- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:5.13.108-5.13.111
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者援引古希腊诗人与哲人(如梭伦、柏拉图、色诺芬、色诺芬尼、克莱安西斯等)的文句,阐明上帝的独一性、非物质性以及受难义人的形象在异教世界中早已被预先得见,同时抨击了神话中诸神的拟人化与放荡。
ἀλλὰ καὶ αἱ Σόλωνος ἐλεγεῖαι σφόδρα τὴν ἑβδομάδα ἐκθειάζουσιν. Τί δ’; οὐχὶ παραπλήσια τῇ λεγούσῃ γραφῇ ἄρωμεν ἀφ’ ἡμῶν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν ὁ Πλάτων μονονουχὶ προφητεύων τὴν σωτήριον οἰκονομίαν ἐν τῷ δευτέρῳ τῆς Πολιτείας ὧδέ φησιν· οὕτω δὲ διακείμενος ὁ δίκαιος μαστιγωθήσεται, στρεβλώσεται, δεθήσεται, ἐκκοπήσεται τὼ ὀφθαλμώ, τελευτῶν πάντα κακὰ παθὼν ἀνασκινδυλευθήσεται.1 ὅ τε Σωκρατικὸς Ἀντισθένης, παραφράζων τὴν προφητικὴν ἐκείνην φωνὴν τίνι με ὡμοιώσατε; λέγει κύριος, θεὸν οὐδενὶ ἐοικέναι φησί· διόπερ αὐτὸν οὐδεὶς ἐκμαθεῖν ἐξ εἰκόνος δύναται. τὰ δ’ ὅμοια καὶ Ξενοφῶν ὁ Ἀθηναῖος κατὰ λέξιν λέγει· ὁ γοῦν πάντα σείων καὶ ἀτρεμίζων ὡς μὲν μέγας τις καὶ δυνατός, φανερός· ὁποῖος δ’ ἐστὶν μορφήν,2 ἀφανής· οὐδὲ μὴν ὁ παμφαὴς δοκῶν εἶναι ἥλιος οὐδ’ οὗτος ἔοικεν ὁρᾶν αὑτὸν ἐπιτρέπειν, ἀλλ’ ἤν τις ἀναιδῶς αὐτὸν θεάσηται, τὴν ὄψιν ἀφαιρεῖται. "τίς γὰρ σὰρξ δύναται τὸν ἐπουράνιον καὶ ἀληθῆ ὀφθαλμοῖσιν ἰδεῖν θεὸν ἄμβροτον, ὃς πόλον οἰκεῖ; ἀλλ’ οὐδ’ ἀκτίνων κατεναντίον ἠελίοιο ἄνθρωποι στῆναι δυνατοί, θνητοὶ γεγαῶτες, "προεῖπεν ἡ Σίβυλλα.
不仅如此,梭伦的挽歌亦极力颂扬第七这一数目。 再者又如何呢?柏拉图以几近预言救赎经纶的方式,在《理想国》第二卷中岂非类似那处经文—— “我们要从我们中间除掉义人,因为他对我们毫无用处” ——而如此说道: “处于如此境地的义人,将遭受鞭打、刑讯、捆绑、剜去双眼,并在遭受了一切苦难之后,最终被钉上木桩。” 苏格拉底的门徒安提斯泰尼意译了先知的那句声音: “耶和华说:你们将我比作谁呢?” 他说道,“上帝不与任何事物相像;因此没有人能从画像中完全认知他。” 雅典人色诺芬亦逐字逐句地说出了相似的道理: “那震动万物又使万物安定的主宰,作为伟大而大能者是显而易见的;但他具有何种形象,则是不可见的。诚然,就连看似普照万物的太阳,亦似乎不容许人观看它,若有人厚颜无耻地直视它,其视力便会被夺去。” 西比拉预言道: “何等血肉之躯能用双眼看见那居于苍穹的天上的、真实的、不朽的上帝?既然生为凡人,人们甚至不能正对太阳的光芒而站立。”
