- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:5.11.71-5.11.73
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
文中阐述了借由几何与逻辑的抽离途径通达非物质之神的构想,确立了第一因超越居所、形体与人的教导,唯有借着圣子的恩典方可知晓。随后,乐园之树与亚伯拉罕三日旅程的经文被阐释为灵魂上升至观照境界以及信仰奥秘的寓意。
μετὰ ταῦτα δ’ ἐστὶ τὰ μικρὰ μυστήρια διδασκαλίας τινὰ ὑπόθεσιν ἔχοντα καὶ προπαρασκευῆς τῶν μελλόντων, τὰ δὲ μεγάλα περὶ τῶν συμπάντων, οὗ μανθάνειν οὐκέτι ὑπολείπεται, ἐποπτεύειν δὲ καὶ περινοεῖν τήν τε φύσιν καὶ τὰ πράγματα.1 λάβοιμεν δ’ ἂν τὸν μὲν καθαρτικὸν τρόπον ὁμολογίᾳ, τὸν δὲ ἐποπτικὸν ἀναλύσει ἐπὶ τὴν πρώτην νόησιν προχωροῦντες, δἰ ἀναλύσεως ἐκ τῶν ὑποκειμένων αὐτῷ τὴν ἀρχὴν ποιούμενοι, ἀφελόντες μὲν τοῦ σώματος τὰς φυσικὰς ποιότητας, περιελόντες δὲ τὴν εἰς τὸ βάθος διάστασιν, εἶτα τὴν εἰς τὸ πλάτος, καὶ ἐπὶ τούτοις τὴν εἰς τὸ μῆκος· τὸ γὰρ ὑπολειφθὲν σημεῖόν ἐστι μονὰς ὡς εἰπεῖν θέσιν ἔχουσα, ἧς ἐὰν περιέλωμεν τὴν θέσιν, νοεῖται μονάς. εἰ τοίνυν, ἀφελόντες πάντα ὅσα πρόσεστι τοῖς σώμασιν καὶ τοῖς λεγομένοις ἀσωμάτοις, ἐπιρρίψαιμεν ἑαυτοὺς εἰς τὸ μέγεθος τοῦ Χριστοῦ κἀκεῖθεν εἰς τὸ ἀχανὲς ἁγιότητι προΐοιμεν, τῇ νοήσει τοῦ παντοκράτορος ἁμῇ γέ πῃ προσάγοιμεν ἄν, οὐχ ὅ ἐστιν, ὃ δὲ μή ἐστι γνωρίσαντες· σχῆμα δὲ καὶ κίνησιν ἢ στάσιν ἢ θρόνον ἢ τόπον ἢ δεξιὰ ἢ ἀριστερὰ τοῦ τῶν ὅλων πατρὸς οὐδ’ ὅλως ἐννοητέον, καίτοι καὶ ταῦτα γέγραπται· ἀλλ’ ὃ βούλεται δηλοῦν αὐτῶν ἕκαστον, κατὰ τὸν οἰκεῖον ἐπιδειχθήσεται τόπον. οὔκουν ἐν τόπῳ τὸ πρῶτον αἴτιον, ἀλλ’ ὑπεράνω καὶ τόπου καὶ χρόνου καὶ ὀνόματος καὶ νοήσεως. διὰ τοῦτο καὶ ὁ Μωυσῆς φησιν ἐμφάνισόν μοι σαυτόν, ἐναργέστατα αἰνισσόμενος μὴ εἶναι διδακτὸν πρὸς ἀνθρώπων μηδὲ ῥητὸν τὸν θεόν, ἀλλ’ ἢ μόνῃ τῇ παρ’ αὐτοῦ δυνάμει γνωστόν. ἡ μὲν γὰρ ζήτησις ἀειδὴς καὶ ἀόρατος, ἡ χάρις δὲ τῆς γνώσεως παρ’ αὐτοῦ διὰ τοῦ υἱοῦ.
