- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:5.12.78-5.12.80
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克莱门特援引柏拉图、摩西、奥路菲与保罗的话,阐明神圣本性与诸天奥秘超乎言表且应当隐匿,并通过福音书言论及面酵的比喻阐释了这一隐藏真理的救赎力量。
Τὸν γὰρ πατέρα καὶ ποιητὴν τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον καὶ εὑρόντα1 εἰς πάντας ἐξειπεῖν ἀδύνατον. ῥητὸν γὰρ οὐδαμῶς ἐστιν ὡς τἄλλα μαθήματα, ὁ φιλαλήθης λέγει Πλάτων. ἀκήκοεν γὰρ εὖ μάλα ὡς ὁ πάνσοφος Μωυσῆς εἰς τὸ ὄρος ἀνιὼν (διὰ τὴν ἁγίαν θεωρίαν ἐπὶ τὴν κορυφὴν τῶν νοητῶν) ἀναγκαίως διαστέλλεται μὴ τὸν πάντα λαὸν συναναβαίνειν ἑαυτῷ· καὶ ὅταν λέγῃ ἡ γραφὴ εἰσῆλθεν δὲ Μωυσῆς εἰς τὸν γνόφον οὗ ἦν ὁ θεός, τοῦτο δηλοῖ τοῖς συνιέναι δυναμένοις, ὡς ὁ θεὸς ἀόρατός ἐστι καὶ ἄρρητος, γνόφος δὲ ὡς ἀληθῶς ἡ τῶν πολλῶν ἀπιστία τε καὶ ἄγνοια τῇ αὐγῇ τῆς ἀληθείας ἐπίπροσθε φέρεται. Ὀρφεύς τε αὖ ὁ θεολόγος ἐντεῦθεν ὠφελημένος εἰπών· "εἷς ἔστ’, αὐτοτελής, ἑνὸς ἔκγονα πάντα τέτυκται " (ἢ πέφυκεν, γράφεται γὰρ καὶ οὕτως), ἐπιφέρει· "οὐδέ τις αὐτὸν εἰσοράᾳ θνητῶν, αὐτὸς δέ γε πάντας ὁρᾶται." σαφέστερον δὲ ἐπιλέγει· "αὐτὸν δ’ οὐχ ὁρόω· περὶ γὰρ νέφος ἐστήρικται. πᾶσιν γὰρ θνητοῖς θνηταὶ κόραι εἰσὶν ἐν ὄσσοις μικραί, ἐπεὶ σάρκες τε καὶ ὀστέα ἐμπεφύασιν. "
“因为要找出这位万物的父与造物主实属难事,即便找出了,要向众人宣讲也是不可能的;因为它绝非如其他学问那般可以用语言表达”,热爱真理的柏拉图如此说道。因为他极其清楚地听说,全智的摩西在登上高山时(为了神圣的观照而登上可知界的顶峰),必然明确吩咐不可让全体人民与他一同登顶;而当圣经说“摩西进入了上帝所在的幽暗之中”时,这向有能力领悟的人表明:上帝是不可见的与不可言说的,而幽暗实际上就是大众的不信与无知,遮蔽在真理的光辉之前。神学家奥路菲亦受惠于此,他在说过“祂是独一的,自足完满,万物皆自独一者而出”(或作“生成”,因为传抄亦有如此记载)之后,又补充道:“凡人中未有人得见祂,但祂自身却鉴察一切。”他又更为明确地接着说:“但我却未见祂;因为云彩已笼罩在周围。因为凡人双目中凡俗的瞳仁俱皆微小,因有血肉与骨骼在其中长成。”
