- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:5.13.104-5.13.107
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者援引赫拉克利特与斯多亚学派关于宇宙论及灵魂下沉的学说以印证基督教义,并进一步借由柏拉图、赫西俄德与荷马等人的诗文,论证第八日(主日)与神圣第七日的概念在希腊世界亦早有预表。
σαφέστατα δ’ Ἡράκλειτος ὁ Ἐφέσιος ταύτης ἐστὶ τῆς δόξης, τὸν μέν τινα κόσμον ἀίδιον εἶναι δοκιμάσας, τὸν δέ τινα φθειρόμενον, τὸν κατὰ τὴν διακόσμησιν εἰδὼς οὐχ ἕτερον ὄντα ἐκείνου πως ἔχοντος.1 ἀλλ’ ὅτι μὲν ἀίδιον τὸν ἐξ ἁπάσης τῆς οὐσίας ἰδίως ποιὸν κόσμον ᾔδει, φανερὸν ποιεῖ λέγων οὕτως· κόσμον τὸν αὐτὸν ἁπάντων οὔτε τις θεῶν οὔτε ἀνθρώπων ἐποίησεν, ἀλλ’ ἦν ἀεὶ καὶ ἔστιν καὶ ἔσται πῦρ ἀείζωον ἁπτόμενον μέτρα καὶ ἀποσβεννύμενον μέτρα. ὅτι δὲ καὶ γενητὸν καὶ φθαρτὸν αὐτὸν εἶναι ἐδογμάτιζεν, μηνύει τὰ ἐπιφερόμενα· πυρὸς τροπαὶ πρῶτον θάλασσα, θαλάσσης δὲ τὸ μὲν ἥμισυ γῆ, τὸ δὲ ἥμισυ πρηστήρ. δυνάμει γὰρ λέγει, ὅτι πῦρ ὑπὸ τοῦ διοικοῦντος λόγου καὶ θεοῦ τὰ σύμπαντα δι’ ἀέρος τρέπεται εἰς ὑγρὸν τὸ ὡς σπέρμα τῆς διακοσμήσεως, ὃ καλεῖ θάλασσαν· ἐκ δὲ τούτου αὖθις γίνεται γῆ καὶ οὐρανὸς καὶ τὰ ἐμπεριεχόμενα. ὅπως δὲ πάλιν ἀναλαμβάνεται καὶ ἐκπυροῦται, σαφῶς διὰ τούτων δηλοῖ· θάλασσα διαχέεται καὶ μετρέεται εἰς τὸν αὐτὸν λόγον ὁκοῖος πρόσθεν ἦν ἢ γενέσθαι γῆ. ὁμοίως καὶ περὶ τῶν ἄλλων στοιχείων τὰ αὐτά.
最为清楚的是,以弗所的赫拉克利特持此种见解:他判定某一重世界是永恒的,而另一重世界则是会朽坏的,并且深知那按照构造安排的世界,与处于某种状态下的那永恒世界并非两样。至于他知晓那由全部实体构成的、具有独特特质的世界是永恒的,他借由如下说法表明得十分清楚: “这同属于万有的宇宙,既非诸神中的哪一位所造,亦非人类中的哪一位所造;相反,它过去一直在、现在在、将来也必在:是一团永恒活生生的火,依分寸点燃,依分寸熄灭。” 而至于他也曾立论称其既是生成的又是可朽的,接下来的文句指明了这一点: “火的转化:首先是海,而海的一半是地,一半是旋风。” 因为他实际上是在说,火借由那统理万有的道与上帝,通过空气转化为湿体,即犹如宇宙构造的种子,他称之为海;而自此又再度生出大地、天空以及其中包容的万物。至于世界如何再度被收纳并化为大火,他借由这些话清楚地表明: “海四下扩散,并按其化为大地之前的同等比例被计量。” 关于其他元素亦同样如此。
παραπλήσια τούτῳ καὶ οἱ ἐλλογιμώτατοι τῶν Στωϊκῶν δογματίζουσι περί τε ἐκπυρώσεως διαλαμβάνοντες καὶ κόσμου διοικήσεως καὶ τοῦ ἰδίως ποιοῦ κόσμου τε καὶ ἀνθρώπου καὶ τῆς τῶν ἡμετέρων ψυχῶν ἐπιδιαμονῆς. πάλιν τε αὖ ὁ Πλάτων ἐν μὲν τῷ ἑβδόμῳ τῆς Πολιτείας τὴν ἐνταῦθα ἡμέραν νυκτερινὴν κέκληκεν (διὰ τοὺς κοσμοκράτορας, οἶμαι, τοῦ σκότους τούτου), ὕπνον δὲ καὶ θάνατον τὴν εἰς σῶμα κάθοδον τῆς ψυχῆς κατὰ ταὐτὰ Ἡρακλείτῳ. καὶ μή τι τοῦτο ἐπὶ τοῦ σωτῆρος προεθέσπισεν τὸ πνεῦμα2 διὰ τοῦ Δαβὶδ λέγον· ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι κύριος ἀντιλήψεταί μου. οὐ γὰρ τὴν ἀνάστασιν μόνην τοῦ Χριστοῦ ἐξ ὕπνου ἔγερσιν, ἀλλὰ καὶ τὴν εἰς σάρκα κάθοδον τοῦ κυρίου ὕπνον ἀλληγορεῖ.
