← 亚历山太的革利免

杂记

§5.11.74-5.11.77

神的超越性与对人手殿宇祭祀的否定

革利免引述使徒保罗、柏拉图、摩西、欧里庇得斯以及芝诺的言论,论证上帝是不可见且超越万有的,祂具有绝对的自足性,既不住在人手所造的殿宇或偶像之中,亦不需要世俗的祭牲与烟气。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.11.74

ἐντεῦθεν ὁ ἀπόστολος βλέπομεν νῦν ὡς δἰ ἐσόπτρου φησί, τότε δὲ πρόσωπον πρὸς πρόσωπον, κατὰ μόνας ἐκείνας τὰς ἀκραιφνεῖς καὶ ἀσωμάτους τῆς διανοίας ἐπιβολάς.1 δυνατὸν δὲ κἀν τῷ διαλέγεσθαι τὸ καταμαντεύεσθαι τοῦ θεοῦ, ἐὰν ἐπιχειρῇ τις ἄνευ πασῶν τῶν αἰσθήσεων διὰ τοῦ λόγου ἐπ’ αὐτὸ ὅ ἐστιν ἕκαστον ὁρμᾶν καὶ μὴ ἀποστατεῖν τῶν ὄντων, πρὶν ἄν, ἐπαναβαίνων ἐπὶ τὰ ὑπερκείμενα, αὐτὸ ὅ ἐστιν ἀγαθὸν αὐτῇ νοήσει λάβῃ,2 ἐπ’ αὐτῷ γινόμενος τῷ τοῦ νοητοῦ τέλει κατὰ Πλάτωνα. πάλιν ὁ Μωυσῆς οὐκ ἐπιτρέπων βωμοὺς καὶ τεμένη πολλαχοῦ κατασκευάζεσθαι, ἕνα δ’ οὖν νεὼν ἱδρυσάμενος τοῦ θεοῦ, μονογενῆ τε κόσμον, ὥς φησιν ὁ Βασιλείδης, καὶ τὸν ἕνα, ὡς οὐκέτι τῷ Βασιλείδῃ δοκεῖ, κατήγγελλε θεόν. καὶ ὅτι οὐ περιλαμβάνει τόπῳ τὸ ἀπερίληπτον ὁ γνωστικὸς Μωυσῆς, ἀφίδρυμα οὐδὲν ἀνέθηκεν εἰς τὸν νεών, σεβάσμιον ἀόρατον καὶ ἀπερίγραφον δηλῶν εἶναι τὸν θεόν, προσάγων δὲ ἁμῇ γέ πῃ εἰς ἔννοιαν τοῦ θεοῦ τοὺς Ἑβραίους διὰ τῆς τιμῆς τοῦ κατὰ τὸν νεὼν ὀνόματος. ἀλλὰ γοῦν κωλύων ὁ λόγος τάς τε τῶν ἱερῶν κατασκευὰς καὶ τὰς θυσίας ἁπάσας τὸ μὴ ἔν τινι εἶναι τὸν παντοκράτορα αἰνίσσεται δἰ ὧν φησι· ποῖον οἶκον οἰκοδομήσετέ μοι; λέγει κύριος. ὁ οὐρανός μοι θρόνος καὶ τὰ ἑξῆς. περί τε τῶν θυσιῶν ὁμοίως· αἷμα ταύρων καὶ στέαρ ἀρνῶν οὐ βούλομαι, καὶ ὅσα ἐπὶ τούτοις διὰ τοῦ προφήτου τὸ πνεῦμα τὸ ἅγιον ἀπαγορεύει.

因此使徒说:“我们如今如同透过镜子观看”,“到那时却要面对面”,这唯独是借着理智那些纯粹且非肉身的直观。在辩证法中亦有可能揣度上帝,如果有人试图摆脱一切感官,单凭理性奔向每一事物自身的本质,并且不脱离真实存在之物,直到他上升到更高之物,以纯粹的思想把握善本身,正如柏拉图所说,抵达可知境界的终极目标。摩西同样不许在各处建造祭坛与圣所,而是建立了上帝唯一的圣殿,如巴西里德所说宣扬了独一的世界,又如巴西里德不再赞同的那样宣扬了独一的上帝。而且因为那位具有真知的摩西不把不可容纳者局限在地方之中,他未在圣殿中供奉任何偶像,以此表明上帝是应当敬畏的、不可见的、不可限定的,同时通过对圣殿中之名的尊崇,将希伯来人以某种方式引导至对上帝的概念中。然而无论如何,道禁止建造殿宇和一切献祭,借着祂所说的话暗示全能者不在任何处所之中:“主说,你们要为我造怎样的殿宇?天是我的座位”,诸如此类。关于献祭亦是同样:“公牛的血、羊羔的脂油,我都不喜悦”,以及圣灵借着先知在此之后所禁止的一切。

