάλου ἀλέασθαι. οὐ γὰρ Κύκλωπες Διὸς αἰγιόχου ἀλέγουσιν." καὶ πρὸ τούτου Ὀρφεὺς κατὰ τοῦ προκειμένου φερόμενος εἴρηκεν· "υἱὲ Διὸς μεγάλοιο, πάτερ Διὸς αἰγιόχοιο." Ξενοκράτης δὲ ὁ Καλχηδόνιος, τὸν μὲν ὕπατον Δία, τὸν δὲ νέατον καλῶν, ἔμφασιν πατρὸς ἀπολείπει καὶ υἱοῦ. καὶ τὸ παραδοξότατον,5 Ὅμηρος γιγνώσκειν φαίνεται τὸ θεῖον ὁ ἀνθρωποπαθεῖς εἰσάγων τοὺς θεούς· ὃν οὐδ’ οὕτως αἰδεῖται Ἐπίκουρος.

甚至荷马似乎亦借着这些言语,宛如偶然获得了切中要害的预言,谈及了父与子: “若果真无人对孤身一人的你施暴,那么伟大的宙斯所降的疾病决无法逃避。因为库克洛普斯一族并不在乎执羊皮盾的宙斯。” 而在他之前,俄耳甫斯顺应所提论题亦曾说道: “伟大宙斯之子啊,执羊皮盾宙斯之父啊。” 迦克墩的色诺克拉底称其一为至高宙斯,称另一为至卑宙斯,留下了父与子的暗示。最自相矛盾的是,荷马这个将诸神作为具有凡人情欲者引入的人,似乎却认识神圣者;而伊壁鸠鲁甚至对此等荷马亦毫无敬意。

语法注5 条
  1. 5.13.112πολλὰ μάλ’, ὡς ἀγένητον ἐὸν καὶ ἀνώλεθρόν ἐστιν

    引自巴门尼德残篇B8。πολλὰ μάλ[α] 之前在原诗中本有 σήματʼ ἔασι(“有征兆”),此处被省略。随后的 ὡς 引导的从句用作同位语/说明性从句,具体阐明征兆的内容(“即它是非受造的……”)。

  2. 5.13.112σέο δ’ οὔτις ἐρήρισται κράτος ἄλλος

    σέο 为荷马/史诗体第二人称单数属格(= σοῦ),由动词 ἐρήρισται(ἐρίζω 的完成时中动态第三人称单数,“与……竞争/匹敌”)所支配,表示匹敌的对象。κράτος 可作限制/关系宾格(“在力量上”)或作受词(“匹敌你的力量”)。

  3. 5.13.113θνητοὶ δὲ πολλοὶ καρδίαν πλανώμενοι

    καρδίαν 是限制/关系宾格(accusative of respect),修饰中动态分词 πλανώμενοι(“迷失、徘徊”),意为“在心中迷失的许多凡人”。

  4. 5.13.114σὲ τὸν αὐτοφυῆ

    在赞歌的呼告中用于替代呼格的宾格(感叹宾格或祈愿式呼告宾格),引出受赞颂的对象(“你,那自生者……”),随后由关系代词分句 ὃν πέρι... 所承接。

  5. 5.13.116καὶ τὸ παραδοξότατον

    用作全句同位语的中性宾格(句子同位宾格),无介词而以副词性结构置于句首,意为“而最自相矛盾/出人意料的是……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:5.13.112-5.13.116