与此相仿,斯多亚学派最负盛名之人亦在论及全烧与宇宙治理、具有独特特质的世界与人,以及我们灵魂的持存时,确立了这一教义。此外,柏拉图在《理想国》第七卷中,亦将地上的白昼称为如黑夜一般(我想这是因“管辖这幽暗世界的”之故),并与赫拉克利特一样,将灵魂降入肉体称为沉睡与死亡。圣灵借着大卫论及救主时,岂非亦预先发出了这样的神谕: “我躺下睡着;我醒来,因为耶和华必扶持我”? 因为他不仅将基督的复活寓意为从沉睡中苏醒,亦将主的降入肉躯寓意为睡眠。
αὐτίκα ὁ αὐτὸς σωτὴρ παρεγγυᾷ· γρηγορεῖτε, οἷον μελετᾶτε ζῆν καὶ χωρίζειν τὴν ψυχὴν τοῦ σώματος πειρᾶσθε. τήν τε κυριακὴν ἡμέραν ἐν τῷ δεκάτῳ τῆς Πολιτείας ὁ Πλάτων διὰ τούτων καταμαντεύεται· ἐπειδὴ δὲ τοῖς ἐν τῷ λειμῶνι ἑκάστοις ἑπτὰ ἡμέραι γένοιντο, ἀναστάντας ἐντεῦθεν δεῖ τῇ ὀγδόῃ πορεύεσθαι3 καὶ ἀφικνεῖσθαι τεταρταίους. λειμῶνα μὲν οὖν ἀκουστέον τὴν ἀπλανῆ σφαῖραν, ὡς ἥμερον χωρίον καὶ προσηνὲς καὶ τῶν ὁσίων χῶρον, ἑπτὰ δὲ ἡμέρας ἑκάστην κίνησιν τῶν ἑπτὰ καὶ πᾶσαν τὴν ἐργαστικὴν τέχνην εἰς τέλος ἀναπαύσεως σπεύδουσαν. ἡ δὲ μετὰ τοὺς πλανωμένους πορεία ἐπὶ τὸν οὐρανὸν ἄγει, τουτέστι τὴν ὀγδόην κίνησίν τε καὶ ἡμέραν. τεταρταίους δὲ τὰς ψυχὰς ἀπιέναι λέγει, δηλῶν τὴν διὰ τῶν τεσσάρων στοιχείων πορείαν.