在这些之后乃是小秘仪,其具有教学的基础和对未来之事的预备;接着是关乎万有的大秘仪,在此不再留有学习的余地,而唯有观照与参悟自然及诸实相。我们或可通过认信而获得净化的途径,通过分析而获得观照的途径,从而进至最初的概念,自其下底之物借由分析开始,自物体剥离物理的质性,去除深度的维度,接着去除广度的维度,然后去除长度的维度;因为所剩留者乃是一个具有位置的单子,亦即点;对此我们若去除其位置,它便被构想为单子。因此,如果我们抽离一切附着于物体及所谓无形体之物上的属性,将自身投向基督的浩瀚,并自那里凭着圣洁前行进入无垠,我们或许能以某种方式接近对全能者的构想,认识到的不是祂是什么,而是祂不是什么。至于万有之父的形象、运动或静止、宝座或居所、右边或左边,断然不可设想,即便这些也被记载下来;然而其中每一项意指为何,将在适宜之处予以阐明。因此,第一因不在空间之中,而是高高超越于空间、时间、名称与思索之上。为此摩西也说:“求你向我显现你自己”,极其明晰地暗示神既非人所能教导,亦非言语所能表达,唯有凭着从祂而来的权能方可知晓。因为探求乃是无形且不可见的,而真知的恩典则是从祂借着圣子赐下的。
σαφέστατα δὲ ὁ Σολομὼν μαρτυρήσει ἡμῖν ὧδέ πως λέγων· φρόνησις ἀνθρώπου οὐκ ἔστιν ἐν ἐμοί, θεὸς δὲ δίδωσί μοι σοφίαν· ἅγια δὲ ἐπίσταμαι. αὐτίκα τὴν φρόνησιν θείαν ἀλληγορῶν ὁ Μωυσῆς ξύλον ζωῆς ὠνόμασεν ἐν τῷ παραδείσῳ πεφυτευμένον, ὃς δὴ παράδεισος καὶ κόσμος εἶναι δύναται, ἐν ᾧ πέφυκεν τὰ ἐκ δημιουργίας ἅπαντα. ἐν τούτῳ καὶ ὁ λόγος ἤνθησέν τε καὶ ἐκαρποφόρησεν σὰρξ γενόμενος καὶ τοὺς γευσαμένους τῆς χρηστότητος αὐτοῦ ἐζωοποίησεν, ἐπεὶ μηδὲ ἄνευ τοῦ ξύλου εἰς γνῶσιν ἡμῖν ἀφῖκται· ἐκρεμάσθη γὰρ ἡ ζωὴ ἡμῶν2 εἰς πίστιν ἡμῶν. καὶ ὅ γε Σολομὼν πάλιν φησίν· δένδρον ἀθανασίας ἐστὶ τοῖς ἀντεχομένοις αὐτῆς. διὰ τοῦτο λέγει· ἰδοὺ δίδωμι πρὸ προσώπου σου τὴν ζωὴν καὶ τὸν θάνατον, τὸ ἀγαπᾶν κύριον τὸν θεὸν καὶ πορεύεσθαι ἐν ταῖς ὁδοῖς αὐτοῦ καὶ τῆς φωνῆς αὐτοῦ ἀκούειν καὶ πιστεύειν τῇ ζωῇ· ἐὰν δὲ παραβῆτε τὰ δικαιώματα καὶ τὰ κρίματα ἅ δέδωκα ὑμῖν, ἀπωλείᾳ ἀπολεῖσθε· τοῦτο γὰρ ἡ ζωὴ καὶ ἡ μακρότης τῶν ἡμερῶν σου, τὸ ἀγαπᾶν κύριον τὸν θεόν σου.