Εὖ γοῦν καὶ Ξενοφάνης ὁ Κολοφώνιος, διδάσκων ὅτι εἷς καὶ ἀσώματος ὁ θεός, ἐπιφέρει· "εἷς θεός, ἔν τε θεοῖσι καὶ ἀνθρώποισι μέγιστος, οὔ τι δέμας θνητοῖσιν ὁμοίιος οὐδὲ νόημα.3" καὶ πάλιν· "ἀλλ’ οἱ βροτοὶ δοκοῦσι γεννᾶσθαι θεούς, τὴν σφετέρην δὲ ἐσθῆτα ἔχειν φωνήν τε δέμας τε." καὶ πάλιν· "ἀλλ’ εἴ τοι χεῖρας γ’ εἶχον βόες ἠὲ λέοντες, ὡς γράψαι χείρεσσι καὶ ἔργα τελεῖν ἅπερ ἄνδρες, ἵπποι μέν θ’ ἵπποισι, βόες δέ τε βουσὶν ὁμοίας καί κε θεῶν ἰδέας ἔγραφον καὶ σώματ’ ἐποίουν τοιαῦθ’ οἷόν περ καὶ αὐτοὶ δέμας εἶχον ὁμοῖον. "
科罗封的色诺芬尼在教导上帝是唯一的且无肉身时,亦极好地补充道: “唯一的神,在诸神与人类中至大,无论形体还是思想都绝不与凡人相似。” 又言: “然而凡人以为诸神是被生出来的,并且拥有与他们自己一样的衣着、声音和形体。” 又言: “但若牛或狮子有手,能像人一样用双手作画并制成作品,马必会画出形似马的神灵形象,牛亦必画出形似牛的神灵形象,且必会造就与它们各自具有的形貌相仿的躯体。”
Ἀκούσωμεν οὖν πάλιν Βακχυλίδου τοῦ μελοποιοῦ περὶ τοῦ θείου λέγοντος· "οἳ μὲν ἀδμῆτες ἀεικελιᾶν νούσων εἰσὶν καὶ ἄνατοι, οὐδὲν ἀνθρώποις ἴκελοι·" Κλεάνθους τε τοῦ Στωϊκοῦ ἔν τινι ποιήματι περὶ τοῦ θεοῦ ταῦτα γεγραφότος· "τἀγαθὸν ἐρωτᾷς με οἷόν ἐστ’; ἄκουε δή· τεταγμένον, δίκαιον, ὅσιον, εὐσεβές, κρατοῦν ἑαυτοῦ, χρήσιμον, καλόν, δέον, αὐστηρόν, αὐθέκαστον, ἀεὶ συμφέρον, ἄφοβον, ἄλυπον, λυσιτελές, ἀνώδυνον, ὠφέλιμον, εὐάρεστον, ἀσφαλές, φίλον, ἔντιμον, ὁμολογούμενον, εὐκλεές, ἄτυφον, ἐπιμελές, πρᾶον, σφοδρόν, χρονιζόμενον, ἄμεμπτον, ἀεὶ διαμένον. "
因此,让我们再听听抒情诗人巴库利德斯论及神圣者时所说的话: “他们不为可憎的疾病所屈服,毫无损伤,在任何方面都不与人相像;”以及斯多亚派的克莱安西斯在某一首诗中论及上帝所写的这些话: “你问我善是怎样的?且听:有秩序的、公正的、神圣的、虔敬的、能自控的、有用的、美好的、当为的、严正的、质朴的、常有益的、无惧的、无忧的、得利的、无痛的、有助的、令人喜悦的、稳妥的、亲善的、尊贵的、一致的、荣耀的、不虚荣的、审慎的、温和的、有力的、长久的、无可指责的、永远持存的。”
