← 亚历山太的革利免

杂记

§5.11.67-5.11.70

脱离肉体的真正祭牲与神人同形论的寓解

作者将神所悦纳的祭牲定义为脱离肉体与激情的决绝分离,指出柏拉图、毕达哥拉斯与摩西律法在此相通。他主张圣经中的神人同形说法应按寓意解构,并引述伊索克拉底、欧里庇得斯等希腊作家的文句,论证唯有在基督里的真知才是完全的真理。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.11.67

Θυσία δὲ ἡ τῷ θεῷ δεκτὴ σώματός τε καὶ τῶν τούτου παθῶν ἀμετανόητος χωρισμός. ἡ ἀληθὴς τῷ ὄντι θεοσέβεια αὕτη. καὶ μή τι εἰκότως μελέτη θανάτου διὰ τοῦτο εἴρηται τῷ Σωκράτει ἡ φιλοσοφία·1 ὁ γὰρ μήτε τὴν ὄψιν παρατιθέμενος ἐν τῷ διανοεῖσθαι μήτε τινὰ τῶν ἄλλων αἰσθήσεων ἐφελκόμενος, ἀλλ’ αὐτῷ καθαρῷ τῷ νῷ τοῖς πράγμασιν ἐντυγχάνων τὴν ἀληθῆ φιλοσοφίαν μέτεισιν. τοῦτο ἄρα βούλεται καὶ τῷ Πυθαγόρᾳ ἡ τῆς πενταετίας σιωπή, ἣν τοῖς γνωρίμοις παρεγγυᾷ, ὡς δὴ ἀποστραφέντες τῶν αἰσθητῶν ψιλῷ τῷ νῷ τὸ θεῖον ἐποπτεύοιεν. παρὰ Μωυσέως τοιαῦτα φιλοσοφήσαντες οἱ τῶν Ἑλλήνων ἄκροι.2 προστάσσει γὰρ τὰ ὁλοκαυτώματα δείραντας εἰς μέλη διανεῖμαι, ἐπειδὴ γυμνὴν τῆς ὑλικῆς δορᾶς γενομένην τὴν γνωστικὴν ψυχὴν ἄνευ τῆς σωματικῆς φλυαρίας καὶ τῶν παθῶν πάντων, ὅσα περιποιοῦσιν αἱ κεναὶ καὶ ψευδεῖς ὑπολήψεις, ἀποδυσαμένην τὰς σαρκικὰς ἐπιθυμίας, τῷ φωτὶ καθιερωθῆναι ἀνάγκη.

为神所悦纳的祭牲,乃是脱离肉体及其激情的决绝分离。这才是名副其实的真正虔敬。难道苏格拉底不正是为此理所当然地将哲学称为“死亡的操练”吗?因为那在思考时不把视觉掺杂其中,也不拉入任何其他感官,而是单以纯粹的心智本身去触碰实相的人,才是在探求真正的哲学。因此,毕达哥拉斯向他的弟子们吩咐的五年静默也正是此意,即让他们转离可感之物,单凭纯粹的心智去观照神圣之物。希腊人中最杰出者便是从摩西那里获得了这样的哲学见解。因为摩西吩咐“将燔祭剥皮并切成块子”,这是因为,那脱去了物质之皮、除去了肉体的浮华和一切由虚妄猜想所生之激情的具有真知(诺斯替)的灵魂,在脱下肉体欲望之后,必须被奉献归于光明。

§5.11.68

οἱ δὲ πλεῖστοι τῶν ἀνθρώπων τὸ θνητὸν ἐνδυόμενοι καθάπερ οἱ κοχλίαι καὶ περὶ τὰς αὑτῶν ἀκρασίας ὥσπερ οἱ ἐχῖνοι σφαιρηδὸν εἱλούμενοι περὶ τοῦ μακαρίου καὶ ἀφθάρτου θεοῦ τοιαῦτα οἷα καὶ περὶ αὑτῶν δοξάζουσιν. λέληθεν δ’ αὐτούς, κἂν πλησίον ἡμῶν τύχωσιν, ὡς μυρία ὅσα δεδώρηται ἡμῖν ὁ θεός, ὧν αὐτὸς ἀμέτοχος, γένεσιν μὲν ἀγένητος ὤν, τροφὴν δὲ ἀνενδεὴς ὤν, καὶ αὔξησιν ἐν ἰσότητι ὤν, εὐγηρίαν τε καὶ εὐθανασίαν ἀθάνατός τε καὶ ἀγήρως ὑπάρχων. διὸ καὶ χεῖρας καὶ πόδας καὶ στόμα καὶ ὀφθαλμοὺς καὶ εἰσόδους καὶ ἐξόδους καὶ ὀργὰς καὶ ἀπειλὰς μὴ πάθη θεοῦ τις ὑπολάβῃ παρὰ Ἑβραίοις λέγεσθαι, μηδαμῶς, ἀλληγορεῖσθαι δέ τινα ἐκ τούτων τῶν ὀνομάτων ὁσιώτερον, ἃ δὴ καὶ προϊόντος τοῦ λόγου κατὰ τὸν οἰκεῖον καιρὸν διασαφήσομεν. "ἦ πανακὲς πάντων φάρμακον ἁ σοφία, "Καλλίμαχος ἐν τοῖς ἐπιγράμμασι γράφει· "ἕτερος (δὲ) ἐξ ἑτέρου σοφὸς τό τε πάλαι τό τε νῦν, "φησὶ Βακχυλίδης ἐν τοῖς Παιᾶσιν· "οὐδὲ γὰρ ῥᾷστον ἀρρήτων ἐπέων πύλας ἐξευρεῖν· "