所罗门也将最清楚地向我们作证,如此说道:“人的聪明不在我里面,但神赐我智慧;我明白圣事。” 例如,摩西以寓意的方式论及神圣的聪明,称其为栽植于乐园中的“生命之树”,这乐园亦可为世界,被造的一切皆生长于其中。在这世界中,道亦化为肉身而开花结果,使尝过祂良善的人得享生命,因为若非借着木(十字架),祂亦未能为我们所认识;因为我们的生命为了我们的信仰而被悬挂。所罗门又说:“对于持守她的人,她是永生之树。” 为此经上说:“看哪,我将生与死摆在你面前:爱耶和华神,行祂的道,听从祂的声音,信从生命;但你们若违背我赐给你们的律例和典章,你们必定灭亡;因为这就是你的生命,是你日子的长久,就是要爱耶和华你的神。”
πάλιν· ὁ Ἀβραὰμ ἐλθὼν εἰς τὸν τόπον ὃν εἶπεν αὐτῷ ὁ θεὸς τῇ τρίτῃ ἡμέρᾳ ἀναβλέψας ὁρᾷ τὸν τόπον μακρόθεν· πρώτη μὲν γὰρ ὁ δἰ ὄψεως τῶν καλῶν ἵμερος, δευτέρα δὲ ἡ ψυχῆς τῶν ἀρίστων ἐπιθυμία, τῇ τρίτῃ δὲ ὁ νοῦς τὰ πνευματικὰ διορᾷ, διοιχθέντων τῶν τῆς διανοίας ὀμμάτων πρὸς τοῦ τῇ τρίτῃ ἡμέρᾳ διαναστάντος διδασκάλου. εἶεν δ’ ἂν καὶ αἱ τρεῖς ἡμέραι τῆς σφραγῖδος μυστήριον, δἰ ἧς ὁ τῷ ὄντι πιστεύεται θεός. μακρόθεν οὖν ἀκολούθως ὁρᾷ τὸν τόπον· δυσάλωτος γὰρ ἡ χώρα τοῦ θεοῦ, ὃν χώραν ἰδεῶν ὁ Πλάτων κέκληκεν, παρὰ Μωυσέως λαβὼν τόπον εἶναι αὐτόν,3 ὡς τῶν ἁπάντων καὶ τῶν ὅλων περιεκτικόν. ἀτὰρ εἰκότως πόρρωθεν ὁρᾶται τῷ Ἀβραὰμ διὰ τὸ ἐν γενέσει εἶναι, καὶ δἰ ἀγγέλου προσεχῶς μυσταγωγεῖται.
经上又说:“亚伯拉罕到了神指示他的地方,第三日举目远远地看见那地方。” 因为第一日是借着观赏美物而生的向往,第二日是灵魂对至善之物的渴望,而在第三日,知性则洞察属灵之事,因为心思的眼睛已被那在第三日复活的导师所开启。这三日亦可是印记的奥秘,借此印记,人们信靠真实存在的上帝。因此,他理所当然地自远处观看那地方;因为神的领域实难企及,柏拉图将祂称为“理念的领域”,他是从摩西那里采纳了神本身即是“地方”的说法,因祂包罗万象与全体。然而,亚伯拉罕因身处受造流变之中,自远处看见祂乃是合宜的,并且他是借着天使直接受到引介而进入秘仪的。
- 5.11.71οὗ μανθάνειν οὐκέτι ὑπολείπεται, ἐποπτεύειν δὲ καὶ περινοεῖν τήν τε φύσιν καὶ τὰ πράγματα
关系副词 οὗ 在处所和语境意义上承接先行词 τὰ δὲ μεγάλα [μυστήρια](意为“在大秘仪中”)。并列对比的不定词短语 μανθάνειν 与 ἐποπτεύειν δὲ καὶ περινοεῖν 充当了非人称动词 ὑπολείπεται 的真正主语(“不再剩下学习,而是留下观照……”)。
- 5.11.72ἐπεὶ μηδὲ ἄνευ τοῦ ξύλου εἰς γνῶσιν ἡμῖν ἀφῖκται· ἐκρεμάσθη γὰρ ἡ ζωὴ ἡμῶν εἰς πίστιν ἡμῶν
在连词 ἐπεί 引导的原因从句中,主语为前文的 ὁ λόγος。名词 ξύλον 既承接前文的“生命之树”(ξύλον ζωῆς),又如紧随其后的 ἐκρεμάσθη(被悬挂)所示,语带双关地指代十字架之木。εἰς πίστιν ἡμῶν 中的介词 εἰς 表示目的或结果。
- 5.11.73ὃν χώραν ἰδεῶν ὁ Πλάτων κέκληκεν, παρὰ Μωυσέως λαβὼν τόπον εἶναι αὐτόν
关系代名词 ὃν(阳性单数宾格)以前文短语 ἡ χώρα τοῦ θεοῦ 中的神格 τοῦ θεοῦ 为先行词,而非阴性的 χώρα。不定词短语 τόπον εἶναι αὐτόν 构成宾格加不定词结构,充当分词 λαβών 的宾语,其中 αὐτόν 同样指代神自身。