§5.11.75

παγκάλως τοίνυν καὶ ὁ Εὐριπίδης συνᾴδει τούτοις γράφων· "ποῖος δ’ ἂν οἶκος τεκτόνων πλασθεὶς ὕπο δέμας τὸ θεῖον περιβάλοι τοίχων πτυχαῖς;" καὶ ἐπὶ τῶν θυσιῶν ὡσαύτως λέγει· "δεῖται γὰρ ὁ θεός, εἴπερ ἔστ’ ὀρθῶς θεός, οὐδενός· ἀοιδῶν οἵδε δύστηνοι λόγοι." οὐ γὰρ χρείας ἕνεκεν ὁ θεὸς πεποίηκεν τὸν κόσμον, ἵνα τιμὰς πρός τε ἀνθρώπων καὶ πρὸς θεῶν τῶν ἄλλων καὶ δαιμόνων, φησὶν ὁ Πλάτων, καρποῖτο, οἷον πρόσοδόν τινα ἀπὸ τῆς γενέσεως ἀρνύμενος, παρὰ μὲν ἡμῶν καπνούς, παρὰ δὲ θεῶν καὶ δαιμόνων τὰς οἰκείας λειτουργίας. διδασκαλικώτατα ἄρα ὁ Παῦλος ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων ὁ θεὸς ὁ ποιήσας τὸν κόσμον φησὶ καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς κύριος ὑπάρχων οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, οὐδὲ ὑπὸ χειρῶν ἀνθρωπίνων θεραπεύεται προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσι πνοὴν καὶ ζωὴν καὶ τὰ πάντα.

因此欧里庇得斯在写作时也与此极其优美地吻合:“建筑工匠所造的何种殿宇,能以墙垣的折层包容神圣的身躯?”关于献祭他也同样说道:“因为上帝若真正是上帝,便一无所缺;这些不过是诗人们的可怜之词。”因为上帝并非因有所欠缺而创造世界,“以便从人类以及从其他神明和神怪那里获取尊崇”,如柏拉图所说,“仿佛从受造界收取某种贡税,从我们这里收取烟气,从诸神和神怪那里收取各自的侍奉。”因此保罗在使徒行传中极具教导性地说:“创造宇宙和其中万物的上帝,既是天地的主,就不住人手所造的殿,也不用人手服事,好像缺少什么,自己倒将气息、生命、万物赐给万人。”

§5.11.76

λέγει δὲ καὶ Ζήνων ὁ τῆς Στωϊκῆς κτίστης αἱρέσεως ἐν τῷ τῆς πολιτείας βιβλίῳ μήτε ναοὺς δεῖν ποιεῖν μήτε ἀγάλματα· μηδὲν γὰρ εἶναι τῶν θεῶν ἄξιον κατασκεύασμα, καὶ γράφειν οὐ δέδιεν αὐταῖς λέξεσι τάδε· ἱερά τε οἰκοδομεῖν οὐδὲν δεήσει· ἱερὸν γὰρ μὴ πολλοῦ ἄξιον καὶ ἅγιον οὐδὲν χρὴ νομίζειν· οὐδὲν δὲ πολλοῦ ἄξιον καὶ ἅγιον οἰκοδόμων ἔργον καὶ βαναύσων. εἰκότως οὖν καὶ Πλάτων, νεὼν τοῦ θεοῦ τὸν κόσμον εἰδώς, τοῖς πολίταις ἐναπέδειξεν χωρίον τῆς πόλεως, ἵνα ἔμελλεν ἀνακεῖσθαι αὐτοῖς τὰ εἴδωλα, ἰδίᾳ δὲ ἀπεῖπεν μηδενὶ κεκτῆσθαι θεῶν ἀγάλματα. μηδεὶς οὖν ἑτέρως, φησίν, ἱερὰ καθιερούτω θεοῖς· χρυσὸς μὲν γὰρ καὶ ἄργυρος ἐν ἄλλαις πόλεσιν ἰδίᾳ τε καὶ ἐν ἱεροῖς ἐστιν ἐπίφθονον κτῆμα· ἐλέφας δὲ ἀπολελοιπότος ψυχὴν σώματος οὐκ εὐαγὲς ἀνάθημα· σίδηρος δὲ καὶ χαλκὸς πολέμων ὄργανα· ξύλου δὲ μονόξυλον, ὅ τι ἂν θέλῃ τις, ἀνατιθέτω, ὡσαύτως καὶ λίθου πρὸς τὰ κοινὰ ἱερά.