然而大多数人却像蜗牛一样套着必死的外壳,像刺猬一样围绕着自己的放纵蜷缩成球状,对至福而不朽的神怀有与对他们自己一样的臆测。他们没有察觉到,即便他们就在我们身边,神也赐予了我们无数祂自己并不分有的恩惠:祂本非受造,却赐予出生;祂无所匮乏,却赐予滋养;祂在永恒的均平中,却赐予生长;祂不死不老,却赐予美好的老年与美好的死亡。因此,绝不可有人认为在希伯来人那里所说的手、脚、口、眼,以及出入、愤怒、威胁是神的激情,绝非如此;而是应当更为虔敬地认识到,通过这些名称,乃是以寓意的方式表达了某些事理,随着论述的展开,我们将在适当时机予以阐明。 “智慧实为医治一切的灵丹妙药,”卡利马科斯在《铭辞集》中写道;“古往今来,哲人皆相承于哲人,”巴克基利德斯在《赞歌》中说;“因为要探寻不可言说之言的门户绝非易事。”

§5.11.69

καλῶς ἄρα Ἰσοκράτης ἐν τῷ Παναθηναϊκῷ τίνας οὖν καλῶ πεπαιδευμένους; προθεὶς ἐπιφέρει· πρῶτον μὲν τοὺς καλῶς χρωμένους τοῖς πράγμασι τοῖς κατὰ τὴν ἡμέραν ἑκάστην προσπίπτουσι καὶ τὴν δόξαν ἐπιτυχῆ τῶν καιρῶν ἔχοντας καὶ δυναμένην ὡς ἐπὶ τὸ πολὺ στοχάζεσθαι τοῦ συμφέροντος· ἔπειτα τοὺς πρεπόντως καὶ δικαίως ὁμιλοῦντας ἀεὶ τοῖς πλησιάζουσι καὶ τὰς μὲν τῶν ἄλλων ἀηδίας καὶ βαρύτητας εὐκόλως καὶ ῥᾳδίως φέροντας, σφᾶς δ’ αὐτοὺς ὡς δυνατὸν ἐλαφροτάτους καὶ μετριωτάτους τοῖς ξυνοῦσι παρέχοντας· ἔτι δὲ τοὺς τῶν μὲν ἡδονῶν κρατοῦντας, τῶν δὲ συμφορῶν μὴ λίαν ἡττωμένους, ἀλλ’ ἀνδρωδῶς ἐν αὐταῖς ἀναστρεφομένους καὶ τῆς φύσεως ἀξίως ἧς μετέχοντες τυγχάνομεν· τέταρτον, ὅπερ μέγιστόν ἐστι, τοὺς μὴ διαφθειρομένους ὑπὸ τῶν εὐπραγιῶν μηδ’ ἐξισταμένους αὑτῶν μηδὲ ὑπερηφάνους γινομένους, ἀλλ’ ἐμμένοντας τῇ τάξει τῶν εὖ φρονούντων. εἶτα ἐπιφέρει τὸν κολοφῶνα τοῦ λόγου· τοὺς δὲ μὴ μόνον πρὸς ἓν τούτων, ἀλλὰ πρὸς ἅπαντα ταῦτα τὴν ἕξιν τῆς ψυχῆς εὐάρμοστον ἔχοντας, τούτους φημὶ καὶ φρονίμους εἶναι καὶ τελείους ἄνδρας καὶ πάσας ἔχειν τὰς ἀρετάς. ὁρᾷς πῶς τὸν γνωστικὸν βίον καὶ Ἕλληνες, καίτοι μὴ εἰδότες ὡς ἐπίστασθαι χρή, ἐκθειάζουσι; τίς δ’ ἔστιν ἡ γνῶσις, οὐδὲ ὄναρ ἴσασιν.

因此,伊索克拉底在《泛雅典娜节献词》中提出: “那么,我把哪些人称为受过良好教养的人呢?” 随后他精彩地回答道: “首先是那些妥善处理每日临到之事、具有契合时宜之见识、大抵能够切中利益所在的人;其次是那些对所有亲近之人皆能得体而公正地交往,对于他人的不快与沉重能够宽容且轻松地承受,并使自己在同伴面前尽可能随和适度的人;再者是那些能够克制享乐,不被灾祸过度压倒,而是在患难中刚毅处之、行事无愧于我们所分有之人性的人;第四,也是最重要的一点,是那些不被顺境腐化,不失常态,也不变得傲慢自大,而是坚守于明智者行列之中的人。” 接着他得出了论述的顶点: “那些使灵魂的品性不仅契合于其中一项,而且与所有这些皆保持和谐的人,我断言他们既是明智且完全的人,也是具备一切德行的人。” 你看到了吧,希腊人哪怕并不懂得当如何认识,却也何等颂扬知者的生活!然而何谓真知,他们甚至在梦中也不曾知晓。