ὁ δὲ αὐτὸς κατὰ τὸ σιωπώμενον τὴν τῶν πολλῶν διαβάλλων εἰδωλολατρείαν ἐπιφέρει· "ἀνελεύθερος πᾶς ὅστις εἰς δόξαν βλέπει, ὡς δὴ παρ’ ἐκείνης τευξόμενος καλοῦ τινος." οὔκουν ἔτι κατὰ τὴν τῶν πολλῶν δόξαν περὶ τοῦ θείου ὑποληπτέον. "οὐδὲ γὰρ λάθρᾳ δοκῶ φωτὸς κακούργου σχήματ’ ἐκμιμούμενον σοὶ Ζῆν’ ἐς εὐνὴν ὥσπερ ἄνθρωπον μολεῖν, "Ἀμφίων λέγει τῇ Ἀντιόπῃ. ὁ Σοφοκλῆς δὲ εὐθυρημόνως γράφει· "τὴν τοῦδε γάρ τοι Ζεὺς ἔγημε μητέρα, οὐ χρυσόμορφος οὐδ’ ἐπημφιεσμένος πτίλον κύκνειον, ὡς κόρην Πλευρωνίαν ὑπημβρύωσεν, ἀλλ’ ὁλοσχερὴς ἀνήρ." εἶτα ὑπελθὼν καὶ δὴ ἐπήγαγεν· "ταχὺς δὲ βαθμοῖς νυμφικοῖς ἐπεστάθη ὁ μοιχός." ἐφ’ οἷς ἔτι φανερώτερον τὴν ἀκρασίαν τοῦ μυθοποιουμένου Διὸς ὧδέ πως ἐκδιηγεῖται· "ὃ δ’ οὔτε δαιτὸς οὔτε χέρνιβος θιγὼν πρὸς λέκτρον ᾔει καρδίαν ὠδαγμένος· ὅλην δ’ ἐκείνην εὐφρόνην ἐθόρνυτο." ταυτὶ μὲν οὖν παρείσθω ταῖς τῶν θεάτρων ἀνοίαις· ἄντικρυς δὲ ὁ μὲν Ἡράκλειτος τοῦ λόγου τοῦδ’ ἐόντος αἰεὶ4 φησὶν ἀξύνετοι γίγνονται ἄνθρωποι καὶ πρόσθεν ἢ ἀκοῦσαι καὶ ἀκούσαντες τὸ πρῶτον.
而此人暗中抨击大众的偶像崇拜,又补充道: “凡仰望虚誉、以为必从其获得某种美善之人,皆是奴役不自由的。” 因此,绝不可再按照大众的见解去理解神圣者。 “因为我不相信宙斯会暗中模仿作恶之人的模样,如同凡人一样来到你的床榻,”安菲翁对安提俄珀如此说道。而索福克勒斯则直言不讳地写道: “因为宙斯确曾与此人之母交合,既非化为黄金之形,亦非披覆天鹅羽毛——犹如他曾使普琉戎少女受孕那样——而是作为一个全然的凡夫。” 随后更进一步,他确实补充道: “那通奸者迅疾踏上了婚礼的台阶。” 在这些之外,他更清楚地叙述了神话中宙斯的放荡: “他既未触碰筵席,亦未触碰净手之水,心中被〔情欲〕啃噬着走向床榻;在那整整一夜中肆意交媾。” 这些事情且留给剧场的愚行罢;然而另一边,赫拉克利特却直截了当地说道: “尽管这一道永远存在,人们无论在听闻之前,还是在初次听闻之后,都始终懵懂无知。”
- 5.13.108ἀνασκινδυλευθήσεται
引自柏拉图《理想国》362a。动词 ἀνασκινδυλεύω 意为“钉在木桩上”、“刺穿”或“处以磔刑”,早期基督教护教士常将其阐释为对基督受十字架刑罚的预言性预表。
- 5.13.108ὁποῖος δ’ ἐστὶν μορφήν
名词 μορφήν 用作限定宾格(关系宾格),修饰间接疑问从句 ὁποῖος δ’ ἐστίν,表示“就其形态而言”。
- 5.13.109οὔ τι δέμας θνητοῖσιν ὁμοίιος οὐδὲ νόημα
δέμας 与 νόημα 均为限定宾格(“无论在身体上还是思想上”)。θνητοῖσιν 是受形容词 ὁμοίιος 支配的与格,οὔ τι 则构成强调性的否定副词短语(“绝不”)。
- 5.13.111τοῦ λόγου τοῦδ’ ἐόντος αἰεὶ
赫拉克利特残篇1(DK 22 B1)的开篇。此处为属格独立结构。副词 αἰεί 在句法上既可修饰 ἐόντος(“尽管这道永远存在”),亦可修饰后文的 ἀξύνετοι γίγνονται(“人们总是无法理解”);此处依从与 τοῦδ’ ἐόντος 紧密相连的经典解读。