μαρτυρήσει τοῖς εἰρημένοις ὁ ἀπόστολος, οἶδα λέγων ἄνθρωπον ἐν Χριστῷ ἁρπαγέντα ἕως τρίτου οὐρανοῦ, κἀκεῖθεν εἰς τὸν παράδεισον, ὃς ἤκουσεν ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι, τὸ ἄρρητον τοῦ θεοῦ οὕτως αἰνισσόμενος, οὐ νόμῳ καὶ φόβῳ παραγγελίας τινὸς τὸ οὐκ ἐξὸν προστιθείς,2 δυνάμει δὲ ἀνθρωπείᾳ ἄφθεγκτον εἶναι τὸ θεῖον μηνύων, εἴ γε ὑπὲρ οὐρανὸν τὸν τρίτον ἄρχεται λαλεῖσθαι, ὡς θέμις, τοῖς ἐκεῖ μυσταγωγοῦσιν τὰς ἐξειλεγμένας ψυχάς. οἶδα γὰρ ἐγὼ καὶ παρὰ Πλάτωνι (τὰ γὰρ ἐκ τῆς βαρβάρου φιλοσοφίας παραδείγματα πολλὰ ὄντα ὑπερτίθεταί μοι νῦν ἡ γραφή, κατὰ τὰς πρώτας ὑποσχέσεις τὸν καιρὸν ἀναμένουσα) πολλοὺς οὐρανοὺς νοουμένους. ἀπορήσας γοῦν ἐν τῷ Τιμαίῳ, εἰ χρὴ πλείονας κόσμους ἢ τοῦτον ἕνα νομίζειν, ἀδιαφορεῖ περὶ τὰ ὀνόματα, συνωνύμως κόσμον τε καὶ οὐρανὸν ἀποκαλῶν· τὰ δὲ τῆς λέξεως ὧδε ἔχει· πότερον οὖν ὀρθῶς ἕνα οὐρανὸν εἰρήκαμεν ἢ πολλοὺς καὶ ἀπείρους ἦν λέγειν ὀρθότερον; ἕνα, εἴπερ κατὰ τὸ παράδειγμα ἔσται δεδημιουργημένος.
使徒亦将为上述话语作证,他说道:“我认得一个在基督里的人,他被提拔直到第三层天”,又从那里被提到“乐园里,听见了不可言说的隐秘言语,是人不可说的”,以此暗示上帝的不可言说性;他加上“不可”并非出于律法或对某种训令的惧怕,而是表明凭人的能力,神圣之物是无法道出的——倘若在第三层天之上,它果真依正当之理在引导那里蒙拣选的灵魂进入奥秘的人们中开始被宣讲。因为我自己也知道在柏拉图那里(因为本著作如今为我延搁了蛮族哲学的众多范例,正依照起初的承诺等待合宜的时机),许多诸天被构想出来。无论如何,他在《蒂迈欧篇》中探讨应当认为有多个世界还是仅此一个世界时,对名称并不拘泥,同义地称其为“世界”与“天”;其原话如下:“那么,我们说只有一个天是正确的呢,还是说有许多且无穷的天更为正确?是一个,只要它是照着范型被造出来的。”
Ἀλλὰ κἀν τῇ πρὸς Κορινθίους Ῥωμαίων ἐπιστολῇ ὠκεανὸς ἀπέραντος ἀνθρώποις γέγραπται καὶ οἱ μετ’ αὐτὸν κόσμοι. ἀκολούθως τοίνυν πάλιν ἐπιφθέγγεται ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ ὁ γενναῖος ἀπόστολος. καὶ μή τι τοῦτ’ ἦν ὃ ᾐνίσσετο ὁ προφήτης, ἐγκρυφίας κελεύων ποιεῖν ἀζύμους, μηνύων ὅτι τὸν ἱερὸν ὡς ἀληθῶς περὶ τοῦ ἀγενήτου καὶ τῶν δυνάμεων αὐτοῦ μύστην λόγον ἐπικεκρύφθαι δεῖ. βεβαιῶν ταῦτα ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ ὁ ἀπόστολος ἀναφανδὸν εἴρηκεν· σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων· ἀλλὰ λαλοῦμεν θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην. καὶ πάλιν ἀλλαχοῦ λέγει· εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ θεοῦ ἐν Χριστῷ, ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι. ἐπισφραγίζεται ταῦτα ὁ σωτὴρ ἡμῶν αὐτὸς ὧδέ πως λέγων· ὑμῖν δέδοται γνῶναι τὸ μυστήριον τῆς βασιλείας τῶν οὐρανῶν. καὶ πάλιν φησὶ τὸ εὐαγγέλιον, ὡς ὁ σωτὴρ ἡμῶν ἔλεγεν τοῖς ἀποστόλοις τὸν λόγον ἐν μυστηρίῳ· καὶ γὰρ ἡ προφητεία περὶ αὐτοῦ φησιν· ἀνοίξει ἐν παραβολαῖς τὸ στόμα αὐτοῦ καὶ ἐξερεύξεται τὰ ἀπὸ καταβολῆς κόσμου κεκρυμμένα. ἤδη δὲ καὶ διὰ τῆς περὶ τὴν ζύμην παραβολῆς τὴν ἐπίκρυψιν ὁ κύριος δηλοῖ· φησὶ γάρ· ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον. ἤτοι γὰρ ἡ τριμερὴς καθ’ ὑπακοὴν σῴζεται ψυχὴ διὰ τὴν ἐγκρυβεῖσαν αὐτῇ κατὰ τὴν πίστιν πνευματικὴν δύναμιν, ἢ ὅτι ἡ ἰσχὺς τοῦ λόγου3 ἡ δοθεῖσα ἡμῖν, σύντονος οὖσα καὶ δυνατή, πάντα τὸν καταδεξάμενον καὶ ἐντὸς ἑαυτοῦ κτησάμενον αὐτὴν ἐπικεκρυμμένως τε καὶ ἀφανῶς πρὸς ἑαυτὴν ἕλκει καὶ τὸ πᾶν αὐτοῦ σύστημα εἰς ἑνότητα συνάγει.
但即使在罗马人致哥林多人的书信中,亦有记载:“对人类不可逾越的大洋及其彼岸的诸世界。”因此那位崇高的使徒随后再次呼喊道:“深哉,上帝丰富的智慧和知识!”先知吩咐制作“无酵的灰烬烤饼”,难道不正是暗示了这一点,以此表明关于非受造者及其诸能力的真正神圣的奥秘之道必须隐匿吗?使徒在致哥林多人的书信中证实了这些事,公然说道:“然而,在完全的人中,我们也讲智慧。但不是这世上的智慧,也不是这世上有权有位、将要败亡之人的智慧;我们讲的,乃是从前隐藏的、上帝奥秘中的智慧。”他在别处又说:“以致真知上帝在基督里的奥秘;所积蓄的一切智慧知识,都在祂里面隐藏着。”我们的救主亲自这样说来印证这些话:“天国的奥秘是赐给你们知道的。”福音书再次说道,我们的救主以奥秘向使徒们讲道;因为关于祂的预言也说:“祂要开口用比喻,把创世以来所隐藏的事发明出来。”主借着关于面酵的比喻,实际上已经表明了这种隐匿;因为祂说:“天国好像面酵,有妇人拿来,藏在三斗面里,直等全团都发起来。”因为或者是指那由三部分构成的灵魂因着顺服,借着因信仰而隐匿于其中的属灵能力而得救;或者是说赐给我们的道的能力,强健而有力量,能将每一位接纳它并在自身之内获得它的人,隐蔽而无形地吸引归向自身,并将其整个体系汇聚归于一体。
- 5.12.78εὑρόντα
作为不定式 ἐξειπεῖν 的不定人称逻辑主语的宾格分词,意为“(发现祂的人)向众人宣讲”。
- 5.12.79οὐ νόμῳ καὶ φόβῳ παραγγελίας τινὸς τὸ οὐκ ἐξὸν προστιθείς
中性定冠词 τὸ 将引文 οὐκ ἐξόν(不可、不被允许)实质化,作为分词 προστιθείς 的直接宾语;该分词的主语为主句中的使徒,全句意为“并非出于律法或对某种训令的惧怕而加上‘不可’这一词句”。
- 5.12.80ἤτοι γὰρ ἡ τριμερὴς καθ’ ὑπακοὴν σῴζεται ψυχὴ ... ἢ ὅτι ἡ ἰσχὺς τοῦ λόγου
由 ἤτοι ... ἢ ...(或者……或者……)构成的二者择一结构,但存在破格现象(anacoluthon):前半句为主句形式(动词 σῴζεται),而后半句则转为以 ὅτι 引导的原因从句形式。