§5.11.70

Εἰ τοίνυν λογικὸν ἡμῖν βρῶμα ἡ γνῶσις εἶναι συμπεφώνηται, μακάριοι τῷ ὄντι κατὰ τὴν γραφὴν οἱ πεινῶντες καὶ διψῶντες τὴν ἀλήθειαν, ὅτι πλησθήσονται τροφῆς ἀιδίου. πάνυ θαυμαστῶς ὁ ἐπὶ τῆς σκηνῆς φιλόσοφος Εὐριπίδης τοῖς προειρημένοις ἡμῖν συνῳδὸς διὰ τούτων εὑρίσκεται, πατέρα καὶ υἱὸν ἅμα οὐκ οἶδ’ ὅπως αἰνισσόμενος· "σοὶ τῷ πάντων μεδέοντι χοὴν πέλανόν τε φέρω, Ζεὺς εἴτ’ Ἀίδης ὀνομαζόμενος στέργεις· σὺ δέ μοι θυσίαν ἄπυρον παγκαρπείας δέξαι πλήρη προχυτίαν." ὁλοκάρπωμα γὰρ ὑπὲρ ἡμῶν ἄπυρον θῦμα ὁ Χριστός. καὶ ὅτι τὸν σωτῆρα αὐτὸν οὐκ εἰδὼς λέγει, σαφὲς ποιήσει ἐπάγων· "σὺ γὰρ ἔν τε θεοῖς τοῖς οὐρανίδαις σκῆπτρον τὸ Διὸς μεταχειρίζεις χθονίων τ’ Ἀίδῃ μετέχεις ἀρχῆς." ἔπειτα ἄντικρυς λέγει· "πέμψον δ’ ἐς φῶς ψυχὰς ἐνέρων τοῖς βουλομένοις ἄθλους προμαθεῖν πόθεν ἔβλαστον,3 τίς ῥίζα κακῶν, τίνα δεῖ μακάρων ἐκθυσαμένους εὑρεῖν μοχθῶν ἀνάπαυλαν." οὐκ ἀπεικότως ἄρα καὶ τῶν μυστηρίων τῶν παρ’ Ἕλλησιν ἄρχει μὲν τὰ καθάρσια, καθάπερ καὶ τοῖς βαρβάροις τὸ λουτρόν.

因此,既然我们已一致认为真知乃是理性的食物,那么按照经上所记,那些对真理“饥渴的人真是有福的”,因为他们必得享永恒的食物而饱足。舞台上的哲学家欧里庇得斯在这些诗句中被发现与我们前述之意奇妙地吻合,不知怎地同时暗示了圣父与圣子: “万物的统治者啊,我向你献上奠酒与麦饼,无论你欣然被称为宙斯还是哈得斯;求你从我这里悦纳这未经火焚的祭物,这满载万果的倾倒祭。” 因为为我们献上的未经火焚之祭、全牲燔祭乃是基督。而欧里庇得斯在并不认识救主本人的情况下这样说,他接下来的诗句将表明得一清二楚: “因为你在诸天神中执掌宙斯的权杖,又在地下之物中与哈得斯共享统治。” 随后他又直截了当地说: “请将幽冥中的灵魂遣至光明之中,为了那些愿预先明了劳苦由何而生、恶的根源为何、应当向哪一位至福之神献祭以获解脱辛劳之人。” 因此,希腊人中的秘仪与异族人的沐浴一样,理所当然地首先始于净化之礼仪。

语法注3 条
  1. 5.11.67καὶ μή τι εἰκότως μελέτη θανάτου διὰ τοῦτο εἴρηται τῷ Σωκράτει ἡ φιλοσοφία·

    μή τι 由否定小品词 μή 与不定代词 τι 构成,在疑问句中引导带有推测或修辞性肯定的反问(“难道不正是……吗?”)。搭配直陈式完成时被动态 εἴρηται,构成一个肯定苏格拉底将哲学定义为“死亡之操练”是理所当然的修辞疑问句。

  2. 5.11.67παρὰ Μωυσέως τοιαῦτα φιλοσοφήσαντες οἱ τῶν Ἑλλήνων ἄκροι.

    此处为主谓省略句结构。主语 οἱ τῶν Ἑλλήνων ἄκροι 带有分词 φιλοσοφήσαντες,而限定动词(如 ἐφιλοσόφησαν 或系动词)被省略。依语境应补充为断言句:“希腊人中最杰出者乃是从摩西那里获得了这样的哲学思考。”

  3. 5.11.70τοῖς βουλομένοις ἄθλους προμαθεῖν πόθεν ἔβλαστον

    先取句法(prolepsis/提前宾语)。间接疑问从句(πόθεν ἔβλαστον)的逻辑主语 ἄθλους 被提前置于不定式 προμαθεῖν 的直接宾格位置,意为“对于那些想要预先知晓劳苦究竟从何而生的人”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:5.11.67-5.11.70