斯多亚学派的创始人芝诺在《理想国》一书中也说,既不应当建造殿宇,也不应当设立塑像,因为没有任何建筑配得上诸神,他毫不畏惧地原话写道:“建造圣殿将毫无必要;因为不应当认为任何缺乏极高价值与神圣之物为圣殿;而建筑工匠和粗鄙工人的作品没有任何是极具价值且神圣的。”因此柏拉图明知世界就是上帝的圣殿,合宜地为城邦公民指定了城中的一处地方,以便安放他们的神像,但他禁止任何人私自占有神明的塑像。“因此,任何人不得以别的方式为诸神奉献圣物”,他说:“因为金和银在其他城邦里,无论在私家还是在圣所中,都是令人嫉妒的财富;象牙来自脱离了灵魂的肉体,并非圣洁的供物;铁和青铜是战争的器械;但若用木头,凡有人所愿,只可奉献独木所制之物,石料亦是同样,奉献于公用圣所。”

§5.11.77

εἰκότως οὖν ἐν τῇ μεγάλῃ ἐπιστολῇ ῥητὸν γὰρ φησὶν οὐδαμῶς ἐστιν ὡς τὰ ἄλλα μαθήματα, ἀλλ’ ἐκ πολλῆς ξυνουσίας γιγνομένης περὶ τὸ πρᾶγμα αὐτὸ καὶ τοῦ συζῆν ἐξαίφνης οἷον ἀπὸ πυρὸς πηδήσαντος ἐξαφθὲν φῶς3 ἐν τῇ ψυχῇ γενόμενον αὐτὸ ἑαυτὸ ἤδη τρέφει. ἆρ’ οὐχ ὅμοια ταῦτα τοῖς ὑπὸ Σοφονία λεχθεῖσι τοῦ προφήτου; καὶ ἀνέλαβέν με πνεῦμα καὶ ἀνήνεγκέν με εἰς οὐρανὸν πέμπτον καὶ ἐθεώρουν ἀγγέλους καλουμένους κυρίους, καὶ τὸ διάδημα αὐτῶν ἐπικείμενον ἐν πνεύματι ἁγίῳ καὶ ἦν ἑκάστου αὐτῶν ὁ θρόνος ἑπταπλασίων φωτὸς ἡλίου ἀνατέλλοντος, οἰκοῦντας ἐν ναοῖς σωτηρίας καὶ ὑμνοῦντας θεὸν ἄρρητον ὕψιστον.4

因此在大书简中他合宜地说道:“因为它绝非如其他学问那般可以用语言表达,而是在围绕事物本身进行了长期交往与共同生活之后,突然如飞跃之火所点燃的亮光,在灵魂中生成,随即自己滋养自己。”这些话难道不正是与先知西番雅所说的话相似吗?“灵提携我并引我升至第五层天,我看见被称为主宰的天使们,他们的冠冕安放在圣灵之中,他们每个人的宝座是初升旭日光芒的七倍,他们居住在救恩的殿宇中,赞美那不可言说、至高无上的上帝。”

语法注4 条
  1. 5.11.74κατὰ μόνας ἐκείνας τὰς ἀκραιφνεῖς καὶ ἀσωμάτους τῆς διανοίας ἐπιβολάς

    介词 κατὰ 支配宾格名词 ἐπιβολάς,形容词 μόνας 置于谓语位置与 ἐκείνας τὰς ... ἐπιβολάς 一致(“唯独借着那些……直观”),修饰并补充了前文“面对面”的认识状态。在此处它表达了认识神的方式与条件,即唯有凭借理智纯粹且非肉身的直观投射,才能达至对上帝的真正观照。

  2. 5.11.74πρὶν ἄν, ἐπαναβαίνων ἐπὶ τὰ ὑπερκείμενα, αὐτὸ ὅ ἐστιν ἀγαθὸν αὐτῇ νοήσει λάβῃ

    此处引自柏拉图《理想国》卷七(532a-b)关于辩证法的论述。紧接前面带有否定的不定式短语 καὶ μὴ ἀποστατεῖν τῶν ὄντων(不脱离存在之物),πρὶν ἄν 引导虚拟语气(λάβῃ),构成了表示终点与界限的从句(“直到他把握……”)。分词 ἐπαναβαίνων 则作方式状语,描述在上升过程中的行为。

  3. 5.11.77οἷον ἀπὸ πυρὸς πηδήσαντος ἐξαφθὲν φῶς

    此处引用柏拉图《第七书简》(341c-d)的名句。πυρὸς πηδήσαντος 由介词 ἀπό 支配,意为“从飞跃的火中”,被动分词 ἐξαφθὲν(被点燃的)修饰中性名词 φῶς(亮光)。整套明喻修辞与主语 φῶς 一同接在 ἐν τῇ ψυχῇ γενόμενον 之后,生动描绘了真理之光在灵魂中骤然点燃的顿悟过程。

  4. 5.11.77οἰκοῦντας ἐν ναοῖς σωτηρίας καὶ ὑμνοῦντας θεὸν ἄρρητον ὕψιστον

    阳性复数宾格分词 οἰκοῦντας 与 ὑμνοῦντας 在句法上并非与紧邻的单数属格(ἑκάστου αὐτῶν)一致,而是呼应更前面的动词 ἐθεώρουν 的直接宾语 ἀγγέλους καλουμένους κυρίους(被称为主宰的天使们)。尽管中间插入了描述冠冕与宝座的分句,但这两个分词在句法上仍作该宾语的同位状语,描述天使们的作为。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:5.11.74-5.11.77