事实上,同一位救主劝诫道: “总要警醒”,意即练习生活,并竭力使灵魂脱离肉体。而柏拉图在《理想国》第十卷中,借由如下文句预言了主日: “当草地上的每个人度过七天之后,他们从那里起身,必须在第八天启程,并在第四天抵达。” 因此,“草地”当被理解为恒星天球,因其为温和宜人之地与圣徒的居所;而“七天”则象征七个天体的每一项运转,以及一切奔向安息终点的劳作技艺。而在游星之后的行程则引向天空,即第八项运转与第八日。他说灵魂“在第四天”离去,乃是指明穿过四元素的行程。
Ἀλλὰ καὶ τὴν ἑβδόμην ἱερὰν οὐ μόνον οἱ Ἑβραῖοι, ἀλλὰ καὶ οἱ Ἕλληνες ἴσασι, καθ’ ἣν ὁ πᾶς κόσμος κυκλεῖται τῶν ζωογονουμένων καὶ φυομένων ἁπάντων.4 Ἡσίοδος μὲν οὖν οὕτως περὶ αὐτῆς λέγει· "πρῶτον ἔνη τετράς τε καὶ ἑβδόμη ἱερὸν ἦμαρ." καὶ πάλιν· "ἑβδομάτῃ δ’ αὖθις λαμπρὸν φάος ἠελίοιο." Ὅμηρος δέ· "ἑβδομάτῃ δἤπειτα κατήλυθεν ἱερὸν ἦμαρ." καί· "ἑβδόμη ἦν ἱερή." καὶ πάλιν· "ἕβδομον ἦμαρ ἔην, καὶ τῷ τετέλεστο ἅπαντα." καὶ αὖθις· "ἑβδομάτῃ δ’ ἠοῖ λίπομεν ῥόον ἐξ Ἀχέροντος." ναὶ μὴν καὶ Καλλίμαχος ὁ ποιητὴς γράφει· "ἑβδομάτῃ δ’ ἠοῖ καί οἱ τετύκοντο ἅπαντα." καὶ πάλιν· "ἑβδόμη εἰν ἀγαθοῖσι καὶ ἑβδόμη ἐστὶ γενέθλη." καί· "ἑβδόμη ἐν πρώτοισι καὶ ἑβδόμη ἐστὶ τελείη." καί· "ἑπτὰ δὲ πάντα τέτυκτο ἐν οὐρανῷ ἀστερόεντι ἐν κύκλοισι φανέντα ἐπιτελλομένοις ἐνιαυτοῖς."
然而,第七日为圣日,不仅希伯来人知晓,希腊人亦知晓;顺应此日,由一切被赋予生命之物与生长之物构成的整个世界周而复始地运转。赫西俄德便就此言道: “首先是初一,第四日,以及第七日,乃是圣日。” 又言: “而在第七日,太阳明亮的光芒再次升起。” 荷马则言: “随后在第七日,圣日降临。” 又言: “第七日是神圣的。” 又言: “那是第七日,万物皆在这一天告成。” 以及: “在第七天的清晨,我们离开了自阿刻戎流出的溪水。” 不仅如此,诗人卡利马科斯亦写道: “在第七天的清晨,万物皆已为他造就。” 又言: “第七日属于美好之物,第七日是诞生日。” 又言: “第七日位列首位之中,第七日是圆满的。” 又言: “万物皆以七数构成,在转动的岁月中,显现于繁星点缀的天空运转之中。”
- 5.13.104τὸν κατὰ τὴν διακόσμησιν εἰδὼς οὐχ ἕτερον ὄντα ἐκείνου πως ἔχοντος
τὸν [sc. κόσμον] ... οὐχ ἕτερον ὄντα 作为宾格分词结构作 εἰδώς 的补足语,其中 ἐκείνου 为比较属格,指代前文所述的“永恒世界”(τὸν μέν τινα κόσμον ἀίδιον)。分词短语 πως ἔχοντος 意为“处于某种状态”,从句法上体现了赫拉克利特及斯多亚学派的观点:即具象构造安排下的世界与永恒世界在实体上并无二致,仅存在状态方式上的差异。
- 5.13.105καὶ μή τι τοῦτο ἐπὶ τοῦ σωτῆρος προεθέσπισεν τὸ πνεῦμα
由否定词 μή(加附着词 τι)引导的修辞疑问句。形式上虽呈现暗示否定或带有踌躇语气的否定疑问结构,但在语境中实际上表达强烈的肯定意味(“圣灵岂非预先发出了这样的预言吗?诚然如此”)。句中主语为 τὸ πνεῦμα,直接宾语为 τοῦτο。
- 5.13.106ἀναστάντας ἐντεῦθεν δεῖ τῇ ὀγδόῃ πορεύεσθαι
宾格分词 ἀναστάντας 充当非人称动词 δεῖ 所支配的不定词 πορεύεσθαι 的逻辑主语。尽管前置时间从句中使用了与格 τοῖς ἐν τῷ λειμῶνι ἑκάστοις,此处仍遵循非人称动词的标准规则,构成宾格加不定词结构。
- 5.13.107τῶν ζωογονουμένων καὶ φυομένων ἁπάντων
修饰主语名词短语 ὁ πᾶς κόσμος 的部分属格或内容/构成属格,表述“由一切被赋予生命者与生长者构成的整个世界”。
